← 斐洛斯脱拉德

智者传

§2.15.1-2.15.2

瑙克拉提斯的托勒密的演说与生平

记述了瑙克拉提斯的托勒密继承波勒蒙的演说风格并获得“马拉松”称号的原委,随后作者针对他在底比斯控告墨塞尼亚的辩论演说中所受的不公指责进行了辩护,并叙述了其高尚的晚年与离世。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15.1

λαμπρὸν ἐν σοφισταῖς καὶ Πτολεμαῖος ὁ Ναυκρατίτης ἤχησεν. ἦν μὲν γὰρ τῶν μετεχόντων τοῦ ἱεροῦ τοῦ περὶ Ναύκρατιν ὀλίγοις Ναυκρατιτῶν ὑπάρχον,1 Ἡρώδου δὲ ἀκροατὴς μέν, οὐ μὴν ζηλωτὴς ἐγένετο, ἀλλʼ ἐς τὸν Πολέμωνα μᾶλλον ὑπηνέχθη, τὸν γὰρ ῥοῖζον τοῦ λόγου καὶ τὸ πνεῦμα καὶ τὸ ἐκ περιβολῆς φράζειν ἐκ τῆς Πολέμωνος σκηνῆς ἐσηγάγετο, λέγεται δὲ καὶ αὐτοσχεδιάσαι σὺν εὐροίᾳ ἀμηχάνῳ. δικῶν τε καὶ δικαστηρίων παρέτραγε μέν, οὐ μήν, ὡς ὄνομα ἐντεῦθεν ἄρασθαι. Μαραθῶνα δὲ αὐτὸν ἐπωνόμαζον, ὡς μέν τινες, ἐπειδὴ τῷ Μαραθῶνι δήμῳ ἐνεγράφη Ἀθήνησιν, ὡς δὲ ἐνίων ἤκουον, ἐπειδὴ ἐν ταῖς Ἀττικαῖς τῶν ὑποθέσεων τῶν Μαραθῶνι προκινδυνευσάντων θαμὰ ἐμνημόνευεν.

瑙克拉提斯的托勒密在智者之中亦享有显赫的名声。因为他是分享瑙克拉提斯周围圣所特权的人之一,而这种特权仅属于极少数瑙克拉提斯人;他虽然听过希律的课,却绝非其模仿者,反而更倾向于波勒蒙。因为他从波勒蒙的演坛上吸取了言辞的雄浑气势、激情以及铺陈迂回的表达法;据说他还能以惊人的流畅自如进行即席演说。他也涉足过诉讼与法庭,但并未借此博得名望。人们称他为“马拉松”,据某些人说是由于他在雅典登记加入了马拉松区,而据我听另一些人说,则是因为他在以阿提卡为题的辩论演说中常常提及在马拉松冒死战斗的勇士们。

§2.15.2

κατηγοροῦσι δὲ τοῦ Πτολεμαίου τινὲς ὡς μὴ διορῶντος τὰς ὑποθέσεις, μηδὲ ὅπη ξυνεστᾶσί τε καὶ μή, τεκμήριον τόδε τιθέμενοι τῆς κατηγορίας ταύτης· τοὺς Μεσσηνίους οἱ Θηβαῖοι γράφονται τὴν τῶν ἀχαριστησάντων,2 ἐπεὶ τοὺς φεύγοντας αὐτῶν μὴ ἐδέξαντο, ὅτε καὶ αἱ Θῆβαι ὑπὸ Ἀλεξάνδρου ἥλωσαν. ταύτην γὰρ ἐπιφανῶς αὐτῷ εἰρημένην τὴν ὑπόθεσιν καὶ σοφῶς, ὡς οἷόν τε, συκοφαντοῦσι λέγοντες, ὡς εἰ μὲν ζῶντος Ἀλεξάνδρου κρίνονται, τίς οὕτω θρασύς, ὡς καταψηφίσασθαι Μεσσηνίων; εἰ δὲ τεθνεῶτος, τίς οὕτω πρᾷος, ὡς ἀπογνῶναι τὴν αἰτίαν; οὐ γὰρ ξυνιᾶσιν οἱ ταῦτα διαβάλλοντες, ὅτι ἡ τῶν Μεσσηνίων ἀπολογία κατὰ ξυγγνώμην ἵσταται τὸν Ἀλέξανδρον προισχομένων καὶ τὸν ἐκείνου φόβον, οὗ μηδὲ ἡ ἄλλη Ἑλλὰς ἀπείρως εἶχεν. ταῦτά μοι ἀπολελογήσθω3 ὑπὲρ τοῦ ἀνδρὸς παραιτουμένῳ αὐτὸν ἀδίκου καὶ πεπανουργημένης αἰτίας· καὶ γὰρ δὴ καὶ εὐφημότατος σοφιστῶν οὗτος. πλεῖστα δὲ ἐπελθὼν ἔθνη καὶ πλείσταις ἐνομιλήσας πόλεσιν οὐδαμοῦ διέβαλε τὸ ἑαυτοῦ κλέος, οὐδὲ ἥττων ἢ προσεδοκήθη ἔδοξεν, ἀλλʼ ὥσπερ ἐπὶ λαμπροῦ ὀχήματος τῆς φήμης πορευόμενος διῄει τὰ ἄστη. ἐτελεύτα δὲ γηραιὸς ἐν Αἰγύπτῳ τοὺς ὀφθαλμοὺς οὐκ ἀφαιρεθεὶς μὲν ὑπὸ τοῦ τῆς κεφαλῆς ῥεύματος, ἐπικοπεὶς δέ.

然而,有人指责托勒密未能透彻理解演说的主题,亦不明白论题在何处能够立足、在何处不能,并拿出以下事例作为这项指责的证据:即“底比斯人在底比斯被亚历山大攻克之时,因墨塞尼亚人拒绝接纳其逃难者,而以恩将仇报之罪控告他们”。对于他处理得极为出色且极尽巧思的这一论题,他们却挑剔构陷道:“如果他们是在亚历山大尚在人世时受审,谁敢如此胆大包天去判决墨塞尼亚人有罪?如果是在他死后,谁又会如此宽厚仁慈去撤销这项指控?”然而,这些加以中伤的人并不明白,墨塞尼亚人的辩护乃是建立在请求宽恕的基础之上,他们以亚历山大及其令人畏惧的威势为借口,而希腊其余地区对这种恐惧亦绝非毫无体验。对于为他申辩免遭不公正且居心不良的构陷的我而言,就为这位人物辩护到这里吧;因为事实上,他乃是所有智者中最不口出恶言之人。他游历了极多的部族,结交了极多的城邦,却从未在任何地方玷污自己的声誉,也未曾显得逊色于人们对他的期望,而是如同乘坐在声誉的华丽马车上一般穿行于各城邦之间。他在埃及终老,寿至高龄,他的眼睛并非被头部的下注津液所毁,而是视力受损。

语法注3 条
  1. 2.15.1ὀλίγοις Ναυκρατιτῶν ὑπάρχον

    非人称动词 ὑπάρχει 的中性单数分词 ὑπάρχον 所构成的绝对宾格(accusative absolute)句式。承接前文“分享瑙克拉提斯周围圣所之特权”这一整件事,补充说明“该特权仅属于瑙克拉提斯人中极少数者”。

  2. 2.15.2γράφονται τὴν τῶν ἀχαριστησάντων

    中间态动词 γράφομαι(控告、起诉)以被控者(τοὺς Μεσσηνίους)作宾格,并带有省略了 γραφήν(指控、诉讼)的阴性同族宾格短语 τὴν τῶν ἀχαριστησάντων(恩将仇报者的诉讼),意为“以忘恩负义之罪控告墨塞尼亚人”。

  3. 2.15.2ταῦτά μοι ἀπολελογήσθω

    完成时被动命令法第三人称单数(ἀπολελογήσθω)与表示施事者的与格(μοι)相结合的修辞惯用语。字面意思是“愿这些作为我已经作出的辩护”,即“我就此为他辩护到这里”,是结束某项辩题论述的程式化表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.15.1-2.15.2