← 斐洛斯脱拉德

智者传

§2.1.1-2.1.2

希罗德·阿提库斯的家世与巨额财富渊源

叙述雅典哲士希罗德显赫的家族谱系及其善用财富的慷慨作为,并记载其父阿提库斯如何在涅尔瓦皇帝准许下启用巨额地下宝藏以及母系财产的汇入。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1

περὶ δὲ Ἡρώδου τοῦ Ἀθηναίου τάδε χρὴ εἰδέναι· ὁ σοφιστὴς Ἡρώδης ἐτέλει μὲν ἐκ πατέρων ἐς τοὺς δισυπάτους, ἀνέφερε δὲ ἐς τὸν τῶν Αἰακιδῶν,1 οὓς ξυμμάχους ποτὲ ἡ Ἑλλὰς ἐπὶ τὸν Πέρσην ἐποιεῖτο, ἀπηξίου δὲ οὐδὲ τὸν Μιλτιάδην, οὐδὲ τὸν Κίμωνα, ὡς ἄνδρε ἀρίστω καὶ πολλοῦ ἀξίω Ἀθηναίοις τε καὶ τοῖς ἄλλοις Ἕλλησι περὶ τὰ Μηδικά, ὁ μὲν γὰρ ἦρξε τροπαίων Μηδικῶν, ὁ δὲ ἀπῄτησε δίκας τοὺς βαρβάρους ὧν μετὰ ταῦτα ὕβρισαν.2 ἄριστα δὲ ἀνθρώπων πλούτῳ ἐχρήσατο. τουτὶ δὲ μὴ τῶν εὐμεταχειρίστων ἡγώμεθα, ἀλλὰ τῶν παγχαλέπων τε καὶ δυσκόλων, οἱ γὰρ πλούτῳ μεθύοντες  ὕβριν τοῖς ἀνθρώποις ἐπαντλοῦσιν. προσδιαβάλλουσι δὲ ὡς καὶ τυφλὸν τὸν πλοῦτον, ὃς εἰ καὶ τὸν ἄλλον χρόνον ἐδόκει τυφλός, ἀλλʼ ἐπὶ Ἡρώδου ἀνέβλεψεν, ἔβλεψε μὲν γὰρ ἐς φίλους, ἔβλεψε δὲ ἐς πόλεις, ἔβλεψε δὲ ἐς ἔθνη, πάντων περιωπὴν ἔχοντος τοῦ ἀνδρὸς καὶ θησαυρίζοντος τὸν πλοῦτον ἐν ταῖς τῶν μετεχόντων αὐτοῦ γνώμαις. ἔλεγε γὰρ δή, ὡς προσήκοι τὸν ὀρθῶς πλούτῳ χρώμενον τοῖς μὲν δεομένοις ἐπαρκεῖν, ἵνα μὴ δέωνται, τοῖς δὲ μὴ δεομένοις, ἵνα μὴ δεηθῶσιν, ἐκάλει τε τὸν μὲν ἀσύμβολον πλοῦτον καὶ φειδοῖ κεκολασμένον νεκρὸν πλοῦτον, τοὺς δὲ θησαυρούς, ἐς οὓς ἀποτίθενται τὰ χρήματα ἔνιοι, πλούτου δεσμωτήρια, τοὺς δὲ καὶ θύειν ἀξιοῦντας ἀποθέτοις χρήμασιν Ἀλωάδας ἐπωνόμαζε θύοντας Ἄρει μετὰ τὸ δῆσαι αὐτόν.

关于雅典人希罗德,应当了解以下事实。哲士希罗德从父系一辈起便位列二度执政官之家,其世系更可上溯至埃阿科斯家族——希腊人昔日曾结其为同盟以抗击波斯人;他也并未将米尔提亚德或喀蒙排除在祖先之外,认为这两位卓越非凡的人物在波斯战争中对雅典人及其他希腊人而言皆有极大的功绩:盖前者开启了战胜米底人的丰碑之端,后者则就蛮族随后的暴行向其索还了报应。此外,在善用财富方面,他是凡人中最出色的。我们决不应将此视为易于驾驭之事,而应视为极其艰难棘手之事;盖沉醉于财富者,往往将狂妄倾泄于众人身上。世人还毁谤财富,说它亦是盲目的;然而,纵使它在其余所有时代看似盲目,至少在希罗德的时代却复明了:盖它顾及了朋友,顾及了城邦,亦顾及了各族部众,因为此人洞察万象,将财富积蓄于分享此财富者的心灵之中。他确实常说:正当运用财富者,理应资助匮乏之人以使其不再匮乏,资助不匮乏之人以防其陷入匮乏;他将不作奉献且受吝啬拘禁的财富称为“死财”,将某些人寄存金钱的金库称为“财富的牢狱”,并将那些以为甚至应当向封存钱财献祭之人唤作“阿洛阿代”,宛如将阿瑞斯捆绑之后再向其献祭。

§2.1.2

πηγαὶ δὲ αὐτῷ τοῦ πλούτου πολλαὶ μὲν κἀκ πολλῶν οἴκων, μέγισται δὲ ἥ τε πατρῴα καὶ ἡ μητρόθεν. ὁ μὲν γὰρ πάππος αὐτοῦ Ἵππαρχος ἐδημεύθη τὴν οὐσίαν ἐπὶ τυραννικαῖς αἰτίαις, ἃς Ἀθηναῖοι μὲν οὐκ ἐπῆγον, ὁ δὲ αὐτοκράτωρ οὐκ ἠγνόησεν, Ἀττικὸν δὲ τὸν μὲν ἐκείνου παῖδα, Ἡρώδου δὲ πατέρα οὐ περιεῖδεν ἡ Τύχη πένητα ἐκ πλουσίου γενόμενον, ἀλλʼ ἀνέδειξεν αὐτῷ θησαυροῦ χρῆμα ἀμύθητον ἐν μιᾷ τῶν οἰκιῶν, ἃς πρὸς τῷ θεάτρῳ ἐκέκτητο, οὗ διὰ μέγεθος εὐλαβὴς μᾶλλον ἢ περιχαρὴς γενόμενος ἔγραψε πρὸς τὸν αὐτοκράτορα ἐπιστολὴν ὧδε ξυγκειμένην· θησαυρόν, ὦ βασιλεῦ, ἐπὶ τῆς ἐμαυτοῦ οἰκίας εὕρηκα· τί οὖν περὶ αὐτοῦ κελεύεις; καὶ ὁ αὐτοκράτωρ, Νερούας δὲ ἦρχε τότε, χρῶ ἔφη οἷς εὕρηκας.3 τοῦ δὲ Ἀττικοῦ ἐπὶ τῆς αὐτῆς εὐλαβείας μείναντος καὶ γράψαντος ὑπὲρ ἑαυτὸν εἶναι τὰ τοῦ θησαυροῦ μέτρα καὶ παραχρῶ ἔφη τῷ ἑρμαίῳ,4 σὸν γάρ ἐστιν. ἐντεῦθεν μέγας μὲν ὁ Ἀττικός, μείζων δὲ ὁ Ἡρώδης, πρὸς γὰρ τῷ πατρῴῳ πλούτῳ καὶ ὁ μητρῷος αὐτῷ πλοῦτος οὐ παρὰ πολὺ τούτου ἐπερρύη.

他的财富源泉甚多,且来自诸多望族,而最为庞大者则是父系与母系之财。盖其祖父希帕科斯因被控企图建立僭主统治而遭籍没家产——此项指控雅典人虽未提出,皇帝却未尝忽视;然而命运女神并未坐视其子、亦即希罗德之父阿提库斯从富豪沦为赤贫,反而将一笔不可胜计的宝藏指引给他,就在他于剧场附近所拥有的宅邸之一中。由于宝藏规模宏大,他心生戒惧甚于欣喜,遂向皇帝写了一封言辞如下的信函: “陛下,我在自己的宅邸中发现了一处宝藏;那么,您对此有何吩咐?” 而皇帝——当时正值涅尔瓦执政——答道: “使用你所发现之物。” 阿提库斯仍持同样的谨慎,再次上书称这笔宝藏的分量远非自身所能承受,皇帝遂道: “那么尽情滥用这笔天赐横财吧,因为它是属于你的。” 自此,阿提库斯变得显赫,而希罗德更为显赫;因为除了父系财产之外,母系财富亦以相差无几的规模流入了他的囊中。

语法注4 条
  1. 2.1.1ἀνέφερε δὲ ἐς τὸν τῶν Αἰακιδῶν

    动词 ἀναφέρω 在此处作不及物用法,意为“(将血统世系)上溯至……”。介词短语 ἐς τὸν τῶν Αἰακιδῶν 中省略了阳性单数名词如 οἶκον(家族)。

  2. 2.1.1ἀπῄτησε δίκας τοὺς βαρβάρους ὧν μετὰ ταῦτα ὕβρισαν

    动词 ἀπαιτέω 采取双宾格结构(索要的对象 τοὺς βαρβάρους 与所索要的事物 δίκας)。关系代名词 ὧν 省略了先行词 τούτων,作为表示罪名或起因的属格(或受先行词格吸引),引出 ὕβρισαν 所表述的内容(“就他们所犯下的暴行”)。

  3. 2.1.2χρῶ ... οἷς εὕρηκας

    关系代词吸引(attractio relativi)的典型用法。动词 χρῶ 支配与格,其先行词 τούτοις 被省略,而原本应作 εὕρηκας 直接宾语的宾格关系代词 ἅ 被吸引成与格 οἷς(即 τούτοις ἃ εὕρηκας)。

  4. 2.1.2καὶ παραχρῶ ... τῷ ἑρμαίῳ

    复合动词 παραχράομαι 本义为“滥用、错用”,此处皇帝在口语和夸张修辞中用以表示“肆意挥霍、毫无节制地尽情使用”。连词 καί 具有递进强调意味(“甚至可以去滥用”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.1.1-2.1.2