← 斐洛斯脱拉德

智者传

§2.11.1-2.11.3

拜占庭的克里斯托斯之德行教学与文风

斐洛斯特拉托斯记述了拜占庭的智者克里斯托斯,他受教于希罗德斯并培养了众多杰出学子,文中述及他的品性、拒绝雅典教席之举以及其修辞风格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11.1

τὸν δὲ Βυζάντιον σοφιστὴν Χρῆστον ἀδικεῖ ἡ Ἑλλὰς ἀμελοῦντες1 ἀνδρός, ὃς ἄριστα μὲν Ἑλλήνων ὑπὸ Ἡρώδου ἐπαιδεύθη, πολλοὺς δὲ ἐπαίδευσε καὶ θαυμασίους ἄνδρας, ὧν ἐγένετο Ἱππόδρομός τε ὁ σοφιστὴς καὶ Φιλίσκος καὶ Ἰσαγόρας ὁ τῆς τραγῳδίας ποιητὴς ῥήτορές τε εὐδόκιμοι Νικομήδης ὁ ἐκ τοῦ Περγάμου καὶ Ἀκύλας ὁ ἐκ τῆς ἑῴου Γαλατίας καὶ Ἀρισταίνετος ὁ Βυζάντιος καὶ τῶν ἐλλογίμως φιλοσοφησάντων Κάλλαισχρός τε ὁ Ἀθηναῖος καὶ ὁ ἐπὶ βωμῷ Σῶσπις καὶ πλείους ἕτεροι λόγου ἄξιοι. παιδεύοντι δὲ αὐτῷ κατὰ τοὺς Ἀδριανοῦ τοῦ σοφιστοῦ καιροὺς ἑκατὸν ἔμμισθοι ἀκροαταὶ ἦσαν καὶ ἄριστοι τούτων, οὓς εἶπον. Ἀδριανοῦ δὲ καθιδρυθέντος ἐς τὴν Ῥώμην ἐψηφίζοντο μὲν οἱ Ἀθηναῖοι πρεσβεύεσθαι ὑπὲρ Χρήστου τὸν Ἀθήνησιν αὐτῷ θρόνον ἐκ βασιλέως αἰτοῦντες, ὁ δὲ παρελθὼν ἐς αὐτοὺς ἐκκλησιάζοντας διέλυσε τὴν πρέσβευσιν ἄλλα τε διαλεχθεὶς ἀξιόλογα καὶ ἐπὶ πᾶσιν εἰπὼν οὐχ αἱ μύριαι τὸν ἄνδρα.2

希腊人忽视了拜占庭的智者克里斯托斯,因而是不公正地对待了这样一位人物:他由希罗德斯培养,在希腊人中受教最善,且自己也培育了许多杰出人物,其中包括智者希波德罗摩斯、菲里斯科斯、悲剧诗人伊萨哥拉斯,知名修辞学家佩加蒙的尼科墨德斯、东加拉太的阿奎拉、拜占庭的阿里斯泰内托斯,以及在哲学上卓有声誉的雅典人卡莱斯克罗斯、祭坛奉侍索斯皮斯,还有许多其他值得一提的人。在智者哈德良的时代,他教书时有一百名交纳酬金的学生,其中最出色的便是上述这些人。当哈德良在罗马定居时,雅典人表决通过为克里斯托斯派遣使团,向皇帝为他请求雅典的教席;但他步入聚会的人民大会,发表了其他发人深省的言论,并在最后说道:“万金不能造就一人”,从而取消了使团的派遣。

§2.11.2

οἴνου δὲ ἡττώμενος παροινίας ἐκράτει καὶ εὐχερείας καὶ ἀγερωχίας, ἣν ὁ οἶνος ἐπὶ τὰς γνώμας τῶν ἀνθρώπων ἐσάγει, τοσοῦτον δὲ αὐτῷ περιῆν τοῦ νήφειν, ὡς καὶ ἐς ἀλεκτρυόνων ᾠδὰς προβάντος τοῦ πότου σπουδῆς αὐτὸν ἅπτεσθαι, πρὶν ὕπνου σπάσαι.3 διεβέβλητο δὲ μάλιστα πρὸς τοὺς ἀλαζόνας τῶν νέων καίτοι χρησιμωτέρους τῶν ἄλλων ὄντας ἐς τὰς ξυμβολὰς τοῦ μισθοῦ. Διογένη γοῦν τὸν Ἀμαστριανὸν ὁρῶν τετυφωμένον ἐκ μειρακίου καὶ περινοοῦντα μὲν σατραπείας, περινοοῦντα δὲ αὐλὰς καὶ τὸ ἀγχοῦ βασιλέων ἑστήξειν, λέγοντα δέ, ὡς ὁ δεῖνα Αἰγύπτιος προειρήκοι αὐτῷ ταῦτα, ὁ... μηδὲ τὰ ἑαυτοῦ σιωπῶν.

他虽屈从于酒,却克制了酒后的放纵、轻浮以及酒带入人心智中的傲慢;他保有的清醒是如此充裕,以至于即便饮宴延至鸡鸣之时,他也会在略微就寝之前便投身于学问钻研之中。他尤为厌恶傲慢的青年,尽管他们在缴纳酬金方面比其他年轻人更为有用。总之,当他看到来自阿玛斯特里斯的狄奥根尼从少年起便狂妄自大,梦想着总督职位,梦想着宫廷以及侍立于君王左右,并声称某位埃及人曾向他预言过这些时,他……甚至连自己的心思也没有隐瞒。

§2.11.3

τὴν δὲ ἰδέαν τῶν λόγων πεποίκιλται μὲν ἐκ τῶν Ἡρώδου πλεονεκτημάτων, λείπεται δὲ αὐτῶν τοῦ ἑτοίμου, καθάπερ ἐν ζωγραφίᾳ ἡ ἄνευ χρωμάτων ἐσκιαγραφημένη μίμησις, προὔβη δὲ ἂν  καὶ ἐς τὸ ἴσον τῆς ἀρετῆς, εἰ μὴ πεντηκοντούτης ἀπέθανεν.4

他在演讲的体裁风格上以希罗德斯的长处为妆点,但在这些长处的即席流畅自如方面有所不及,正如绘画中未着色彩的轮廓线描摹;然而,倘若他未在五十岁时便离世,本可以达到同样卓越的境地。

语法注4 条
  1. 2.11.1ἀδικεῖ ἡ Ἑλλὰς ἀμελοῦντες

    此为依义构词(constructio ad sensum / synesis),单数集合名词 ἡ Ἑλλὰς 与指代希腊人群体的阳性复数分词 ἀμελοῦντες 形成呼应。

  2. 2.11.1οὐχ αἱ μύριαι τὸν ἄνδρα

    此为省略谓语动词(如 ποιοῦσι 或 συνιστᾶσι 等)的谚语式表达。背景是雅典智者教席附带的一万德拉克马年薪,意即“并非一万(金)造就一个人(或体现人的价值)”。

  3. 2.11.2πρὶν ὕπνου σπάσαι

    连词 πρίν 引出不定式 σπάσαι 的结构。动词 σπάω 在此借用饮酒之喻,意为“啜饮/获取(少许睡眠)”,属格 ὕπνου 起部分属格的作用。

  4. 2.11.3προὔβη δὲ ἂν καὶ ἐς τὸ ἴσον τῆς ἀρετῆς, εἰ μὴ πεντηκοντούτης ἀπέθανεν

    标准的过去与事实相反的条件句:主句为 ἄν 搭配不定过去时直陈语气(προὔβη ἄν),条件从句为 εἰ 搭配否定词 μή 及不定过去时直陈语气(εἰ μὴ ... ἀπέθανεν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.11.1-2.11.3