← 斐洛斯脱拉德

智者传

§2.1.8

驳斥袭击传闻与关于勒吉拉之死的控告

作者驳斥了希罗德曾在伊达山殴打安敦尼的传言,随后记叙了其妻兄布拉杜阿斯就怀孕的勒吉拉之死提起的谋杀控告、希罗德在元老院的机智反诘以及其深沉悼念的真伪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.8

οἱ δὲ ποιούμενοι κατηγορίαν τῶν Ἡρώδου χειρῶν ὡς ἐπενεχθεισῶν Ἀντωνίνῳ ἐν τῇ Ἴδῃ τῷ ὄρει κατὰ χρόνους, οὓς ὁ μὲν τῶν ἐλευθέρων πόλεων, ὁ δὲ πασῶν τῶν κατὰ τὴν Ἀσίαν ἦρχον, ἠγνοηκέναι μοι δοκοῦσι τὸν Δημοστράτου πρὸς τὸν Ἡρώδην ἀγῶνα, ἐν ᾧ πλεῖστα διαβάλλων αὐτὸν οὐδαμοῦ τῆς παροινίας ταύτης ἐπεμνήσθη, ἐπεὶ μηδὲ ἐγένετο. ὠθισμὸς μὲν γάρ τις αὐτοῖς ξυνέπεσεν, ὡς ἐν δυσχωρίᾳ καὶ στενοῖς, αἱ δὲ χεῖρες οὐδὲν παρηνόμησαν, ὥστε οὐκ ἂν παρῆκεν ὁ Δημόστρατος διελθεῖν αὐτὰ1 ἐν τῇ πρὸς τὸν Ἡρώδην δίκῃ πικρῶς οὕτω καθαψάμενος τοῦ ἀνδρός, ὡς διαβάλλειν αὐτοῦ καὶ τὰ ἐπαινούμενα. ἦλθεν ἐπὶ τὸν Ἡρώδην καὶ φόνου δίκη ὧδε ξυντεθεῖσα· κύειν μὲν αὐτῷ τὴν γυναῖκα Ῥήγιλλαν ὄγδοόν που μῆνα, τὸν δὲ Ἡρώδην οὐχ ὑπὲρ μεγάλων Ἀλκιμέδοντι ἀπελευθέρῳ προστάξαι τυπτῆσαι αὐτήν, πληγεῖσαν δὲ ἐς τὴν γαστέρα τὴν γυναῖκα ἀποθανεῖν2 ἐν ὠμῷ τῷ τόκῳ. ἐπὶ τούτοις ὡς ἀληθέσι γράφεται αὐτὸν φόνου Βραδούας ὁ τῆς Ῥηγίλλης ἀδελφὸς εὐδοκιμώτατος ὢν ἐν ὑπάτοις καὶ τὸ ξύμβολον τῆς εὐγενείας περιηρτημένος τῷ ὑποδήματι, τοῦτο δέ ἐστιν ἐπισφύριον ἐλεφάντινον μηνοειδές, καὶ παρελθὼν ἐς τὸ Ῥωμαίων βουλευτήριον πιθανὸν μὲν οὐδὲν διῄει περὶ τῆς αἰτίας, ἣν ἐπῆγεν, ἑαυτοῦ δὲ ἔπαινον ἐμακρηγόρει περὶ τοῦ γένους, ὅθεν ἐπισκώπτων αὐτὸν ὁ Ἡρώδης σὺ ἔφη τὴν εὐγένειαν ἐν τοῖς ἀστραγάλοις ἔχεις. μεγαλαυχουμένου δὲ τοῦ κατηγόρου καὶ ἐπʼ εὐεργεσίᾳ μιᾶς τῶν ἐν Ἰταλίᾳ πόλεων μάλα γενναίως ὁ Ἡρώδης κἀγὼ ἔφη πολλὰ τοιαῦτα περὶ ἐμαυτοῦ διῄειν ἄν, εἰ ἐν ἁπάσῃ τῇ γῇ ἐκρινόμην. ξυνήρατο δὲ αὐτῷ τῆς ἀπολογίας πρῶτον μὲν τὸ μηδὲν προστάξαι τοιοῦτον ἐπὶ τὴν Ῥήγιλλαν, ἔπειτα τὸ ὑπερπενθῆσαι ἀποθανοῦσαν· διεβάλλετο μὲν γὰρ καὶ ταῦτα ὡς πλάσμα, ἀλλʼ ὅμως τἀληθὲς ἴσχυεν, οὐ γάρ ποτε οὔτʼ ἂν θέατρον αὐτῇ ἀναθεῖναι3 τοιοῦτον, οὔτʼ ἂν δευτέραν κλήρωσιν τῆς ὑπάτου ἀρχῆς ἐπʼ αὐτῇ ἀναβαλέσθαι μὴ καθαρῶς ἔχοντα τῆς αἰτίας, οὔτʼ ἂν τὸν κόσμον αὐτῆς ἐς τὸ ἐν Ἐλευσῖνι ἱερὸν ἀναθεῖναι φέροντα φόνῳ μεμιασμένον, τουτὶ γὰρ τιμωροὺς τοῦ φόνου ποιοῦντος ἦν τὰς θεὰς μᾶλλον ἢ ξυγγνώμονας.4 ὁ δὲ καὶ τὸ σχῆμα τῆς οἰκίας ἐπʼ αὐτῇ ὑπήλλαξε μελαίνων τὰ τῶν οἴκων ἄνθη παραπετάσμασι καὶ χρώμασι καὶ λίθῳ Λεσβίῳ — κατηφὴς δὲ ὁ λίθος καὶ μέλας — ὑπὲρ ὧν λέγεται καὶ Λούκιος ἀνὴρ σοφὸς ἐς ξυμβουλίαν τῷ Ἡρώδῃ καθιστάμενος, ὡς οὐκ ἔπειθε μεταβαλεῖν αὐτὸν διασκῶψαι. ἄξιον δὲ μηδὲ τοῦτο παρελθεῖν λόγου παρὰ τοῖς σπουδαίοις ἀξιούμενον·

至于那些控告希罗德动手、称其在掌管自由城邦而安敦尼统领整个亚细亚期间曾于伊达山袭击安敦尼的人,依我之见,实乃不知德摩斯特拉托斯对希罗德的那场诉讼;盖德摩斯特拉托斯在那场辩争中对他极尽诋毁,却对这桩蛮横暴行只字未提,盖因其根本未曾发生。他们之间固然曾因地势险恶与隘道逼仄而有过些许推挤,但双手并未行任何不法之举;否则德摩斯特拉托斯痛斥此人已至连其堪称赞之举亦加毁谤的境地,断不会在与希罗德的诉讼中遗漏叙述此事。希罗德还曾遭遇一场捏造的谋杀诉讼,其由如下:其妻勒吉拉怀有约八个月身孕,希罗德因微不足道之事命其获释奴阿尔基墨冬殴打她,妇人因腹部受击而在早产中殒命。勒吉拉之兄布拉杜阿斯乃执政官阶层中极负盛誉之人,鞋履上系有显贵身份的标志——即一枚象牙制成的新月形踝饰;他将〔上述〕这些事当作实情,控告希罗德犯有谋杀罪。然而步入罗马元老院后,他对自己提出的指控未曾吐露任何有说服力之词,反而长篇大论地自夸其门第出身。希罗德遂讥刺他道: “你的高贵,原是长在脚踝骨上的。” 当那原告又大肆吹嘘自己对意大利某座城市的恩惠时,希罗德极尽豪迈之概道: “若在普天之下受审,我也能为自己罗列许多这等功绩。” 有助于他辩护的,首先在于他从未向勒吉拉下达过此类指令,其次则在于其死后他所表露的极度悲恸。这些悲痛之举虽亦被诋毁为虚伪造作,然真相终究彰明;盖若他在这项指控上并非清白,绝不会为她奉献如此宏伟的剧场,绝不会因她而推延第二次执政官职位的抽签甄选,更绝不敢在身染凶杀污秽之时将她的首饰带至厄琉息斯圣所献祭——盖此举无异于使诸女神成为谋杀的复仇者而非宽恕者。他甚至为她改变了府邸的样貌,以帷幔、颜料及累斯博斯石——此石阴郁而漆黑——将各居室原有的繁盛彩饰尽数染黑。关于这些举动,据说贤者卢基乌斯在为希罗德进言时,见无法劝其更改,便出言调侃。此一在严谨雅士间亦备受珍视的轶事,同样不宜遗漏不录:

语法注4 条
  1. 2.1.8οὐκ ἂν παρῆκεν ὁ Δημόστρατος διελθεῖν αὐτὰ

    ἄν 与过去时直说语气(不定过去时 παρῆκεν)连用,构成过去相反事实的虚拟结论(过去违实语气):“德摩斯特拉托斯断不会遗漏叙述此事”。它承接在结果状语连词 ὥστε 之后。

  2. 2.1.8ἦλθεν ἐπὶ τὸν Ἡρώδην καὶ φόνου δίκη ὧδε ξυντεθεῖσα· κύειν μὲν... προστάξαι... ἀποθανεῖν

    冒号后的从句通过间接引语的“对格加不定式”结构(accusativus cum infinitivo)具体展开所谓捏造指控(ὧδε ξυντεθεῖσα)的内容:主格性质的对格主语 τὴν γυναῖκα Ῥήγιλλαν 搭配不定式 κύειν,τὸν δὲ Ἡρώδην 搭配 προστάξαι,以及 τὴν γυναῖκα 搭配 ἀποθανεῖν。

  3. 2.1.8οὐ γάρ ποτε οὔτʼ ἂν θέατρον αὐτῇ ἀναθεῖναι τοιοῦτον, οὔτʼ ἂν δευτέραν κλήρωσιν τῆς ὑπάτου ἀρχῆς ἐπʼ αὐτῇ ἀναβαλέσθαι... οὔτʼ ἂν τὸν κόσμον αὐτῆς... ἀναθεῖναι

    间接引语中 ἄν 与不定式(ἀναθεῖναι, ἀναβαλέσθαι, ἀναθεῖναι)的搭配,转换自直接引语中表过去违实语气的 ἄν 与过去直说语气(“他绝不会奉献……亦绝不会推迟……更绝不会奉上……”)。分词短语 μὴ καθαρῶς ἔχοντα 具有条件从句的含义(“如果不是清白的话”)。

  4. 2.1.8τουτὶ γὰρ τιμωροὺς τοῦ φόνου ποιοῦντος ἦν τὰς θεὰς μᾶλλον ἢ ξυγγνώμονας

    未完成过去时 ἦν 与所有格/属性属格分词(ποιοῦντος)连用,表示“这是……之人的做派/性质”(“因为这等行径无异于……之人的作为”)。属格分词 ποιοῦντος 带有双重对格:宾语 τὰς θεὰς 与宾语补足语 τιμωροὺς... ἢ ξυγγνώμονας。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.1.8