← 斐洛斯脱拉德

智者传

§2.1.11

西尔米乌姆审判与马可皇帝的宽容

希罗德与昆克蒂利乌斯兄弟之争演变为雅典人的控诉,并在西尔米乌姆马可皇帝御前受审;因双生养女遭雷殛而精神错乱的希罗德在庭上狂悖辱帝,马可却秉持哲人宽宏从容审理,并对释奴们施以宽大判决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.11

ἦρξε δὲ αὐτῷ τῆς πρὸς τοὺς Κυντιλίους διαφορᾶς, ὡς μὲν οἱ πολλοί φασι, Πυθικὴ πανήγυρις, ἐπειδὴ ἑτεροδόξως τῆς μουσικῆς ἠκροῶντο, ὡς δὲ ἔνιοι, τὰ παισθέντα περὶ αὐτῶν Ἡρώδῃ πρὸς Μάρκον· ὁρῶν γὰρ αὐτοὺς Τρῶας μέν, μεγάλων δὲ ἀξιουμένους παρὰ τοῦ βασιλέως ἐγὼ ἔφη καὶ τὸν Δία μέμφομαι τὸν Ὁμηρικόν, ὅτι τοὺς Τρῶας φιλεῖ. ἡ δὲ ἀληθεστέρα αἰτία ἥδε· τὼ ἄνδρε τούτω, ὁπότε ἄμφω τῆς Ἑλλάδος ἠρχέτην, καλέσαντες ἐς τὴν ἐκκλησίαν Ἀθηναῖοι φωνὰς ἀφῆκαν τυραννουμένων πρὸς τὸν Ἡρώδην ἀποσημαίνοντες καὶ δεόμενοι ἐπὶ πᾶσιν ἐς τὰ βασίλεια ὦτα παραπεμφθῆναι τὰ εἰρημένα. τῶν δὲ Κυντιλίων παθόντων τι πρὸς τὸν δῆμον καὶ ξὺν ὁρμῇ ἀναπεμψάντων ἃ ἤκουσαν, ἐπιβουλεύεσθαι παρʼ αὐτῶν ὁ Ἡρώδης ἔφασκεν ὡς ἀναθολούντων ἐπʼ αὐτὸν τοὺς Ἀθηναίους. μετʼ ἐκείνην γὰρ τὴν ἐκκλησίαν Δημόστρατοι ἀνέφυσαν καὶ Πραξαγόραι καὶ Μαμερτῖνοι καὶ ἕτεροι πλείους ἐς τὸ ἀντίξοον τῷ Ἡρώδῃ πολιτεύοντες. γραψάμενος δὲ αὐτοὺς Ἡρώδης ὡς ἐπισυνιστάντας αὐτῷ τὸν δῆμον ἦγεν ἐπὶ τὴν ἡγεμονίαν, οἱ δὲ ὑπεξῆλθον ἀφανῶς παρὰ τὸν αὐτοκράτορα Μάρκον, θαρροῦντες τῇ τε φύσει τοῦ βασιλέως δημοτικωτέρᾳ οὔσῃ καὶ τῷ καιρῷ· ὧν γὰρ ὑπώπτευσε Λούκιον κοινωνὸν αὐτῷ1 τῆς ἀρχῆς γενόμενον, οὐδὲ τὸν Ἡρώδην ἠφίει τοῦ μὴ οὐ ξυμμετέχειν αὐτῷ. ὁ μὲν δὴ αὐτοκράτωρ ἐκάθητο ἐς τὰ Παιόνια ἔθνη ὁρμητηρίῳ τῷ Σιρμίῳ χρώμενος, κατέλυον δὲ οἱ μὲν ἀμφὶ τὸν Δημόστρατον περὶ τὰ βασίλεια, παρέχοντος αὐτοῖς ἀγορὰν τοῦ Μάρκου καὶ θαμὰ ἐρωτῶντος, εἴ του δέοιντο. φιλανθρώπως δὲ πρὸς αὐτοὺς ἔχειν αὐτός τε ἑαυτὸν ἐπεπείκει καὶ τῇ γυναικὶ ἐπέπειστο καὶ τῷ θυγατρίῳ ψελλιζομένῳ ἔτι, τοῦτο γὰρ μάλιστα ξὺν πολλοῖς θωπεύμασι περιπῖπτον τοῖς γόνασι τοῦ πατρὸς ἐδεῖτο σῶσαί οἱ τοὺς Ἀθηναίους. ὁ δὲ Ἡρώδης ἐν προαστείῳ ἐσκήνου, ἐν ᾧ πύργοι ἐξῳκοδόμηντο καὶ ἡμιπύργια, καὶ δὴ ξυναπεδήμουν αὐτῷ καὶ δίδυμοι κόραι πρὸς ἀκμῇ γάμων θαυμαζόμεναι ἐπὶ τῷ εἴδει, ἃς ἐκνηπιώσας ὁ Ἡρώδης οἰνοχόους ἑαυτῷ καὶ ὀψοποιοὺς ἐπεποίητο θυγάτρια ἐπονομάζων καὶ ὧδε ἀσπαζόμενος — Ἀλκιμέδοντος μὲν δὴ αὗται θυγατέρες, ὁ δὲ Ἀλκιμέδων ἀπελεύθερος τοῦ Ἡρώδου — καθευδούσας δὲ αὐτὰς ἐν ἑνὶ τῶν πύργων, ὃς ἦν ἐχυρώτατος, σκηπτὸς ἐνεχθεὶς νύκτωρ ἀπέκτεινεν. ὑπὸ τούτου δὴ τοῦ πάθους ἔκφρων ὁ Ἡρώδης ἐγένετο καὶ παρῆλθεν ἐς τὸ βασίλειον δικαστήριον οὔτε ἔννους καὶ θανάτου ἐρῶν. παρελθὼν γὰρ καθίστατο ἐς διαβολὰς τοῦ αὐτοκράτορος οὐδὲ σχηματίσας τὸν λόγον, ὡς εἰκὸς ἦν ἄνδρα γεγυμνασμένον τῆς τοιᾶσδε ἰδέας μεταχειρίσασθαι τὴν ἑαυτοῦ χολήν, ἀλλʼ ἀπηγκωνισμένῃ τῇ γλώττῃ καὶ γυμνῇ2 διετείνετο λέγων ταῦτά μοι ἡ Λουκίου ξενία, ὃν σύ μοι ἔπεμψας· ὅθεν δικάζεις, γυναικί με καὶ τριετεῖ παιδίῳ καταχαριζόμενος. Βασσαίου δὲ τοῦ πεπιστευμένου τὸ ξίφος θάνατον αὐτῷ φήσαντος ὁ Ἡρώδης ὦ λῷστε, ἔφη γέρων ὀλίγα φοβεῖται. ὁ μὲν οὖν Ἡρώδης ἀπῆλθε τοῦ δικαστηρίου εἰπὼν ταῦτα καὶ μετέωρον καταλείψας πολὺ τοῦ ὕδατος,3 ἡμεῖς δὲ τῶν ἐπιδήλως τῷ Μάρκῳ φιλοσοφηθέντων καὶ τὰ περὶ τὴν δίκην ταύτην ἡγώμεθα· οὐ γὰρ ξυνήγαγε τὰς ὀφρῦς, οὐδὲ ἔτρεψε τὸ ὄμμα, ὃ κἂν διαιτητής τις ἔπαθεν, ἀλλʼ ἐπιστρέψας ἑαυτὸν ἐς τοὺς Ἀθηναίους ἀπολογεῖσθε, ἔφη, ὦ Ἀθηναῖοι, εἰ καὶ μὴ ξυγχωρεῖ Ἡρώδης. καὶ ἀκούων ἀπολογουμένων ἐπὶ πολλοῖς μὲν ἀφανῶς ἤλγησεν, ἀναγιγνωσκομένης δὲ αὐτῷ καὶ Ἀθηναίων ἐκκλησίας, ἐν ᾗ ἐφαίνοντο καθαπτόμενοι τοῦ Ἡρώδου, ὡς τοὺς ἄρχοντας τῆς Ἑλλάδος ὑποποιουμένου πολλῷ τῷ μέλιτι καί που καὶ βεβοηκότες ὢ πικροῦ μέλιτος καὶ πάλιν μακάριοι οἱ ἐν τῷ λοιμῷ ἀποθνήσκοντες οὕτως ἐσείσθη τὴν καρδίαν ὑφʼ ὧν ἤκουσεν, ὡς ἐς δάκρυα φανερὰ ὑπαχθῆναι. τῆς δὲ τῶν Ἀθηναίων ἀπολογίας ἐχούσης κατηγορίαν τοῦ τε Ἡρώδου καὶ τῶν ἀπελευθέρων τὴν ὀργὴν ὁ Μάρκος ἐς τοὺς ἀπελευθέρους ἔτρεψε κολάσει χρησάμενος ὡς οἷόν τε ἐπιεικεῖ, οὕτω γὰρ αὐτὸς χαρακτηρίζει τὴν ἑαυτοῦ κρίσιν, μόνῳ δὲ Ἀλκιμέδοντι τὴν τιμωρίαν ἐπανῆκεν ἀποχρῶσαν εἶναί οἱ φήσας τὴν ἐπὶ τοῖς τέκνοις συμφοράν. ταῦτα μὲν δὴ ὧδε ἐφιλοσοφεῖτο τῷ Μάρκῳ.

希罗德与昆克蒂利乌斯兄弟产生嫌隙的起因,据多数人所言,是在皮提亚竞技会上,因为双方对音乐的评判旨趣相异;但据另一些人所言,则起于希罗德向马可皇帝对他们所作的戏谑之语。盖见二人虽为特洛伊人后嗣,却深得皇帝器重提拔,希罗德便道: “我 甚至连荷马笔下的宙斯也要怪罪, 只因他偏袒特洛伊人。” 然而更为真实的缘由乃是如下情由:当此二人共同执掌希腊行省之时,雅典人将他们请至公民大会,发出受压迫者的呼号,直指希罗德的暴虐,并切切请求将所控之言转达至帝听。昆克蒂利乌斯兄弟对雅典民众深怀恻隐,便急切地将所闻呈报上去,希罗德遂指控他们煽惑雅典人反对自己,乃是在暗中构陷他。盖在此次集会之后,德谟斯特拉托斯、普拉克萨戈拉斯、马梅尔提努斯以及更多人应运而生,在政坛上处处与希罗德作对。希罗德遂以策动民众结伙抗拒为由起诉他们,欲将其解送至总督法庭;但这些人借皇帝平易近民之性情与当前的有利时机,悄然脱身投奔马可皇帝而去。盖在马可对其共同执政者卢基乌斯所怀有的种种猜忌之中,他亦未曾免除希罗德同流合污之嫌。彼时皇帝正以西尔米乌姆为军事基地驻跸,对帕诺尼亚诸部用兵;德谟斯特拉托斯一行便在皇宫近旁安顿,马可不仅为他们提供膳食给养,还屡屡垂询是否有所匮乏。马可既说服自己以仁厚相待,亦受其妻(法乌斯蒂娜)以及尚在牙牙学语的小女儿之劝导;盖此幼女百般娇嗔地扑在父亲膝头,苦苦哀求他务必为自己保全雅典人。希罗德则下榻于一座城郊庄园,其间筑有高塔与半塔;陪伴他一同出行的还有一对正当及笄之年、以容貌绝美著称的孪生少女。希罗德自幼将她们抚养长大,令其充当自己的酒膳侍从,呼之为幼女,宠爱有加——她们本是希罗德的释奴阿尔基墨冬之女——然而,当她们在最为坚固的一座塔楼中寝息时,竟在夜间遭雷殛而亡。惨遭此等剧变,希罗德精神彻底失常,在神智全无且一心求死之态下闯入皇家法庭。盖他一出场便肆意诋毁攻讦皇帝,甚至未曾按照此类修辞名家理应掌控激愤的方式对言辞施加任何文饰,而是毫无遮拦、赤裸尖刻地高声发难,说道: “这就是款待你派到我这里的卢基乌斯给我的回报!因此你这般断案,无非是向一个妇人和三岁幼童曲意谄媚,拿我作牺牲品!” 主管佩剑的巴斯萨埃乌斯当即宣告此言当处死罪,希罗德却道: “好心人, 老者所惧者甚少。” 希罗德言罢便径自退出法庭,在水钟里还悬留着大量计时之水时拂袖而去。然而,我们应当将马可在此案中的举措视作其哲学造诣的昭彰显现:盖他既未深锁双眉,亦未游移目光——即便普通仲裁者遇此亦难免动容——而是转身面向雅典人,说道: “雅典人啊, 即便希罗德不允, 你们亦当自辩。” 在聆听他们答辩之际,马可虽对诸多事项暗自痛心,但当雅典人的公民大会决议宣读于他,其中赫然可见他们对希罗德的指斥,控告他以大量蜂蜜(厚赂)收买希腊的长官,且其中甚至记录着人们呼喊“呜呼,苦涩之蜜!”以及“死于瘟疫者何其有幸!”等语,马可闻之肺腑剧震,竟至当众潸然泪下。鉴于雅典人的辩护既控告了希罗德,亦控告了他的释奴们,马可遂将怒火转向释奴,施以尽可能宽缓的惩处——盖他本人亦以此定性自己的判决——并且唯独赦免了阿尔基墨冬的刑罚,称其子女所遭横祸对他而言已足抵罪愆。马可便是如此笃行其哲学风骨的。

语法注3 条
  1. 2.1.11ὧν γὰρ ὑπώπτευσε Λούκιον κοινωνὸν αὐτῷ τῆς ἀρχῆς γενόμενον, οὐδὲ τὸν Ἡρώδην ἠφίει τοῦ μὴ οὐ ξυμμετέχειν αὐτῷ.

    关系代词 ὧν 兼具先行词(τούτων)并受动词 ὑπώπτευσε 之支配或受格吸引而呈属格。主句 οὐδὲ τὸν Ἡρώδην ἠφίει τοῦ μὴ οὐ ξυμμετέχειν αὐτῷ 采用免除类动词(ἠφίει)带属格不定词(τοῦ ξυμμετέχειν)的经典句式,因受主句否定词 οὐδέ 的影响,不定词前叠用否定词 μὴ οὐ(“亦未曾免除希罗德同流合污之嫌”)。

  2. 2.1.11ἀπηγκωνισμένῃ τῇ γλώττῃ καὶ γυμνῇ

    方式与格。分词 ἀπηγκωνισμένῃ 与 γυμνῇ(“赤裸的”)并列,字面意指肘部向后或无所羁绊,在此引申指摒弃了一切修辞掩饰(σχῆμα)与克制、任由舌锋狂暴直出的情态。

  3. 2.1.11μετέωρον καταλείψας πολὺ τοῦ ὕδατος

    此句为有关法庭水钟(克莱普西德拉)计时的习语。谓语性形容词 μετέωρον(“悬置于空中的”、“未流尽的”)修饰 πολὺ τοῦ ὕδατος(“大量的水”),意指希罗德在法定辩护时间的水尚未流完之际,便拂袖中断并发足退庭。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.1.11