← 斐洛斯脱拉德

智者传

§2.1.3-2.1.4

阿提库斯的慷慨与希罗德因遗嘱结怨

叙述了阿提库斯的大度以及他为特罗阿斯引水工程超支兜底、向市民立遗嘱赠款的事迹,并详述了希罗德因遗嘱折现中的债务抵扣而招致全体雅典人怨恨的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.3

μεγαλοψυχία δὲ λαμπρὰ καὶ περὶ τὸν Ἀττικὸν τοῦτον· ἦρχε μὲν γὰρ τῶν κατὰ τὴν Ἀσίαν ἐλευθέρων πόλεων ὁ Ἡρώδης, ἰδὼν δὲ τὴν Τρῳάδα βαλανείων τε πονήρως ἔχουσαν καὶ γεῶδες ὕδωρ ἐκ φρεάτων ἀνιμῶντας ὀμβρίων τε ὑδάτων θήκας ὀρύττοντας1 ἐπέστειλεν Ἀδριανῷ αὐτοκράτορι μὴ περιιδεῖν πόλιν ἀρχαίαν καὶ εὐθάλαττον αὐχμῷ φθαρεῖσαν, ἀλλʼ ἐπιδοῦναί σφισι τριακοσίας μυριάδας ἐς ὕδωρ, ὧν πολλαπλασίους ἤδη καὶ κώμαις ἐπιδεδώκοι. ἐπῄνεσεν ὁ αὐτοκράτωρ τὰ ἐπεσταλμένα ὡς πρὸς τρόπου ἑαυτῷ ὄντα καὶ τὸν Ἡρώδην αὐτὸν ἐπέταξε τῷ ὕδατι. ἐπεὶ δὲ ἐς ἑπτακοσίας μυριάδας ἡ δαπάνη προὔβαινεν ἐπέστελλόν τε τῷ αὐτοκράτορι οἱ τὴν Ἀσίαν ἐπιτροπεύοντες, ὡς δεινὸν πεντακοσίων πόλεων φόρον ἐς μιᾶς πόλεως δαπανᾶσθαι κρήνην, ἐμέμψατο πρὸς τὸν Ἀττικὸν ὁ αὐτοκράτωρ ταῦτα, καὶ ὁ Ἀττικὸς μεγαλοφρονέστατα ἀνθρώπων ὦ βασιλεῦ, εἶπεν ὑπὲρ μικρῶν μὴ παροξύνου, τὸ γὰρ ὑπὲρ τὰς τριακοσίας μυριάδας ἀναλωθὲν ἐγὼ μὲν τῷ υἱῷ ἐπιδίδωμι, ὁ δὲ υἱὸς τῇ πόλει ἐπιδίδωσι. καὶ αἱ διαθῆκαι δέ, ἐν αἷς τῷ Ἀθηναίων δήμῳ κατέλειπε καθʼ ἕκαστον ἔτος μνᾶν καθʼ ἕνα, μεγαλοφροσύνην κατηγοροῦσι τοῦ ἀνδρός, ᾗ καὶ ἐς τὰ ἄλλα ἐχρῆτο, ἑκατὸν μὲν βοῦς τῇ θεῷ θύων ἐν ἡμέρᾳ μιᾷ πολλάκις, ἑστιῶν δὲ τῇ θυσίᾳ τὸν Ἀθηναίων δῆμον κατὰ φυλὰς καὶ γένη, ὁπότε δὲ ἥκοι Διονύσια καὶ κατίοι ἐς Ἀκαδημίαν τὸ τοῦ Διονύσου ἕδος, ἐν Κεραμεικῷ ποτίζων ἀστοὺς ὁμοίως καὶ ξένους κατακειμένους ἐπὶ στιβάδων κιττοῦ.

在这个阿提库斯身上,亦可见到极其辉煌的宏量。盖当希罗德掌管亚细亚行省各自由城邦时,见到特罗阿斯公共浴室匮乏,居民从井中汲取泥浊之水,并开掘储蓄雨水的池槽,遂致信哈德良皇帝,请求他不要坐视一座古老且滨临良港的城邦毁于干旱,而应赐予他们三百万德拉克马用于引水,因为皇帝此前即便对村落赐予的钱财也远倍于此。皇帝赞许了信中的提议,认为此举甚合己意,便委派希罗德亲自督理引水工程。然而,当开销逐渐上升至七百万德拉克马,且亚细亚的监理官们纷纷致信皇帝,指责将五百座城邦的赋税挥霍于一座城邦的水泉实属荒唐时,皇帝便就此事责备了阿提库斯。阿提库斯则以凡人中最豁达的气度说道: “陛下,切莫因区区小事动怒;因为超出三百万德拉克马所耗费的款项,由我赐予我的儿子,再由我的儿子赐予这座城邦。” 此外,他在遗嘱中留给雅典平民每人每年一明纳,这也证明了此人的宽宏大量;他在其他事宜上也同样践行着这种慷慨,不仅屡屡在单日之内向女神献祭百牛,借此祭祀按部族和宗族款待雅典平民,而且每逢狄奥尼索斯节、狄奥尼索斯的神像巡幸至阿卡德米亚时,他便在凯拉米科斯让躺在常春藤草垫上的公民与外邦人一视同仁地饱饮美酒。

§2.1.4

ἐπεὶ δὲ τῶν τοῦ Ἀττικοῦ διαθηκῶν ἐπεμνήσθην, ἀνάγκη καὶ τὰς αἰτίας ἀναγράψαι, διʼ ἃς προσέκρουσεν Ἡρώδης Ἀθηναίοις· εἶχον μὲν γὰρ αἱ διαθῆκαι, ὡς εἶπον, ἔγραψε δὲ αὐτὰς ξυμβουλίᾳ τῶν ἀμφʼ ἑαυτὸν ἀπελευθέρων, οἳ χαλεπὴν ὁρῶντες τὴν Ἡρώδου φύσιν ἀπελευθέροις τε καὶ δούλοις ἀποστροφὴν ἐποιοῦντο τοῦ Ἀθηναίων δήμου, ὡς τῆς δωρεᾶς αὐτοὶ αἴτιοι. καὶ ὁποῖα μὲν τῶν ἀπελευθέρων τὰ πρὸς τὸν Ἡρώδην, δηλούτω ἡ κατηγορία, ἣν πεποίηται σφῶν πᾶν κέντρον ἠρμένος τῆς ἑαυτοῦ γλώττης. ἀναγνωσθεισῶν δὲ τῶν διαθηκῶν ξυνέβησαν οἱ Ἀθηναῖοι πρὸς τὸν Ἡρώδην πέντε μνᾶς αὐτὸν ἐσάπαξ ἑκάστῳ καταβάλλοντα πρίασθαι παρʼ αὐτῶν τὸ μὴ ἀεὶ διδόναι·2 ἀλλʼ ἐπεὶ προσῄεσαν μὲν ταῖς τραπέζαις ὑπὲρ τῶν ὡμολογημένων, ἐπανεγιγνώσκετο δὲ αὐτοῖς ξυμβόλαια πατέρων τε καὶ πάππων ὡς ὀφειλόντων τοῖς Ἡρώδου γονεῦσιν ἀντιλογισμοῖς τε ὑπήγοντο καὶ οἱ μὲν μικρὰ ἠριθμοῦντο, οἱ δὲ οὐδέν, οἱ δὲ συνείχοντο ἐπʼ ἀγορᾶς ὡς καὶ ἀποδώσοντες, παρώξυνε ταῦτα τοὺς Ἀθηναίους ὡς ἡρπασμένους τὴν δωρεὰν3 καὶ οὐκ ἐπαύσαντο μισοῦντες, οὐδὲ ὁπότε τὰ μέγιστα εὐεργετεῖν ᾤετο. τὸ οὖν στάδιον ἔφασαν ʽεὖἐπωνομάσθαι Παναθηναικόν, κατεσκευάσθαι γὰρ αὐτὸ ἐξ ὧν ἀπεστεροῦντο Ἀθηναῖοι πάντες.

既然我提到了阿提库斯的遗嘱,便有必要将希罗德与雅典人发生冲突的原因亦记录下来。遗嘱的内容确如我所言,但他起草遗嘱是出自身边获释奴隶的建言;他们见希罗德对获释奴隶和奴隶生性严苛,便以该赠礼的促成者自居,将雅典平民作为自身的退路与庇护。至于这些获释奴隶对待希罗德的态度究竟如何,且看他竖起自己舌端的一切芒刺向他们发起的控诉便可知晓。遗嘱公开宣读后,雅典人与希罗德达成协议,由他向每人一次性支付五明纳,从他们那里买断永久给付的义务。然而,当他们前往钱庄领取议定之款时,他们父祖欠下希罗德父母债务的契据却被当面宣读,并被强行实施债务抵扣;结果有些人只领到了微薄之数,有些人分文未得,还有些人甚至在广场上被扣押以清偿欠款。这番举动激怒了雅典人,他们觉得自己被掠夺了赠礼,从此便未停止过对他的怨恨,哪怕在他自以为施予最浩大恩惠之时亦复如此。因此他们声称,那座体育场被称作“全雅典(帕那塞奈克)”真是名副其实,因为它是用全(潘)雅典人被剥夺的钱财建造而成的。

语法注3 条
  1. 2.1.3ἰδὼν δὲ τὴν Τρῳάδα βαλανείων τε πονήρως ἔχουσαν καὶ γεῶδες ὕδωρ ἐκ φρεάτων ἀνιμῶντας ὀμβρίων τε ὑδάτων θήκας ὀρύττοντας

    在阴性单数宾格地名 τὴν Τρῳάδα 及其后接的状态表达 βαλανείων... πονήρως ἔχουσαν 之后,句子通过意义一致律(constructio ad sensum)转接为阳性复数宾格分词 ἀνιμῶντας 和 ὀρύττοντας,指代该城意会中的居民。

  2. 2.1.4πρίασθαι παρʼ αὐτῶν τὸ μὴ ἀεὶ διδόναι

    带冠词不定式短语 τὸ μὴ ἀεὶ διδόναι(不再永续支付)作为动词不定式 πρίασθαι(买下)的直接宾语,表示通过一次性支付买断原本每年向雅典人按人头给付一明纳的永续义务。

  3. 2.1.4ὡς ἡρπασμένους τὴν δωρεάν

    完成体分词 ἡρπασμένους 为宾格,与主句宾语 τοὺς Ἀθηναίους 一致,连词 ὡς 引出雅典人主观上的认知(“自认赠款遭到了掠夺”),此处作被动态理解,保留宾格 τὴν δωρεάν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.1.3-2.1.4