- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.13.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了卡帕多西亚智者鲍萨尼阿斯的出身、作为希罗德门徒的即兴才能、其带有浓重口音的演说风格,以及他在罗马和雅典任教的经历。
Καισάρεια δὲ ἡ Καππαδοκῶν ὄρει Ἀργαίῳ πρόσοικος Παυσανίου τοῦ σοφιστοῦ οἶκος. ὁ δὲ Παυσανίας ἐπαιδεύθη μὲν ὑπὸ Ἡρώδου καὶ τῶν τοῦ Κλεψυδρίου μετεχόντων εἷς ἐγένετο, οὓς ἐκάλουν οἱ πολλοὶ διψῶντας, ἐς πολλὰ δὲ ἀναφέρων τῶν Ἡρώδου πλεονεκτημάτων καὶ μάλιστα τὸ αὐτοσχεδιάζειν ἀπήγγελλε δὲ αὐτὰ1 παχείᾳ τῇ γλώττῃ καὶ ὡς Καππαδόκαις ξύνηθες, ξυγκρούων μὲν τὰ σύμφωνα τῶν στοιχείων, συστέλλων δὲ τὰ μηκυνόμενα καὶ μηκύνων τὰ βραχέα, ὅθεν ἐκάλουν αὐτὸν οἱ πολλοὶ μάγειρον πολυτελῆ ὄψα πονήρως ἀρτύοντα. ἡ δὲ ἰδέα τῆς μελέτης ὑπτιωτέρα, ἔρρωται δὲ ὅμως καὶ οὐχ ἁμαρτάνει τοῦ ἀρχαίου, ὡς ὑπάρχει ταῖς μελέταις ξυμβαλεῖν,2 πολλαὶ γὰρ τοῦ Παυσανίου κατὰ τὴν Ῥώμην, οἷ δὴ καὶ καταβιοὺς ἀπέθανε γηράσκων ἤδη, τοῦ θρόνου μετέχων, μετεῖχε δὲ καὶ τοῦ Ἀθήνησιν, ὅτε δὴ καὶ ἀπιὼν ἐκεῖθεν ἐπὶ πᾶσιν, οἷς πρὸς τοὺς Ἀθηναίους διεξῆλθε, καιριώτατα τὸ τοῦ Εὐριπίδου ἐπεφθέγξατο "Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω πόλιν."
邻近阿尔盖奥斯山脉的卡帕多西亚的凯撒里亚,是智者鲍萨尼阿斯的家乡。鲍萨尼阿斯受教于希罗德,并成为参与“漏壶会”的一员——大众通常将这群人称作“干渴者”;虽然他继承了希罗德的许多长处,尤其是即兴演讲的才能,但他却以卡帕多西亚人惯有的粗厚口音发表这些言辞,将辅音相互碰撞,缩短长音,拉长短音,因此大众称他为将奢华菜肴调味得极其糟糕的厨子。他的演说风格略显慵懒,但仍不失力量,且未偏离古朴的格调,这一点可以从他的演说集推知;因为在罗马存有鲍萨尼阿斯的许多篇章,他正是身居该地教席度过余生,并逐渐衰老而亡。他也曾担任过雅典的教席,正是在离开雅典之际,在面向雅典人发表的所有演讲的结尾,他极为得体地吟咏了欧里庇得斯的这句诗: “忒修斯啊,请让我转过身去,好让我再看一眼这座城。”
- 2.13.1ἐς πολλὰ δὲ ἀναφέρων τῶν Ἡρώδου πλεονεκτημάτων καὶ μάλιστα τὸ αὐτοσχεδιάζειν ἀπήγγελλε δὲ αὐτά
在以 δέ 引导的分词短语(ἐς πολλὰ δὲ ἀναφέρων...)之后,主句谓语动词前再次出现了连词 δέ(ἀπήγγελλε δέ)。这是“主句的 δέ”(apodotic de)的用法,用以承接并强调分词从句之后的主句核心动作,属于修辞性的句式复取。
- 2.13.1ὡς ὑπάρχει ταῖς μελέταις ξυμβαλεῖν
非人称动词 ὑπάρχει(“有可能/能够”)后接不定式 ξυμβαλεῖν(“推断/揣摩”)。与格 ταῖς μελέταις 是表示手段或依据的与格(“借由其演说集/根据演说集”),指明了做出评判所依据的材料。
