- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.16.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了斯 Smyrna 的欧奥狄亚努斯显赫的门第与公职荣誉、统辖狄奥尼索斯剧艺团的卓越才能、在丧子及自身临终前展现出的坚毅与合葬嘱托,以及其修辞学承传与文风。
Εὐοδιανὸν δὲ τὸν Σμυρναῖον τὸ μὲν γένος ἐς Νικήτην τὸν σοφιστὴν ἀνῆγεν, αἱ δὲ οἴκοι τιμαὶ ἐς τοὺς ἀρχιερέας τε καὶ στεφανουμένους τὴν ἐπὶ τῶν ὅπλων, τὰ δὲ τῆς φωνῆς ἆθλα ἐς τὴν Ῥώμην καὶ τὸν ἐκείνῃ θρόνον. ἐπιταχθεὶς δὲ καὶ τοῖς ἀμφὶ τὸν Διόνυσον τεχνίταις, τὸ δὲ ἔθνος τοῦτο ἀγέρωχοι καὶ χαλεποὶ ἀρχθῆναι,1 ἐπιτηδειότατος τὴν ἀρχὴν ἔδοξε καὶ κρείττων ἢ λαβεῖν αἰτίαν.2 υἱοῦ δὲ αὐτῷ τελευτήσαντος ἐν τῇ Ῥώμῃ οὐδὲν θῆλυ οὐδὲ ἀγεννὲς ἀνεφθέγξατο, ἀλλʼ ὦ τέκνον τρὶς ἀνακαλέσας ἔθαψεν. ἀποθνήσκοντι δὲ αὐτῷ κατὰ τὴν Ῥώμην παρῆσαν μὲν οἱ ἐπιτήδειοι πάντες, βουλὴν δὲ αὐτῶν ποιουμένων ὑπὲρ τοῦ σώματος, εἴτε χρὴ καταθάπτειν αὐτόθι, εἴτε ταριχεύσαντας πορθμεύειν ἐς τὴν Σμύρναν ἀναβοήσας ὁ Εὐοδιανὸς οὐ καταλείπω ἔφη τὸν υἱὸν μόνον. ὧδε μὲν δὴ σοφῶς ἐπέσκηψε τὸ τῷ παιδὶ ξυνταφῆναι.3 ἀκροατὴς δὲ Ἀριστοκλέους γενόμενος πανηγυρικῆς ἰδέας ἥψατο ἐν στρυφνῷ κρατῆρι συγκεράσας οἷον νᾶμα πότιμον. εἰσὶ δὲ οἵ φασι καὶ Πολέμωνος ἠκροᾶσθαι αὐτόν.
至于斯密尔那的欧奥狄亚努斯,其门第将他上溯至智者尼凯特斯,其在乡里的荣耀将他推升至大祭司以及戴上军务长官桂冠者之中,而其声音的奖赏则将他引向罗马及其修辞学讲席。他还被任命掌管狄奥尼索斯剧艺艺人团——这个群体为人傲慢且难以统辖——然而他在任上却显得极为称职,且无可指摘。当他的儿子在罗马去世时,他未曾吐露任何柔弱或卑微的悲叹,而只呼唤道: “我的孩子啊!” 如此呼唤三次后便安葬了他。当他自己在罗马弥留之际,所有亲近的朋友都在场;大家正就其遗体商议,究竟该就地安葬,还是将遗体涂香防腐后运回斯密尔那,欧奥狄亚努斯便高声喊道: “我绝不丢下 我的儿子,”他说,“让他孤身一人。” 他就以这种方式明智地嘱咐将自己与孩子合葬。在成为阿里斯托克勒斯的门生后,他涉猎了庆典颂辞的文风,犹如在酸涩的调酒缸中调入了一泓清甜适饮的甘泉。不过,亦有人说他也曾听过波勒蒙的讲学。
- 2.16.1τὸ δὲ ἔθνος τοῦτο ἀγέρωχοι καὶ χαλεποὶ ἀρχθῆναι
此处为按意合一致(constructio ad sensum)。中性单数名词短语 τὸ ἔθνος τοῦτο 在意义上指代艺人群体,故其表语形容词采用了阳性复数主格 ἀγέρωχοι καὶ χαλεποὶ。在句法上,该句充当说明该团体性质的同位语式或独立插叙结构。
- 2.16.1κρείττων ἢ λαβεῖν αἰτίαν
比较级后接 ἤ 与不定词的习惯用法,字面意为“比招致非难更为优越”,引申为“品质过人而不至招致非难”或“无可指摘”。
- 2.16.1τὸ τῷ παιδὶ ξυνταφῆναι
带有中性单数宾格定冠词 τὸ 的不定词短语(定冠词不定词),作为主句动词 ἐπέσκηψε(吩咐、指示)的直接宾语。
