- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.17.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了佩林托斯的智者鲁弗斯的门第背景、在托饰论题上的修辞造诣、富甲一方却温厚待人的品格、体育锻炼的习惯、对师长希罗德的崇敬及其离世。
Ῥοῦφον δὲ τὸν ἐκ τῆς Περίνθου σοφιστὴν μὴ ἀπὸ τῆς οὐσίας,1 μηδὲ εἰ πολλοὶ ὕπατοι τὸ ἐκείνου γένος, μηδὲ εἰ τὴν τῶν Πανελληνίων Ἀθήνησιν εὐκλεῶς ἦρξεν, ταυτὶ γὰρ εἰ καὶ πλείω λέγοιτο, οὔπω τῇ σοφίᾳ τοῦ ἀνδρὸς παραβεβλῆσθαι ἄξια, ἀλλʼ ἡ γλῶττα δηλούτω αὐτὸν καὶ ἡ ξύνεσις, ᾗ περὶ τὰς ἐσχηματισμένας μάλιστα τῶν ὑποθέσεων ἐχρήσατο. τὴν δὲ ἰδέαν ταύτην ἐθαυμάσθη2 πρῶτον μέν, ὅτι χαλεπὴ ἑρμηνεῦσαι, δεῖ γὰρ ἐν ταῖς κατὰ σχῆμα ξυγκειμέναις τῶν ὑποθέσεων τοῖς μὲν λεγομένοις ἡνίας, τοῖς δὲ σιωπωμένοις κέντρου, ἔπειτα, οἶμαι, καὶ διὰ τὴν ἑαυτοῦ φύσιν, ἐκκειμένως γὰρ τοῦ ἤθους καὶ ἀπανούργως ἔχων ὑπεκρίνετο εὖ, καὶ ἃ μὴ ἐπεφύκει. πλουσιώτατος δὲ τῶν κατὰ τὸν Ἑλλήσποντον καὶ Προποντίδα γενόμενος καὶ δόξης αὐτῷ ἐπὶ τῷ σχεδιάζειν πολλῆς μὲν ὑπαρχούσης Ἀθήνησι, πολλῆς δὲ ἐν Ἰωνίᾳ τε καὶ Ἰταλίᾳ, οὐδαμοῦ κατέστησεν ἑαυτὸν ἐς ἀπέχθειαν ἢ πόλεως ἢ ἀνδρός, ἀλλὰ πρᾳότητος ἦν χρηματιστής. ἐλέγετο δὲ καὶ γυμναστικῇ κρατύνειν τὸ σῶμα ἀναγκοφαγῶν ἀεὶ καὶ διαπονῶν αὐτὸ παραπλησίως τοῖς ἀγωνιζομένοις. ἀκροατὴς δὲ Ἡρώδου μὲν ἐν παισίν, Ἀριστοκλέους δὲ ἐν μειρακίοις γενόμενος καὶ μεγάλων ὑπʼ αὐτοῦ ἀξιωθεὶς ἐλαμπρύνετο τῷ Ἡρώδῃ μᾶλλον δεσπότην τε αὐτὸν καλῶν καὶ Ἑλλήνων γλῶτταν καὶ λόγων βασιλέα καὶ πολλὰ τοιαῦτα. ἐτελεύτα δὲ οἴκοι ἓν καὶ ἑξήκοντα ἔτη γενόμενος καὶ ἐπὶ παισίν,3 ὑπὲρ ὧν γε μέγα οὐδὲν ἔχω εἰπεῖν, πλήν γε δὴ ὅτι ἀπʼ ἐκείνου.
至于来自佩林托斯的智者鲁弗斯,切莫凭其财富,也莫凭其家族中出过多位执政官,亦莫凭他在雅典光荣地担任过泛希腊节行政长官来认识他——因为即便道出更多此类事情,也尚不足以同此人的智慧相提并论——而当由他的舌锋以及他尤其运用于托饰论题中的才智来彰显他。他在这种风格上受人钦佩,首先是因为此道极难表达——盖因在以托饰架构的论题中,对所言之辞须施以缰绳,对缄默之意则须施以鞭策;其次,我想也是由于他自身的天性,因为他品格坦荡率直而绝无诡诈,却能绝妙地扮演好那些本不契合其天性的角色。他虽成为赫勒斯滂与普罗庞提斯一带的首富,并在雅典因即兴演讲而享盛名,在爱奥尼亚与意大利亦声名赫赫,但他从未令自己招致任何城邦或任何人的怨恨,反而是一位温和之德的践行者。据说他还通过体育锻炼使体魄强健,始终依循规定的训练饮食,如同参赛竞技者一般苦练身体。他童年时师从希罗德,青年时从学于阿里斯托克勒斯,虽深得后者器重,却更以希罗德为荣,称其为“主人”、“希腊人的舌锋”、“词语之王”等等。他于故乡去世,享年六十一岁,身后留有子女,关于他们我并无什么大事可书,唯独能够一提的,便是他们是他的骨肉。
- 2.17.1Ῥοῦφον δὲ τὸν ἐκ τῆς Περίνθου σοφιστὴν μὴ ἀπὸ τῆς οὐσίας
句首的宾格 Ῥοῦφον 属于提前宾格(prolepsis),既可视为在后文主节动词 δηλούτω αὐτόν(“让[舌锋]彰显他”)之前作为话题提前置于句首,亦可理解为在 μὴ ἀπὸ τῆς οὐσίας 之后省略了表示评判或考量的动词,并在后文通过 αὐτόν 形成呼应。
- 2.17.1τὴν δὲ ἰδέαν ταύτην ἐθαυμάσθη
与被动动词 ἐθαυμάσθη(“受赞赏”)搭配的宾格词组 τὴν δὲ ἰδέαν ταύτην 是关系宾格或同族宾格在被动态中的保留,表示鲁弗斯受赞赏的方面,即“就这种文体风格而言,他备受赞赏”。
- 2.17.1καὶ ἐπὶ παισίν
依附于动词 ἐτελεύτα(“去世”)的介词短语 ἐπὶ παισίν 是古典时期的习用表达(如 τελευτᾶν ἐπὶ τέκνοις),表示“身后留有子女”或“以子女为继承人而去世”,而非纯粹的空间处所义(“在子女面前”)。
