← 斐洛斯脱拉德

智者传

§2.1.9-2.1.10

卢基乌斯的讽谏与希罗德的哀悼

贤者卢基乌斯以机智的讽谏促使希罗德止息对勒吉拉的过度哀悼,并曾对马克·奥勒留皇帝发出警辟之叹;希罗德后来亦对其诸女与养子极尽哀悼,却因儿子阿提库斯愚钝不肖而剥夺了其财产继承权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.9

ἦν μὲν γὰρ ἐν τοῖς φανεροῖς σπουδαῖος ὁ ἀνὴρ οὗτος, Μουσωνίῳ δὲ τῷ Τυρίῳ προσφιλοσοφήσας εὐσκόπως εἶχε τῶν ἀποκρίσεων1 καὶ τὸ ἐπίχαρι σὺν καιρῷ ἐπετήδευεν, ἐπιτηδειότατος δὲ ὢν τῷ Ἡρώδῃ παρῆν αὐτῷ πονήρως διατιθεμένῳ τὸ πένθος καὶ ἐνουθέτει τοιαῦτα λέγων· ὦ Ἡρώδη, πᾶν τὸ ἀποχρῶν μεσότητι ὥρισται, καὶ ὑπὲρ τούτου πολλὰ μὲν ἤκουσα Μουσωνίου διαλεγομένου, πολλὰ δὲ αὐτὸς διείλεγμαι, καὶ σοῦ δὲ ἠκροώμην ἐν Ὀλυμπίᾳ ἐπαινοῦντος αὐτὸ πρὸς τοὺς Ἕλληνας, ὅτε δὴ καὶ τοὺς ποταμοὺς ἐκέλευες μέσους τῆς ὄχθης ῥεῖν. ἀλλὰ μὴν νῦν ποῦ ταῦτα; σεαυτοῦ γὰρ ἐκπεσὼν ἄξια τοῦ πενθεῖσθαι πράττεις περὶ τῇ δόξῃ κινδυνεύων καὶ πλείω ἕτερα. ὡς δὲ οὐκ ἔπειθεν, ἀπῄει δυσχεράνας. ἰδὼν δὲ παῖδας ἐν κρήνῃ τινὶ τῶν κατὰ τὴν οἰκίαν ῥαφανῖδας πλύνοντας ἤρετο αὐτούς, ὅτου εἴη τὸ δεῖπνον, οἱ δὲ ἔφασαν Ἡρώδῃ εὐτρεπίζειν αὐτὸ. καὶ ὁ Λούκιος ἀδικεῖ ἔφη Ῥήγιλλαν Ἡρώδης λευκὰς ῥαφανῖδας σιτούμενος ἐν μελαίνῃ οἰκίᾳ. ταῦτα ὡς ἤκουσεν ἐσαγγελθέντα ὁ Ἡρώδης ἀφεῖλε τὴν ἀχλὺν τῆς οἰκίας, ὡς μὴ ἄθυρμα γένοιτο ἀνδρῶν σπουδαίων. Λουκίου τούτου κἀκεῖνο θαυμάσιον· ἐσπούδαζε μὲν ὁ αὐτοκράτωρ Μάρκος περὶ Σέξτον τὸν ἐκ Βοιωτίας φιλόσοφον, θαμίζων αὐτῷ καὶ φοιτῶν ἐπὶ θύρας, ἄρτι δὲ ἥκων ἐς τὴν Ῥώμην ὁ Λούκιος ἤρετο τὸν αὐτοκράτορα προιόντα, ποῖ βαδίζοι καὶ ἐφʼ ὅ τι, καὶ ὁ Μάρκος καλὸν ἔφη καὶ γηράσκοντι τὸ μανθάνειν· εἶμι δὴ πρὸς Σέξτον τὸν φιλόσοφον μαθησόμενος, ἃ οὔπω οἶδα. καὶ ὁ Λούκιος ἐξάρας τὴν χεῖρα ἐς τὸν οὐρανὸν ὦ Ζεῦ, ἔφη ὁ Ῥωμαίων βασιλεὺς γηράσκων ἤδη δέλτον ἐξαψάμενος ἐς διδασκάλου φοιτᾷ, ὁ δὲ ἐμὸς βασιλεὺς Ἀλέξανδρος δύο καὶ τριάκοντα ἐτῶν ἀπέθανεν. ἀπόχρη καὶ τὰ εἰρημένα δεῖξαι τὴν ἰδέαν, ἣν ἐφιλοσόφει Λούκιος, ἱκανὰ γάρ που ταῦτα δηλῶσαι τὸν ἄνδρα, καθάπερ τὸν ἀνθοσμίαν τὸ γεῦμα.

盖此人在公众面前向来庄重严谨,曾随推罗人穆索尼乌斯研习哲学,对答应答极为敏捷得体,且善于因时制宜展现幽默雅趣;作为希罗德至为亲密之友,他在希罗德深陷丧乱之痛时陪侍左右,出言规劝道: “希罗德啊,凡适度之物皆以中道为界。对此我多次聆听穆索尼乌斯的阐发,自己亦屡屡论及,且当年在奥林匹亚,我也曾听你向全希腊人极力赞赏此理,彼时你甚至告诫江河当行于两岸之间。然而如今这些话都到哪里去了?你失却了自我,行径反倒堪受哀悼,且正令自身声名陷于险境,”以及诸多其他言辞。然而见无法劝服希罗德,他便郁郁离去。后见家仆在府内一处泉水旁清洗萝卜,便问此为谁人之膳;待听闻是为希罗德备膳时,卢基乌斯便道: “希罗德 在漆黑的宅邸中吞食雪白的萝卜, 实乃对不住勒吉拉。” 希罗德闻报此言,遂除去了府邸中的阴暗陈设,以免沦为端方之士的笑柄。关于这位卢基乌斯,亦有此奇事流传:马可皇帝极敬重来自维奥蒂亚的哲学家塞克斯图斯,常造访其处,登门求教;初抵罗马的卢基乌斯见皇帝正欲外出,便问其行向何处、意欲何为,马可答道: “即便行将就木, 好学亦是一件美事;我正欲前往哲学家塞克斯图斯处,求教我尚不知晓之理。” 卢基乌斯遂举手向天,叹道: “宙斯啊! 罗马人的君王已至垂暮之年,尚佩挂书板登门求师,而我的君王亚历山大三十二岁便已长辞于世。” 上述言行已足见卢基乌斯所持之哲学旨趣;盖仅凭这吉光片羽便足以彰显其为人,正如一啜即知芳醇之美酒。

§2.1.10

τὸ μὲν δὴ ἐπὶ Ῥηγίλλῃ πένθος ὧδε ἐσβέσθη, τὸ δὲ ἐπὶ Παναθηναίδι τῇ θυγατρὶ Ἀθηναῖοι ἐπράυναν ἐν ἄστει τε αὐτὴν θάψαντες καὶ ψηφισάμενοι τὴν ἡμέραν, ἐφʼ ἧς ἀπέθανεν, ἐξαιρεῖν τοῦ ἔτους. ἀποθανούσης δὲ αὐτῷ καὶ τῆς ἄλλης θυγατρός, ἣν  Ἐλπινίκην ὠνόμαζεν, ἔκειτο μὲν ἐν τῷ δαπέδῳ τὴν γῆν παίων καὶ βοῶν τί σοι, θύγατερ, καθαγίσω; τί σοι ξυνθάψω; παρατυχὼν δὲ αὐτῷ Σέξτος ὁ φιλόσοφος μεγάλα ἔφη τῇ θυγατρὶ δώσεις ἐγκρατῶς αὐτὴν πενθήσας. ἐπένθει δὲ ταῖς ὑπερβολαῖς ταύταις τὰς θυγατέρας, ἐπειδὴ Ἀττικὸν τὸν υἱὸν ἐν ὀργῇ εἶχεν. διεβέβλητο δὲ πρὸς αὐτὸν ὡς ἠλιθιώδη καὶ δυσγράμματον καὶ παχὺν τὴν μνήμην· τὰ γοῦν πρῶτα γράμματα παραλαβεῖν μὴ δυνηθέντος2 ἦλθεν ἐς ἐπίνοιαν τῷ Ἡρώδῃ ξυντρέφειν αὐτῷ τέτταρας παῖδας καὶ εἴκοσιν ἰσήλικας ὠνομασμένους ἀπὸ τῶν γραμμάτων, ἵνα ἐν τοῖς τῶν παίδων ὀνόμασι τὰ γράμματα ἐξ ἀνάγκης αὐτῷ μελετῷτο. ἑώρα δὲ αὐτὸν καὶ μεθυστικὸν καὶ ἀνοήτως ἐρῶντα, ὅθεν ζῶν μὲν ἐπεχρησμῴδει τῇ ἑαυτοῦ οὐσίᾳ ἐκεῖνο τὸ ἔπος· "εἷς δʼ ἔτι που μωρὸς καταλείπεται εὐρέι οἴκῳ, "τελευτῶν δὲ τὰ μὲν μητρῷα αὐτῷ ἀπέδωκεν, ἐς ἑτέρους δὲ κληρονόμους τὸν ἑαυτοῦ οἶκον μετέστησεν. ἀλλʼ Ἀθηναίοις ἀπάνθρωπα ἐδόκει ταῦτα οὐκ ἐνθυμουμένοις τὸν Ἀχιλλέα καὶ τὸν Πολυδεύκην καὶ τὸν Μέμνονα, οὓς ἴσα γνησίοις ἐπένθησε τροφίμους ὄντας, ἐπειδὴ καλοὶ μάλιστα καὶ ἀγαθοὶ ἦσαν γενναῖοί τε καὶ φιλομαθεῖς καὶ τῇ παρʼ αὐτῷ τροφῇ πρέποντες. εἰκόνας γοῦν ἀνετίθει σφῶν θηρώντων καὶ τεθηρακότων καὶ θηρασόντων τὰς μὲν ἐν δρυμοῖς, τὰς δὲ ἐπʼ ἀγροῖς, τὰς δὲ πρὸς πηγαῖς, τὰς δὲ ὑπὸ σκιαῖς πλατάνων, οὐκ ἀφανῶς, ἀλλὰ ξὺν ἀραῖς τοῦ περικόψοντος ἢ κινήσοντος,3 οὓς οὐκ ἂν ἐπὶ τοσοῦτον ἦρεν, εἰ μὴ ἐπαίνων ἀξίους ἐγίγνωσκεν. Κυντιλίων δέ, ὁπότε ἦρχον τῆς Ἑλλάδος, αἰτιωμένων αὐτὸν ἐπὶ ταῖς τῶν μειρακίων τούτων εἰκόσιν ὡς περιτταῖς τί δὲ ὑμῖν ἔφη διενήνοχεν, εἰ ἐγὼ τοῖς ἐμοῖς ἐμπαίζω λιθαρίοις;

对勒吉拉的哀悼遂以此方式告终;至于对其女帕那特奈丝之丧,雅典人将她安葬于城内,并表决将她卒殁之日从岁历中剔除,以此抚平其哀。而当他名为埃尔皮尼刻的另一女儿亦离世时,他倒卧于地,捶打地面呼号道: “女儿啊,我当以何献祭于你?当以何物为你陪葬?” 适逢哲学家塞克斯图斯在侧,便道: “若你能克制悲痛以悼念她, 便已是向女儿奉献了无上之礼。” 希罗德之所以如此极尽哀悼诸女,乃因其对其子阿提库斯深怀愤怨。他向来鄙弃此子,斥其愚顽钝拙、目不识丁且记性极差;至少,在此子连字母表都无法掌握之时,希罗德便心生一计,命二十四名与他同龄的少年与他一同抚养,并以诸字母为其命名,以便他借同伴之名不得不熟记这些字母。希罗德又见他嗜酒成性、愚妄纵情,故生前常以那句诗谶对其家产自嘲道: “想必在这宽广宅第中,尚留有一名蠢夫;”而在弥留之际,希罗德虽将母系遗产归还于他,却将自身的家产悉数转予其他继承人。然而雅典人未曾体谅阿喀琉斯、波吕丢刻斯与门农之事,反觉希罗德此举残忍绝情;这三人虽为希罗德之养子,却因品性极尽优良高尚、敏而好学且无愧于他给予的教养,而获其视同己出般的深切哀悼。实际上,希罗德曾为他们立像,刻画其行猎、猎毕及将猎之姿,散置于林中、田间、泉畔或悬铃木树荫下,无一隐蔽,且对企图损坏或搬动者附有严厉诅咒;若非深知他们堪受赞扬,断不至于将他们尊崇至此。当昆克蒂利乌斯兄弟执政希腊、指责这些少年的塑像纯属多余时,希罗德说道: “我以自家的小石子玩耍消遣, 与你们 又有何干?”

语法注3 条
  1. 2.1.9εὐσκόπως εἶχε τῶν ἀποκρίσεων

    副词 εὐσκόπως(准确地、得体地)与动词 ἔχω 连用后接属格的句式。属格 τῶν ἀποκρίσεων 作关涉属格(限制属格),限定状态所涉及的范围。字面义为“在应对方面处于准确得体的状态”,即“对答应变敏捷而切中要害”。

  2. 2.1.10τὰ γοῦν πρῶτα γράμματα παραλαβεῖν μὴ δυνηθέντος

    独立属格结构(genitive absolute),其逻辑主语(指儿子阿提库斯,即省略的 αὐτοῦ)未在分词旁明确出现,而是由语境补足。根据前文的 πρὸς αὐτὸν(“针对他”)以及后文的与格主语 τῷ Ἡρώδῃ(“希罗德”),该分词的主语显然是阿提库斯。

  3. 2.1.10ξὺν ἀραῖς τοῦ περικόψοντος ἢ κινήσοντος

    定冠词与将来时分词连用(τοῦ περικόψοντος ἢ κινήσοντος,意为“企图损毁或搬动者”)作实质名词,依附于名词 ἀραῖς(“诅咒”)。此属格在语法上充当 ἀραῖς 的宾格性属格(objective genitive),表示诅咒所施加的对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.1.9-2.1.10