← 斐洛斯脱拉德

智者传

§2.1.5-2.1.6

希罗德的公共建筑工程与开凿地峡的设想

本节列举了希罗德·阿提库斯兴建泛雅典体育场、音乐厅、水渠及奉献神像等宏伟工程,并叙述了他未能实现的切通科林斯地峡的毕生宿愿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.5

καὶ μὴν καὶ ἐλειτούργησεν Ἀθηναίοις τήν τε ἐπώνυμον καὶ τὴν τῶν Πανελληνίων, στεφανωθεὶς δὲ καὶ τὴν τῶν Παναθηναίων1 καὶ ὑμᾶς, εἶπεν ὦ Ἀθηναῖοι, καὶ τῶν Ἑλλήνων τοὺς ἥξοντας καὶ τῶν ἀθλητῶν τοὺς ἀγωνιουμένους ὑποδέξομαι σταδίῳ λίθου λευκοῦ. καὶ εἰπὼν ταῦτα τὸ στάδιον τὸ ὑπὲρ τὸν Ἰλισσὸν ἔσω τεττάρων ἐτῶν ἀπετέλεσεν ἔργον ξυνθεὶς ὑπὲρ πάντα τὰ θαύματα, οὐδὲν γὰρ θέατρον αὐτῷ ἁμιλλᾶται. κἀκεῖνα περὶ τῶν Παναθηναίων τούτων ἤκουον· πέπλον μὲν ἀνῆφθαι τῆς νεὼς ἡδίω γραφῆς ξὺν οὐρίῳ τῷ κόλπῳ, δραμεῖν δὲ τὴν ναῦν οὐχ ὑποζυγίων ἀγόντων, ἀλλʼ ὑπογείοις μηχαναῖς ἐπολισθάνουσαν, ἐκ Κεραμεικοῦ δὲ ἄρασαν χιλίᾳ κώπῃ ἀφεῖναι2 ἐπὶ τὸ Ἐλευσίνιον καὶ περιβαλοῦσαν αὐτὸ παραμεῖψαι τὸ Πελασγικὸν κομιζομένην τε παρὰ τὸ Πύθιον ἐλθεῖν, οἷ νῦν ὥρμισται. τὸ δὲ ἐπὶ θάτερα τοῦ σταδίου νεὼς ἐπέχει Τύχης3 καὶ ἄγαλμα ἐλεφάντινον ὡς κυβερνώσης πάντα. μετεκόσμησε δὲ καὶ τοὺς Ἀθηναίων ἐφήβους ἐς τὸ νῦν σχῆμα χλαμύδας πρῶτος ἀμφιέσας λευκάς, τέως γὰρ δὴ μελαίνας ἐνημμένοι τὰς ἐκκλησίας περιεκάθηντο καὶ τὰς πομπὰς ἔπεμπον πενθούντων δημοσίᾳ τῶν Ἀθηναίων τὸν κήρυκα τὸν Κοπέα, ὃν αὐτοὶ ἀπέκτειναν τοὺς Ἡρακλείδας τοῦ βωμοῦ ἀποσπῶντα. ἀνέθηκε δὲ Ἡρώδης Ἀθηναίοις καὶ τὸ ἐπὶ Ῥηγίλλῃ θέατρον κέδρου ξυνθεὶς τὸν ὄροφον, ἡ δὲ ὕλη καὶ ἐν ἀγαλματοποιίαις σπουδαία· δύο μὲν δὴ ταῦτα Ἀθήνησιν, ἃ οὐχ ἑτέρωθι τῆς ὑπὸ Ῥωμαίοις, ἀξιούσθω δὲ λόγου καὶ τὸ ὑπωρόφιον θέατρον, ὃ ἐδείματο Κορινθίοις, παρὰ πολὺ μὲν τοῦ Ἀθήνησιν,4 ἐν ὀλίγοις δὲ τῶν παρʼ ἄλλοις ἐπαινουμένων, καὶ τὰ Ἰσθμοῖ ἀγάλματα ὅ τε τοῦ Ἰσθμίου κολοσσὸς καὶ ὁ τῆς Ἀμφιτρίτης καὶ τὰ ἄλλα, ὧν τὸ ἱερὸν ἐνέπλησεν, οὐδὲ τὸν τοῦ Μελικέρτου παρελθὼν δελφῖνα. ἀνέθηκε δὲ καὶ τῷ Πυθίῳ τὸ Πυθοῖ στάδιον καὶ τῷ Διὶ τὸ ἐν τῇ Ὀλυμπίᾳ ὕδωρ, Θετταλοῖς τε καὶ τοῖς περὶ Μηλιακὸν κόλπον Ἕλλησι τὰς ἐν Θερμοπύλαις κολυμβήθρας τοῖς νοσοῦσι παιωνίους. ᾤκισε δὲ καὶ τὸ ἐν τῇ Ἠπείρῳ Ὠρικὸν ὑποδεδωκὸς ἤδη καὶ τὸ ἐν τῇ Ἰταλίᾳ Κανύσιον ἡμερώσας ὕδατι μάλα τούτου δεόμενον, ὤνησε δὲ καὶ τὰς ἐν Εὐβοίᾳ καὶ Πελοποννήσῳ καὶ Βοιωτίᾳ πόλεις ἄλλο ἄλλην.

此外,他亦为雅典人承担了名年官的市政开支与全希腊节的公益捐献;而在受冠主持泛雅典娜节时,他说道: “雅典人啊,我将在白石体育场中接待你们、远道而来的希腊同胞,以及即将角逐的运动员们。” 言毕,他在四年之内便建成了伊利索斯河畔的体育场,造就了一座超越所有奇迹的工程,盖无任何剧场可与之一争高下。关于这届泛雅典娜节,我还曾听闻这番盛况:战船上系着一件比画作更为悦目的佩普洛斯神袍,在顺风中鼓胀着下摆;战船前行非由驮兽牵引,而是借由地底机械滑行;船只以千桨之势自凯拉米科斯启程,驶向埃勒乌西斯神殿,绕行神殿后经过佩拉斯吉孔,沿皮提翁神庙侧畔行进,最终抵达如今停泊之所。体育场的另一侧矗立着堤喀(命运女神)的神庙,内有象牙神像,象征其掌舵万象。他更将雅典青年军的服制改革为如今的样式,首度让他们披上白色短袍;盖此前青年们一直身着黑袍环坐于公民大会并参与巡游队伍,因为雅典全城都在公开哀悼传令官科普柔斯,正是雅典人亲手杀死了将赫拉克勒斯后裔从祭坛旁强行拖走的科普柔斯。希罗德还向雅典人奉献了纪念里吉拉的剧场,其屋顶以雪松木构筑,该木材即便在造像工艺中亦备受推崇。雅典的这两项工程,在罗马统治下的其他任何地方都无与伦比。此外,他为科林斯人修建的带顶剧场亦值得一提,此剧场虽远逊于雅典的那座,但在异邦受称道者中亦属罕见;同样值得称道的还有地峡诸神像——地峡之神(波塞冬)的巨像、安菲特里忒之像,以及他充实于圣域之内的其他造物,连梅利克尔忒斯的海豚雕像亦未漏过。他又向皮提亚神奉献了德尔斐的体育场,向宙斯奉献了奥林匹亚的引水工程,向色萨利人及马利亚科斯湾周边的希腊人奉献了瑟摩皮莱供病患疗愈的浴池。他还重建了伊庇鲁斯境内业已衰颓的奥里库姆,并引水滋润了急需水源的意大利卡努西乌姆;对尤伯亚、伯罗奔尼撒和维奥蒂亚各城邦,他亦分别予以不同惠泽。

§2.1.6

καὶ τοσοῦτος ὢν ἐν μεγαλουργίᾳ μέγα οὐδὲν εἰργάσθαι ᾤετο, ἐπεὶ μὴ τὸν Ἰσθμὸν ἔτεμεν, λαμπρὸν ἡγούμενος ἤπειρον ἀποτεμεῖν καὶ πελάγη ξυνάψαι διττὰ καὶ ʽἐσʼ περίπλουν σταδίων ἓξ καὶ εἴκοσι θαλάττης ξυνελεῖν μήκη. καὶ τούτου ἤρα μέν, οὐκ ἐθάρρει δὲ αὐτὸ αἰτεῖν ἐκ βασιλέως, ὡς μὴ διαβληθείη διανοίας δοκῶν ἅπτεσθαι, ᾗ μηδὲ Νέρων ἤρκεσεν. ἐξελάλησε δὲ αὐτὸ ὧδε· ὡς γὰρ ἐγὼ Κτησιδήμου τοῦ Ἀθηναίου ἤκουον, ἤλαυνε μὲν τὴν ἐπὶ Κορίνθου ὁ Ἡρώδης ξυγκαθημένου τοῦ Κτησιδήμου, γενόμενος δὲ κατὰ τὸν Ἰσθμὸν Πόσειδον, εἶπεν βούλομαι μέν, ξυγχωρήσει δὲ οὐδείς. θαυμάσας οὖν ὁ Κτησίδημος τὸ εἰρημένον ἤρετο αὐτὸν τὴν αἰτίαν τοῦ λόγου. καὶ ὁ Ἡρώδης ἐγὼ ἔφη πολὺν χρόνον ἀγωνίζομαι σημεῖον ὑπολείπεσθαι τοῖς μετʼ ἐμὲ ἀνθρώποις διανοίας δηλούσης ἄνδρα καὶ οὔπω δοκῶ μοι τῆς δόξης ταύτης τυγχάνειν. ὁ μὲν δὴ Κτησίδημος ἐπαίνους διῄει τῶν τε λόγων αὐτοῦ καὶ τῶν ἔργων ὡς οὐκ ἐχόντων ὑπερβολὴν ἑτέρῳ, ὁ δὲ Ἡρώδης φθαρτὰ ἔφη λέγεις ταῦτα, καὶ γάρ ἐστι χρόνῳ ἁλωτά, καὶ τοὺς λόγους ἡμῶν τοιχωρυχοῦσιν ἕτεροι ὁ μὲν τὸ μεμφόμενος, ὁ δὲ τό, ἡ δὲ τοῦ Ἰσθμοῦ τομὴ ἔργον ἀθάνατον καὶ ἀπιστούμενον τῇ φύσει, δοκεῖ γάρ μοι τὸ ῥῆξαι τὸν Ἰσθμὸν Ποσειδῶνος δεῖσθαι ἢ ἀνδρός.5

然而,身负如此浩瀚伟业,他却认为自己一事无成,只因他未能凿通地峡;在他看来,切断大陆、连通两片汪洋并将漫长的海路缩减为二十六斯塔狄翁的航程,乃是至为光辉的壮举。他对此心驰神往,却不敢向皇帝乞请,以免被谗毁为企图涉足连尼禄都未能胜任的宏谋。不过,他曾如下吐露心声:据我从雅典人克忒西德摩斯处听闻,希罗德同克忒西德摩斯乘车前往科林斯,当来到地峡时,他叹道: “波塞冬啊,我固然心愿如此,却无人会应允。” 克忒西德摩斯惊异于所言,遂问其出言之由。希罗德答道: “长久以来,我一直竭力为后人留下一座彰显其人不凡抱负的明证,而我自忖尚未赢得这般盛名。” 克忒西德摩斯遂历数其言辞与勋业,称无人能出其右。希罗德则道: “你所言皆是易朽之物,终将沦为时光之猎物;至于我们的言论,更有旁人如窃贼凿壁般多方挑剔,此人非议此处,彼人指摘彼处。然而开凿地峡却是永恒之功,令造化亦感难以置信;盖在我看来,劈开地峡需要波塞冬的神力,而非凡人之躯所能为。”

语法注5 条
  1. 2.1.5στεφανωθεὶς δὲ καὶ τὴν τῶν Παναθηναίων

    被动语态分词 στεφανωθείς 后接与前分句 τήν(指 λειτουργίαν)同构的内宾格(同族宾格)或关系宾格 τὴν τῶν Παναθηναίων。这是希腊语中表示因承担某项公职或节日职责而获授冠冕的习惯表达。

  2. 2.1.5ἐκ Κεραμεικοῦ δὲ ἄρασαν χιλίᾳ κώπῃ ἀφεῖναι

    阴性单数宾格分词 ἄρασαν(αἴρω 的主动态不定过去时分词,航海术语中意为“启航、拔锚”)修饰前述的 τὴν ναῦν。不定式 ἀφεῖναι(ἀφίημι 的主动态不定过去时)既可作航海术语上的不及物用法解(以船为主语,意为“疾驰、驶向”),亦可视为省略施动者主语(祭典主持者“放发战船”),整句均受 κἀκεῖνα ... ἤκουον 支配的宾格不定式间接引语统摄。

  3. 2.1.5τὸ δὲ ἐπὶ θάτερα τοῦ σταδίου νεὼς ἐπέχει Τύχης

    主语为阿提卡第二变格名词 νεώς(神庙),动词 ἐπέχει 在此作表示方位的用法(“占据、坐落于”)。宾格短语 τὸ ἐπὶ θάτερα(在另一侧)作副词性处所宾格,表示体育场的另一侧坐落着堤喀神庙。

  4. 2.1.5παρὰ πολὺ μὲν τοῦ Ἀθήνησιν

    介词 παρά 与中性宾格 πολύ 连用,表示比较中的悬殊差距(“远逊于、与……相差甚远”)。属格 τοῦ Ἀθήνησιν(雅典的那座)充当比较属格。

  5. 2.1.6Ποσειδῶνος δεῖσθαι ἢ ἀνδρός

    动词 δεῖσθαι(需要)支配属格,因而 Ποσειδῶνος 与 ἀνδρός 均处于属格。连词 ἤ 表比较或转折(“而非、胜于”),形成“所需者乃波塞冬之力而非凡人”的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.1.5-2.1.6