← 斐洛斯脱拉德

智者传

§2.10.4-2.10.7

哈德良受罗马皇帝恩宠与晚年生涯

哈德良在通过马克鲁斯皇帝的命题测试后备受恩宠,在罗马执掌教席时令包括拉丁语学子在内的人群为之倾倒,晚年获康茂德皇帝授予书简官职位后离世;文中还评述了其源自悲剧的华丽文风与性格轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.4

κατὰ δὲ τοὺς χρόνους, οὓς ὁ αὐτοκράτωρ Μάρκος Ἀθήναζε ὑπὲρ μυστηρίων ἐστάλη, ἐκράτει μὲν ἤδη τοῦ τῶν σοφιστῶν θρόνου ὁ ἀνὴρ οὗτος, ἐν μέρει δὲ ὁ Μάρκος τῆς τῶν Ἀθηνῶν ἱστορίας ἔθετο μηδὲ τὴν ἐκείνου σοφίαν ἀγνοῆσαι·1 καὶ γὰρ δὴ καὶ ἐπέταξεν αὐτὸν τοῖς νέοις οὐκ ἀκροάσει βασανίσας, ἀλλὰ ξυνθέμενος τῇ περὶ αὐτοῦ φήμῃ. Σεβήρου δὲ ἀνδρὸς ὑπάτου διαβάλλοντος αὐτὸν ὡς τὰς σοφιστικὰς ὑποθέσεις ἐκβακχεύοντα διὰ τὸ ἐρρῶσθαι πρὸς τοὺς ἀγῶνας ἔλεγχον τούτου ποιούμενος ὁ Μάρκος προὔβαλε μὲν αὐτῷ τὸν Ὑπερείδην τὸν ἐς μόνας ἐπιστρέφοντα τὰς Δημοσθένους γνώμας, ὅτε δὴ ἐν Ἐλατείᾳ Φίλιππος ἦν, ὁ δὲ οὕτως τὸν ἀγῶνα εὐηνίως διέθετο, ὡς μηδὲ τοῦ Πολέμωνος ῥοίζου λείπεσθαι δόξαι. ἀγασθεὶς δὲ αὐτὸν ὁ αὐτοκράτωρ ἐπὶ μέγα ἦρε δωρεαῖς τε καὶ δώροις. καλῶ δὲ δωρεὰς μὲν τάς τε σιτήσεις καὶ τὰς προεδρίας καὶ τὰς ἀτελείας καὶ τὸ ἱερᾶσθαι καὶ ὅσα ἄλλα λαμπρύνει ἄνδρας, δῶρα δὲ χρυσὸν ἄργυρον ἵππους ἀνδράποδα καὶ ὅσα ἑρμηνεύει πλοῦτον, ὧν αὐτόν τε ἐνέπλησε καὶ γένος τὸ ἐκείνου πάντας.

在马尔库斯皇帝为秘仪前往雅典的时期,此人已然执掌着智者的教席,而马尔库斯将不忽略他的智慧视为自己雅典视察的一部分。因为马尔库斯并未通过试演来审定他,而是采纳了关于他的盛名,曾任命他教导青年。然而,执政官阶层的塞维鲁诽谤他,称他因在辩论中过于刚劲而在智者论题中陷入癫狂;马尔库斯为了对此进行检验,便向他提出了一个论题:在腓力进驻埃拉提亚的关键时刻,许珀瑞得斯唯独依从德摩斯梯尼的主张。哈德良极为熟练自如地驾驭了这场辩论,以至于让人觉得丝毫不逊色于波勒蒙的气势。皇帝对他赞叹不已,赐予他显赫的荣誉与礼物,极大地拔擢了他。我所说的荣誉,是指公膳、前席权、免税权、担任祭司以及所有使人显耀的待遇;而礼物则是指金、银、马匹、奴隶以及所有代表财富之物,皇帝不仅以此满足了他本人,更充裕了他所有的族人。

§2.10.5

κατασχὼν δὲ καὶ τὸν ἄνω θρόνον οὕτως τὴν Ῥώμην ἐς ἑαυτὸν ἐπέστρεψεν, ὡς καὶ τοῖς ἀξυνέτοις γλώττης Ἑλλάδος ἔρωτα παρασχεῖν ἀκροάσεως. ἠκροῶντο δὲ ὥσπερ εὐστομούσης ἀηδόνος, τὴν εὐγλωττίαν ἐκπεπληγμένοι καὶ τὸ σχῆμα καὶ τὸ εὔστροφον τοῦ φθέγματος καὶ τοὺς πεζῇ τε καὶ ξὺν ᾠδῇ ῥυθμούς. ὁπότε οὖν σπουδάζοιεν περὶ τὰς ἐγκυκλίους θέας, ὀρχηστῶν δὲ αὗται τὸ ἐπίπαν, φανέντος ἂν περὶ τὴν σκηνὴν τοῦ τῆς ἀκροάσεως ἀγγέλου ἐξανίσταντο μὲν2 ἀπὸ τῆς συγκλήτου βουλῆς, ἐξανίσταντο δὲ τῶν δημοσίᾳ ἱππευόντων οὐχ οἱ τὰ Ἑλλήνων σπουδάζοντες μόνον, ἀλλὰ καὶ ὁπόσοι τὴν ἑτέραν γλῶτταν ἐπαιδεύοντο ἐν τῇ Ῥώμῃ καὶ δρόμῳ ἐχώρουν ἐς τὸ Ἀθήναιον ὁρμῆς μεστοὶ καὶ τοὺς βάδην πορευομένους κακίζοντες.

当他又执掌了罗马的高等教席时,他使整个罗马都转向了自己,以至于甚至让那些不懂希腊语的人也萌生了倾听的热望。他们倾听他,宛如倾听一只鸣声悠扬的夜莺,为他的口才、仪态、嗓音的灵活变幻以及他那散文式的与伴随歌唱的节奏所震撼。因此,每当他们沉浸于常规的演出之中时——这些演出大抵是舞者的表演——倘若讲演的传令使者在舞台周围一现身,元老院的议员们便会离席而起,公乘骑士们也同样离席而起,不仅是那些热心于希腊学问的人,就连在罗马接受拉丁语教育的人也是如此;他们满怀热情奔向阿忒奈翁,并责怪那些缓步而行的人。

§2.10.6

νοσοῦντι δὲ αὐτῷ κατὰ τὴν Ῥώμην, ὅτε δὴ καὶ ἐτελεύτα, ἐψηφίσατο μὲν τὰς ἐπιστολὰς ὁ Κόμμοδος3 ξὺν ἀπολογίᾳ τοῦ μὴ καὶ θᾶττον, ὁ δὲ ἐπιθειάσας μὲν ταῖς Μούσαις, ὥσπερ εἰώθει, προσκυνήσας δὲ τὰς βασιλείους δέλτους τὴν ψυχὴν πρὸς αὐταῖς ἀφῆκεν ἐνταφίῳ τῇ τιμῇ χρησάμενος· ἐτελεύτα δὲ ἀμφὶ τὰ ὀγδοήκοντα ἔτη, οὕτω τι εὐδόκιμος, ὡς καὶ πολλοῖς γόης δόξαι· ὅτι μὲν οὖν ἀνὴρ πεπαιδευμένος οὐκ ἄν ποτε ἐς γοήτων ὑπαχθείη τέχνας, ἱκανῶς ἐν τοῖς ὑπὲρ Διονυσίου λόγοις εἴρηκα, ὁ δέ, οἶμαι, τερατευόμενος ἐν ταῖς ὑποθέσεσι περὶ τὰ τῶν μάγων ἤθη τὴν ἐπωνυμίαν ταύτην παρʼ αὐτῶν ἔσπασεν. διαβάλλουσι δὲ αὐτὸν ὡς καὶ ἀναιδῆ τὸ ἦθος, πέμψαι μὲν γὰρ αὐτῷ τινα4 τῶν γνωρίμων ἰχθῦς διακειμένους ἐπὶ δίσκου ἀργυροῦ πεποικιλμένου χρυσῷ, τὸν δὲ ὑπερησθέντα τῷ δίσκῳ μήτε ἀποδοῦναι καὶ ἀποκρίνασθαι τῷ πέμψαντι εὖγε, ὅτι καὶ τοὺς ἰχθῦς. τουτὶ δὲ διατριβῆς μὲν ἕνεκα παῖξαι λέγεται πρός τινα τῶν ἑαυτοῦ γνωρίμων, ὃν ἤκουε μικροπρεπῶς τῷ πλούτῳ χρώμενον, τὸν δὲ ἄργυρον ἀποδοῦναι σωφρονίσας τὸν ἀκροατὴν τῷ ἀστεισμῷ.

当他在罗马患病、正是将要离世之时,康茂德下令任命他为主管书简之职,并为未曾更早授予而致歉;哈德良如平日一样向缪斯祈祷,向皇帝的书简板致敬,以此荣耀为寿衣,在书板旁咽了气。他死于大约八十岁,享有如此崇高的声望,以至于许多人甚至认为他是术士。然而,一个受过教育的人绝不会屈从于术士的伎俩,这一点我在论狄奥尼修斯的篇章中已作了充分说明;但我认为,他在涉及巫师性情的论题中故弄玄虚、施展惊人辞令,才使人们给他冠上了这一称号。人们还诽谤他品格厚颜无耻,因为据说他的一个熟人曾送给他摆放在嵌金银盘上的鱼,而他极其喜爱那个盘子,不仅没有归还,反而对送礼者答道:“好极了,你连鱼也一并送来了。”但据说这只是为了打趣,对他的一个据说吝啬使用财富的门生所开的玩笑,在以幽默的戏谑规劝了听者之后,他便将银盘归还了。

§2.10.7

ὁ δὲ σοφιστὴς οὗτος πολὺς μὲν περὶ τὰς ἐννοίας καὶ λαμπρὸς καὶ τὰς διασκευὰς τῶν ὑποθέσεων ποικιλώτατος ἐκ τῆς τραγῳδίας τοῦτο ᾑρηκώς, οὐ μὴν τεταγμένος γε, οὐδὲ τῇ τέχνῃ ἑπόμενος, τὴν δὲ παρασκευὴν τῆς λέξεως ἀπὸ τῶν ἀρχαίων σοφιστῶν περιεβάλλετο ἤχῳ προσάγων μᾶλλον ἢ κρότῳ. πολλαχοῦ δὲ τῆς μεγαλοφωνίας ἐξέπεσεν ἀταμιεύτως τῇ τραγῳδίᾳ χρησάμενος.

这位智者在思想上丰富而辉煌,在论题的编排上因取材于悲剧而极具变化;然而他并不严整,也不拘泥于修辞规范,而是从古代智者那里披戴起文辞的修饰,致力于宏亮的共鸣而非观众的喝彩。但在许多地方,他由于毫无节制地运用悲剧手法,反而失落了宏伟的格调。

语法注4 条
  1. 2.10.4ἐν μέρει δὲ ὁ Μάρκος τῆς τῶν Ἀθηνῶν ἱστορίας ἔθετο μηδὲ τὴν ἐκείνου σοφίαν ἀγνοῆσαι

    成语结构“ἐν μέρει τίθεσθαι”(视为……的一部分、列入……之中)统领属格“τῆς τῶν Ἀθηνῶν ἱστορίας”(对雅典的视察/探访),不带冠词的不定式短语“μηδὲ τὴν ἐκείνου σοφίαν ἀγνοῆσαι”充当其直接宾语(实际内容)。

  2. 2.10.5φανέντος ἂν περὶ τὴν σκηνὴν τοῦ τῆς ἀκροάσεως ἀγγέλου ἐξανίσταντο μὲν

    小词“ἄν”与未完成过去时直陈式“ἐξανίσταντο”和“ἐχώρουν”呼应,表达过去反复发生或习惯性的动作(重复性 ἄν)。独立属格短语“φανέντος ... τοῦ τῆς ἀκροάσεως ἀγγέλου”在此承担了重复条件从句的功能(“每当传令官出现时”)。

  3. 2.10.6ἐψηφίσατο μὲν τὰς ἐπιστολὰς ὁ Κόμμοδος

    “τὰς ἐπιστολάς”指帝国行政机构中负责希腊文书信的秘书官职位(ab epistulis)。此处并非字面意义上的“表决信件”,而是指通过法令任命其担任“书简秘书官”这一公职的习用表达。

  4. 2.10.6διαβάλλουσι δὲ αὐτὸν ὡς καὶ ἀναιδῆ τὸ ἦθος, πέμψαι μὲν γὰρ αὐτῷ τινα

    紧接着“διαβάλλουσι ... ὡς καὶ ἀναιδῆ”,后面的不定式“πέμψαι”、“μήτε ἀποδοῦναι”和“ἀποκρίνασθαι”构成了间接引语中的解释性不定式结构,承接前文指控/传闻之意,在没有限定动词的情况下叙述了所传闻的轶事。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.10.4-2.10.7