← 斐洛斯脱拉德

智者传

§2.12.1-2.12.2

瑙克拉提斯的波吕丢刻斯文风与生卒

斐洛斯特拉图斯评述了智者波吕丢刻斯的学养与风格,引述其对谈与演习演说的范例,并记述了他的生卒际遇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12.1

Πολυδεύκη δὲ τὸν Ναυκρατίτην οὐκ οἶδα, εἴτε ἀπαίδευτον δεῖ καλεῖν εἴτε πεπαιδευμένον, εἴθʼ, ὅπερ εὔηθες δόξει, καὶ ἀπαίδευτον καὶ πεπαιδευμένον· ἐνθυμουμένῳ γὰρ αὐτοῦ τὰ ὀνόματα ἱκανῶς ἐγεγύμναστο τὴν γλῶτταν τῆς ἀττικιζούσης λέξεως, διορῶντι δὲ τὸ ἐν ταῖς μελέταις εἶδος οὐδὲν βέλτιον ἑτέρου ἠττίκισεν.1

关于诺克拉提斯的波吕丢刻斯,我不知道该称他为没有教养,还是称他为受过教育,抑或是——尽管这看起来很荒谬——既称他为没有教养,又称他为受过教育。因为对于考量他所用词汇的人而言,他在雅典式的用词上充分锻炼了自己的口才;但对于明察其演说风格的人而言,他的雅典化程度绝不比任何别人更好。

§2.12.2

τάδε οὖν χρὴ περὶ αὐτοῦ εἰδέναι· Πολυδεύκης τὰ μὲν κριτικὰ ἱκανῶς ἤσκητο, πατρὶ ξυγγενόμενος τοὺς κριτικοὺς λόγους εἰδότι, τοὺς δὲ σοφιστικοὺς τῶν λόγων τόλμῃ μᾶλλον ἢ τέχνῃ ξυνέβαλλε θαρρήσας τῇ φύσει, καὶ γὰρ δὴ καὶ ἄριστα ἐπεφύκει. Ἀδριανοῦ δὲ ἀκροατὴς γενόμενος ἴσον ἀφέστηκεν αὐτοῦ καὶ τῶν πλεονεκτημάτων καὶ τῶν ἐλαττωμάτων, ἥκιστα μὲν γὰρ πίπτει, ἥκιστα δὲ αἴρεται, πλὴν ἀλλʼ εἰσί τινες ἡδονῶν λιβάδες διακεκραμέναι τοῦ λόγου. ἰδέα δὲ αὐτοῦ διαλεγομένου μὲν ἥδε· ὁ Πρωτεὺς ὁ Φάριος τὸ θαῦμα τὸ Ὁμηρικὸν πολλαὶ μὲν αὐτοῦ καὶ πολυειδεῖς αἱ μορφαί,2 καὶ γὰρ ἐς ὕδωρ αἴρεται καὶ ἐς πῦρ ἅπτεται καὶ ἐς λέοντα θυμοῦται καὶ ἐς σῦν ὁρμᾷ καὶ ἐς δράκοντα χωρεῖ καὶ ἐς πάρδαλιν πηδᾷ καὶ δένδρον ἢν γένηται, κομᾷ. μελετῶντος δὲ αὐτοῦ χαρακτῆρα ποιώμεθα τοὺς νησιώτας τοὺς τὰ γένη πιπράσκοντας ἐς τὴν ἀπαγωγὴν τῶν φόρων, ἐπειδὴ βούλονται καὶ ἄριστα εἰρῆσθαι τήνδε τὴν ὑπόθεσιν, ἧς τὸ ἐπὶ πᾶσιν ὧδε εἴρηται· παῖς ἠπειρώτης ἀπὸ Βαβυλῶνος πατρὶ νησιώτῃ γράφει· δουλεύω βασιλεῖ δῶρον ἐκ σατράπου δοθείς, οὔτε δὲ ἵππον ἀναβαίνω Μηδικὸν οὔτε τόξον λαμβάνω Περσικόν, ἀλλʼ οὐδὲ ἐπὶ πόλεμον ἢ θήραν, ὡς ἀνήρ, ἐξέρχομαι, ἐν γυναικωνίτιδι δὲ κάθημαι καὶ τὰς βασιλέως θεραπεύω παλλακάς, καὶ βασιλεὺς οὐκ ὀργίζεται, εὐνοῦχος γάρ εἰμι. εὐδοκιμῶ δὲ παρʼ αὐταῖς θάλατταν Ἑλληνικὴν διηγούμενος καὶ τὰ τῶν Ἑλλήνων μυθολογῶν καλά, πῶς Ἠλεῖοι πανηγυρίζουσι, πῶς Δελφοὶ θεσπίζουσι, τίς ὁ παρʼ Ἀθηναίοις Ἐλέου βωμός. ἀλλὰ καὶ σύ, πάτερ, μοι γράφε, πότε παρὰ Λακεδαιμονίοις Ὑακίνθια καὶ παρὰ Κορινθίοις Ἴσθμια καὶ παρὰ Δελφοῖς Πύθια καὶ εἰ νικῶσιν Ἀθηναῖοι ναυμαχοῦντες. ἔρρωσο καὶ τὸν ἀδελφόν μοι προσαγόρευσον, εἰ μήπω πέπραται. ταῦτα μὲν δὴ ὁποῖα τοῦ ἀνδρὸς τούτου σκοπεῖν ἔξεστι τοῖς ἀδεκάστως ἀκροωμένοις. ἀδεκάστους δὲ ἀκροατὰς καλῶ τοὺς μήτε εὔνους μήτε δύσνους. ἐλέγετο δὲ ταῦτα καὶ μελιχρᾷ τῇ φωνῇ ἀπαγγέλλειν, ᾗ καὶ βασιλέα Κόμμοδον θέλξας τὸν Ἀθήνησι θρόνον παρʼ αὐτοῦ εὕρετο. ἐβίω μὲν οὖν ἐς ὀκτὼ καὶ πεντήκοντα ἔτη, ἐτελεύτα δὲ ἐπὶ παιδὶ γνησίῳ μέν, ἀπαιδεύτῳ δέ.3

因此,关于他应当了解以下几点:波吕丢刻斯在批评的技艺上受过充分的训练,因为他曾追随懂得批评之道的父亲;而他的智者学派式的演说,则更多是凭着胆量而非技巧构作出来的,这得益于他对其天赋的自信,而他确实有着极佳的天资。在成为哈德良的门生之后,他与后者的优点和缺点都保持着同样的距离;因为他极少失足跌落,但他也极少振翅高飞,不过他的演说中仍散布着几泓令人愉悦的溪流。他在作对谈时的风格如下: “法罗斯的普罗透斯,荷马笔下的奇迹:他的形态众多且千变万化,因为他既升华为水,又燃烧成火,既狂暴如狮,又冲撞如彘,既蜿蜒如蛇,又跃跃如豹;而若变为树木,则枝繁叶茂。” 至于他作演习演说时的特征,让我们以为了缴纳赋税而出卖子女的岛民为题,因为人们认为这个题目由他论述得最为出色,其终局是这样说的: “一个身处大陆的男孩从巴比伦写信给居于海岛的父亲:‘我作为一个总督献上的礼物侍奉国王。我既不骑米底亚的骏马,也不执波斯的强弓,甚至不像男子汉那样出征或打猎,而是坐在后宫之中伺候国王的嫔妾;并且国王并不生气,因为我是个阉人。我在她们之中备受称赞,因为我向她们讲述希腊的海洋,向她们述说希腊人的高尚传说:厄利斯人如何过节,德尔斐如何降示神谕,雅典人的怜悯之坛究竟为何。但是,父亲,你也请写信告诉我,拉刻代蒙人的雅辛托斯节、科林斯人的地峡竞技会、德尔斐的皮提亚竞技会何时举行,以及雅典人在海战中是否获胜。祝你安康;如果我的弟弟还没被卖掉,请代我向他问好。’” 这位男子的这些言辞究竟如何,不偏不倚的听众自可考量。所谓不偏不倚的听众,我指的是既无善意亦无恶意的人。据说他还能以甜美的嗓音朗诵这些篇章,他也正是藉此迷住了康茂德皇帝,并从皇帝那里获得了雅典的教席。他活到了五十八岁,死后留下了一个虽是婚生却毫无教养的儿子。

语法注3 条
  1. 2.12.1ἐνθυμουμένῳ γὰρ αὐτοῦ τὰ ὀνόματα ἱκανῶς ἐγεγύμναστο τὴν γλῶτταν τῆς ἀττικιζούσης λέξεως, διορῶντι δὲ τὸ ἐν ταῖς μελέταις εἶδος οὐδὲν βέλτιον ἑτέρου ἠττίκισεν

    与格分词 ἐνθυμουμένῳ 与 διορῶντι 属于表判断者的与格(dativus iudicantis),意为“在考量……的人看来,但在明察……的人看来”。其后所引导的句子中,前一分句使用过去完成时被动态 ἐγεγύμναστο 搭配表关系的宾格(τὴν γλῶτταν),后一分句则直接以波吕丢刻斯为主语作 ἠττίκισεν。

  2. 2.12.2ὁ Πρωτεὺς ὁ Φάριος τὸ θαῦμα τὸ Ὁμηρικὸν πολλαὶ μὲν αὐτοῦ καὶ πολυειδεῖς αἱ μορφαί

    主格名词短语 ὁ Πρωτεὺς ὁ Φάριος τὸ θαῦμα τὸ Ὁμηρικὸν 构成悬空主格(nominativus pendens)或感叹性的论题提示,在随后的分句 πολλαὶ μὲν αὐτοῦ καὶ πολυειδεῖς αἱ μορφαί 中通过属格代词 αὐτοῦ 得以复指承接。各处的系动词均被省略。

  3. 2.12.2ἐτελεύτα δὲ ἐπὶ παιδὶ γνησίῳ μέν, ἀπαιδεύτῳ δέ

    介词 ἐπί 搭配与格(ἐπὶ παιδί)在此表示习惯用法,意为“留下(某人而死)”或“在某人尚存时(死去)”,指他死时留下了一个孩子作为后嗣,而非死在孩子之后。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.12.1-2.12.2