- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.26.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述雅典修辞学家塞昆杜斯的出身、长于构思而辞藻简朴的风格、与其弟子希罗德之间的嫌隙与身后和解、其对著名辩论主题的精妙裁决,以及其墓地所在。
μηδὲ Σεκούνδου τοῦ Ἀθηναίου ἀμνημονῶμεν, ὃν ἐκάλουν ἐπίουρόν τινες ὡς τέκτονος παῖδα. Σεκοῦνδος τοίνυν ὁ σοφιστὴς γνῶναι μὲν περιττός, ἑρμηνεῦσαι δὲ ἀπέριττος,1 Ἡρώδην δὲ ἐκπαιδεύσας ἐς διαφορὰν αὐτῷ ἀφίκετο παιδεύοντι ἤδη, ὅθεν ὁ Ἡρώδης διετώθαζεν αὐτὸν ἐκεῖνο ἐπιλέγων· καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ ῥήτορι τέκτων, ἀλλʼ ἀποθανόντι καὶ λόγον ἐπεφθέγξατο καὶ δάκρυα ἐπέδωκε καίτοι γηραιῷ τελευτήσαντι. μνήμης δὲ ἄξια τοῦ ἀνδρὸς τούτου καὶ πλείω μέν, μάλιστα δὲ ἥδε ἡ ὑπόθεσις· ὁ ἄρξας στάσεως ἀποθνησκέτω καὶ ὁ παύσας στάσιν ἐχέτω δωρεάν· ὁ αὐτὸς καὶ ἄρξας καὶ παύσας αἰτεῖ τὴν δωρεάν. τήνδε τὴν ὑπόθεσιν ὧδε ἐβραχυλόγησεν· οὐκοῦν ἔφη τί πρότερον; τὸ κινῆσαι στάσιν. τί δεύτερον; τὸ παῦσαι. δοὺς οὖν τὴν ἐφʼ οἷς ἠδίκεις τιμωρίαν, τὴν ἐφʼ οἷς εὖ πεποίηκας δωρεάν, εἰ δύνασαι, λάβε.2 τοιόσδε μὲν ὁ ἀνὴρ οὗτος, τέθαπται δὲ πρὸς τῇ Ἐλευσῖνι ἐν δεξιᾷ τῆς Μέγαράδε ὁδοῦ.
我们也不应遗忘雅典的塞昆杜斯,有人因他是木匠之子而称他为“木销”。这位修辞学家塞昆杜斯在构思立意上出类拔萃,但在文辞表述上却朴素无华。他培养了希罗德,却在希罗德已然开馆执教时与其产生嫌隙,因此希罗德常引用那句诗嘲弄他: “陶工嫉陶工,木匠怨辩士。” 然而当他去世时,尽管是寿终正寝,希罗德仍为他致悼词并洒泪哀悼。关于此人,值得铭记之事颇多,尤其是以下这个拟作主题: “挑起内乱者处死,平定内乱者领赏;同一人既挑起又平定了内乱,要求领受奖赏。” 他对此演题作了如下简短的论述: “那么,”他说,“何者在先?挑起内乱。何者在后?平定内乱。因此,先为你作恶之事领受刑罚,然后再去领取——若你能够的话——为你行善之事应得的赏赐吧。” 此人便是如此;他安葬在埃勒乌西斯附近、通往墨伽拉道路的右侧。
- 1.26.1γνῶναι μὲν περιττός, ἑρμηνεῦσαι δὲ ἀπέριττος
不定式 γνῶναι 与 ἑρμηνεῦσαι 均为限制性(说明性)不定式,分别限定形容词 περιττός(卓绝的、丰赡的)和 ἀπέριττος(简朴的、无过多修饰的)。这种对仗鲜明地刻画了他在修辞学“立意构思”上的出众与“文辞表达”上的朴素。
- 1.26.1δοὺς οὖν τὴν ἐφʼ οἷς ἠδίκεις τιμωρίαν, τὴν ἐφʼ οἷς εὖ πεποίηκας δωρεάν, εἰ δύνασαι, λάβε.
短语中的 ἐφʼ οἷς 均属于先行词被吸收的结构(相当于 ἐπὶ τούτοις ἅ,“因你所……之事”)。不定过去时分词 δοὺς 在时间与逻辑上均先于主动词祈使句 λάβε(“先承担刑罚,其后再领赏”);而由于其应受的刑罚是死刑,故随后的“若你能”(εἰ δύνασαι)便彻底瓦解了对方领奖的可能性,体现出极其利落的反驳逻辑。
