- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.1.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希罗德结识了身材魁梧、能与野兽博斗并被称为“希罗德之赫拉克勒斯”的青年阿伽提翁,探询其身世、纯正雅典方言的养成以及对悲剧和竞技的独到见解,并亲见其超凡的神奇感知。
ὃν (δ᾽) ἐκάλουν οἱ πολλοὶ Ἡρώδου Ἡρακλέα, νεανίας οὗτος ἦν1 ἐν ὑπήνῃ πρῴτῃ Κελτῷ μεγάλῳ ἴσος καὶ ἐς ὀκτὼ πόδας τὸ μέγεθος. διαγράφει δὲ αὐτὸν ὁ Ἡρώδης ἐν μιᾷ τῶν πρὸς τὸν Ἰουλιανὸν ἐπιστολῶν, κομᾶν τε ξυμμέτρως καὶ τῶν ὀφρύων λασίως ἔχειν,2 ἃς καὶ ξυμβάλλειν ἀλλήλαις οἷον μίαν, χαροπήν τε ἀκτῖνα ἐκ τῶν ὀμμάτων ἐκδίδοσθαι παρεχομένην τι ὁρμῆς ἦθος καὶ γρυπὸν εἶναι καὶ εὐτραφῶς ἔχοντα τοῦ αὐχένος, τουτὶ δὲ ἐκ πόνων ἥκειν αὐτῷ μᾶλλον ἢ σίτου. εἶναι δὲ αὐτῷ καὶ στέρνα εὐπαγῆ καὶ ξὺν ὥρᾳ κατεσκληκότα, καὶ κνήμην μικρὸν ἐς τὰ ἔξω κυρτουμένην καὶ παρέχουσαν τῇ βάσει τὸ εὖ βεβηκέναι. ἐνῆφθαι δὲ αὐτὸν καὶ δορὰς λύκων, ῥαπτὸν ἔσθημα, ἄθλους τε ποιεῖσθαι τοὺς ἀγρίους τῶν συῶν καὶ τοὺς θῶας καὶ τοὺς λύκους καὶ τῶν ταύρων τοὺς ὑβρίζοντας, καὶ ὠτειλὰς δὲ δεικνύναι τούτων τῶν ἀγώνων. γενέσθαι δὲ τὸν Ἡρακλέα τοῦτον οἱ μὲν γηγενῆ φασιν ἐν τῷ Βοιωτίῳ δήμῳ, Ἡρώδης δὲ ἀκοῦσαι λέγοντός φησιν, ὡς μήτηρ μὲν αὐτῷ γένοιτο γυνὴ οὕτω τι ἐπερρωμένη, ὡς βουκολεῖν, πατὴρ δὲ Μαραθών, οὗ τὸ ἐν Μαραθῶνι ἄγαλμα, ἔστι δὲ ἥρως γεωργός. ἤρετό τε τὸν Ἡρακλέα τοῦτον ὁ Ἡρώδης, εἰ καὶ ἀθάνατος εἴη, ὁ δὲ θνητοῦ ἔφη μακροημερώτερος. ἤρετο αὐτὸν καὶ ὅ τι σιτοῖτο, ὁ δὲ γαλακτοφαγῶ ἔφη τὸν πλείω τοῦ χρόνου καί με βόσκουσιν αἶγές τε καὶ ποιμένες τῶν τε βοῶν καὶ τῶν ἵππων αἱ τοκάδες, ἐκδίδοται δέ τι καὶ θηλῆς ὄνων γάλα εὔποτόν τε καὶ κοῦφον, ἐπειδὰν δὲ ἀλφίτοις προσβάλλω, δέκα σιτοῦμαι χοίνικας, καὶ ξυμφέρουσί μοι τὸν ἔρανον τοῦτον γεωργοὶ Μαραθώνιοί τε καὶ Βοιώτιοι, οἵ με καὶ Ἀγαθίωνα ἐπονομάζουσιν, ἐπειδὴ καὶ εὐξύμβολος αὐτοῖς φαίνομαι. τὴν δὲ δὴ γλῶτταν ἔφη ὁ Ἡρώδης πῶς ἐπαιδεύθης καὶ ὑπὸ τίνων; οὐ γάρ μοι τῶν ἀπαιδεύτων φαίνῃ. καὶ ὁ Ἀγαθίων ἡ μεσογεία ἔφη τῆς Ἀττικῆς ἀγαθὸν διδασκαλεῖον ἀνδρὶ βουλομένῳ διαλέγεσθαι, οἱ μὲν γὰρ ἐν τῷ ἄστει Ἀθηναῖοι μισθοῦ δεχόμενοι Θρᾴκια καὶ Ποντικὰ μειράκια καὶ ἐξ ἄλλων ἐθνῶν βαρβάρων ξυνερρυηκότα παραφθείρονται παρʼ αὐτῶν τὴν φωνὴν μᾶλλον ἢ ξυμβάλλονταί τι αὐτοῖς ἐς εὐγλωττίαν, ἡ μεσογεία δὲ ἄμικτος βαρβάροις οὖσα ὑγιαίνει αὐτοῖς ἡ φωνὴ3 καὶ ἡ γλῶττα τὴν ἄκραν Ἀτθίδα ἀποψάλλει. πανηγύρει δὲ ἦ δʼ ὁ Ἡρώδης παρέτυχες; καὶ ὁ Ἀγαθίων τῇ γε Πυθοῖ ἔφη οὐκ ἐπιμιγνὺς τῷ ὁμίλῳ, ἀλλʼ ἐκ περιωπῆς τοῦ Παρνασοῦ ἀκούων τῶν τῆς μουσικῆς ἀγωνιστῶν, ὅτε Παμμένης ἐπὶ τραγῳδίᾳ ἐθαυμάσθη, καί μοι ἔδοξαν οἱ σοφοὶ Ἕλληνες οὐ χρηστὸν πρᾶγμα ἐργάζεσθαι τὰ τῶν Πελοπιδῶν καὶ τὰ τῶν Λαβδακιδῶν κακὰ ξὺν ἡδονῇ ἀκούοντες, ξύμβουλοι γὰρ σχετλίων ἔργων μῦθοι μὴ ἀπιστούμενοι. φιλοσοφοῦντα δὲ αὐτὸν ἰδὼν ὁ Ἡρώδης ἤρετο καὶ περὶ τῆς γυμνικῆς ἀγωνίας ὅπως γιγνώσκοι, καὶ ὃς ἐκείνων ἔφη καταγελῶ μᾶλλον ὁρῶν τοὺς ἀνθρώπους διαγωνιζομένους ἀλλήλοις παγκράτιον καὶ πυγμὴν καὶ δρόμον καὶ πάλην καὶ στεφανουμένους ὑπὲρ τούτου· στεφανούσθω δὲ ὁ μὲν δρομικὸς ἀθλητὴς ἔλαφον παρελθὼν ἢ ἵππον, ὁ δὲ τὰ βαρύτερα ἀσκῶν ταύρῳ συμπλακεὶς ἢ ἄρκτῳ, ὃ ἐγὼ ὁσημέραι πράττω μέγαν ἆθλον ἀφῃρημένης μοι τῆς τύχης, ἐπεὶ μηκέτι βόσκει λέοντας Ἀκαρνανία. ἀγασθεὶς οὖν ὁ Ἡρώδης ἐδεῖτο αὐτοῦ ξυσσιτῆσαί οἱ. καὶ ὁ Ἀγαθίων αὔριον ἔφη ἀφίξομαί σοι κατὰ μεσημβρίαν ἐς τὸ τοῦ Κανώβου ἱερόν, ἔστω δέ σοι κρατὴρ ὁ μέγιστος τῶν ἐν τῷ ἱερῷ γάλακτος πλέως, ὃ μὴ γυνὴ ἤμελξεν. καὶ ἀφίκετο μὲν ἐς τὴν ὑστεραίαν καθʼ ὃν ὡμολόγησε καιρόν, τὴν δὲ ῥῖνα ἐρείσας ἐς τὸν κρατῆρα οὐ καθαρὸν ἔφη τὸ γάλα, προσβάλλει γάρ με χεὶρ γυναικός. καὶ εἰπὼν ταῦτα ἀπῆλθε μὴ ἐπισπασάμενος τοῦ γάλακτος. ἐπιστήσας οὖν ὁ Ἡρώδης τῷ περὶ τῆς γυναικὸς λόγῳ ἔπεμψεν ἐς τὰ ἐπαύλια τοὺς ἐπισκεψομένους τἀληθές, καὶ μαθὼν αὐτὸ οὕτως ἔχον ξυνῆκεν, ὡς δαιμονία φύσις εἴη περὶ τὸν ἄνδρα.
大众称之为“希罗德的赫拉克勒斯”的那位青年正初长胡须,身材与高大的凯尔特人不相上下,体格高达八尺。希罗德在致尤利安的一封信中描摹过他,称其头发修剪得体,浓眉相连如同一字,双目射出锐利的光芒,显露出某种勇悍的气魄;他鼻梁微钩,颈项粗壮丰厚,而这更多得自劳苦而非珍馐。他的胸膛坚实匀称,随青春的活力而紧致精炼,小腿向外微曲,使步伐格外稳健有力。他披着缝合的狼皮为衣,以猎逐野猪、豺狼以及暴烈的公牛为自己的考验,并展示在这些搏斗中留下的伤疤。关于这位“赫拉克勒斯”的出身,有人说他是波奥提亚乡野的地生巨人,希罗德则自称听他亲口说过,其母是一位强健到能牧牛的妇女,其父则是马拉松——其神像立于马拉松村,是一位农人英雄。希罗德问这位“赫拉克勒斯”是否亦为不死之身,他答道: “不过比凡人寿长天数罢了。” 希罗德又问他以何为食,他说道: “大部分时光我以乳品为生,山羊、牧人以及产犊的母牛、母马都供养我;母驴的乳头亦产出某种清淡适口的乳汁。若食用大麦粉,我一次能吃十升;马拉松与波奥提亚的农夫们为我分担这笔贡赋,他们亦称我为阿伽提翁(吉祥儿),因在他们眼中我总能带来吉兆。” 希罗德道: “那么你的言谈是怎样学来的,又受教于何人?依我看你并非目不识丁之辈。” 阿伽提翁道: “阿提卡之内陆,对欲事论辩者而言乃是一所良校。盖城里的雅典人为了取酬而接纳来自色雷斯、本都以及从其他蛮族涌入的少年,非但未能助益其口才,其言语反倒被蛮族败坏;内陆地区却因未染蛮俗,语言纯正健康,其舌头能鸣奏出至纯至粹的阿提卡之音。” 希罗德道: “你可曾赴过盛典聚会?” 阿伽提翁道: “皮托的盛会我是去过的。不过我并未混迹于人群,而是在帕耳那索斯山的瞭望处聆听艺能比赛,当时潘墨涅斯因其悲剧表演而广受赞叹。然而在我看来,聪颖的希腊人津津有味地听闻珀罗普斯与拉布达科斯家族的苦难惨事,实非端方善举;因神话若为人所笃信,便成了残忍暴行的教唆者。” 见其言辞颇富哲思,希罗德又问他对体育竞技有何见解。阿伽提翁答道: “见人们在搏击、拳斗、赛跑和摔跤中相互争斗并因此加冠受赏,我更觉可笑。赛跑选手应在超越鹿或烈马之后方得受冠,而修炼重项竞技者理当与公牛或巨熊搏斗方得加冕——这正是我每日所行之事,尽管命运剥夺了我的一项壮举,因为阿卡耳纳尼亚已不再孕育狮子。” 希罗德对其惊叹不已,遂恳请他与己一同进餐。阿伽提翁道: “明日正午,我会前往卡诺波斯圣所见你;但请准备好圣所中最大的一只调酒缸,盛满未受妇人之手挤过的乳汁。” 次日,他依约如期而至,将鼻尖凑近缸口一嗅,便道: “乳汁不洁,我闻到了妇人之手的气味。” 言罢,他一口未尝便扬长而去。希罗德遂留意其关于妇人之语,派人前往田庄查验虚实;得知果真如此,希罗德方知此人身负通神异质。
- 2.1.7ὃν (δ᾽) ἐκάλουν οἱ πολλοὶ Ἡρώδου Ἡρακλέα, νεανίας οὗτος ἦν
关系代词 ὃν 提前置于句首,后文主句以指示代词 οὗτος 作为照应代词予以承接。全句骨干为:“大众称之为希罗德的赫拉克勒斯的那个人,正是个初长胡须的青年。”
- 2.1.7τῶν ὀφρύων λασίως ἔχειν
短语动词 ἔχω 搭配副词(此处为 λασίως,“茂密地、粗重地”)与表示关涉或部分的属格 τῶν ὀφρύων 连用,意为“在眉毛方面生长浓密”。此处在间接引语中作不定词,受描述动词 διαγράφει 支配。
- 2.1.7ἡ μεσογεία δὲ ἄμικτος βαρβάροις οὖσα ὑγιαίνει αὐτοῖς ἡ φωνὴ
破格句(悬空主格)。句首以主格分词短语 ἡ μεσογεία δὲ ἄμικτος βαρβάροις οὖσα 起笔,预设“内陆”为主语,随后谓语却转换为 ὑγιαίνει αὐτοῖς ἡ φωνή(“他们的言语保持健康”),代词 αὐτοῖς 宽松地指代内陆居民,形成句法转折。
