- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.9.1-1.9.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述被视为智者修辞学开山之父的高尔吉亚,包括其文体革新(引入宏大风格、诗性词汇与修辞技巧)、对雅典名流的影响、主要演说(皮托、奥林匹亚及葬礼演说)的主旨,以及他一百零八岁高龄仍身心康健的长寿传奇。
Σικελία Γοργίαν ἐν Λεοντίνοις ἤνεγκεν, ἐς ὃν ἀναφέρειν ἡγώμεθα τὴν τῶν σοφιστῶν τέχνην, ὥσπερ ἐς πατέρα· εἰ γὰρ τὸν Αἰσχύλον ἐνθυμηθείημεν, ὡς πολλὰ τῇ τραγῳδίᾳ ξυνεβάλετο ἐσθῆτί τε αὐτὴν κατασκευάσας καὶ ὀκρίβαντι ὑψηλῷ καὶ ἡρώων εἴδεσιν ἀγγέλοις τε καὶ ἐξαγγέλοις καὶ οἷς ἐπὶ σκηνῆς τε καὶ ὑπὸ σκηνῆς χρὴ πράττειν, τοῦτο ἂν εἴη καὶ ὁ Γοργίας τοῖς ὁμοτέχνοις.1 ὁρμῆς τε γὰρ τοῖς σοφισταῖς ἦρξε καὶ παραδοξολογίας καὶ πνεύματος καὶ τοῦ τὰ μεγάλα μεγάλως ἑρμηνεύειν, ἀποστάσεών τε καὶ προσβολῶν, ὑφʼ ὧν ὁ λόγος ἡδίων ἑαυτοῦ γίγνεται καὶ σοβαρώτερος, περιεβάλλετο δὲ καὶ ποιητικὰ ὀνόματα ὑπὲρ κόσμου καὶ σεμνότητος. ὡς μὲν οὖν καὶ ῥᾷστα ἀπεσχεδίαζεν, εἴρηταί μοι κατὰ ἀρχὰς τοῦ λόγου, διαλεχθεὶς δὲ Ἀθήνησιν ἤδη γηράσκων εἰ μὲν ὑπὸ τῶν πολλῶν ἐθαυμάσθη, οὔπω θαῦμα, ὁ δέ, οἶμαι, καὶ τοὺς ἐλλογιμωτάτους ἀνηρτήσατο, Κριτίαν μὲν καὶ Ἀλκιβιάδην νέω ὄντε, Θουκυδίδην δὲ καὶ Περικλέα ἤδη γηράσκοντε. καὶ Ἀγάθων δὲ ὁ τῆς τραγῳδίας ποιητής, ὃν ἡ κωμῳδία σοφόν τε καὶ καλλιεπῆ οἶδε, πολλαχοῦ τῶν ἰάμβων γοργιάζει.
西西里在莱昂提尼孕育了高尔吉亚,我们认为智者的技艺应当归功于他,宛如归功于其父;因为若我们想到埃斯库罗斯通过为悲剧配备服饰、高台、英雄形象、传信人与内报使,以及规定舞台上与舞台下应当发生之事,对悲剧作出了何等巨大的贡献,那么高尔吉亚对于同门同行而言亦当是如此存在。因为他为智者们开创了激情、逆说之辩、气魄以及以宏大方式阐发宏大事务的风尚,还有使言辞比自身更为愉悦且更为庄重的转折与直击;为了修饰与庄严,他还披上了诗性的词汇。至于他能极其轻松地即兴演说,我在此书开篇已经述及;但当他年事已高在雅典讲论时,即便受到大众赞赏,亦不足为奇;然而我认为,他甚至吸引了最卓越的人物——尚在青年之时的克里提亚斯与阿尔基比亚德,以及已届衰年的修昔底德与伯里克利。连悲剧诗人阿伽通——喜剧知其为智慧且辞藻优美之人——在其抑扬格诗句的许多地方亦采用高尔吉亚风格。
ἐμπρέπων δὲ καὶ ταῖς τῶν Ἑλλήνων πανηγύρεσι τὸν μὲν λόγον τὸν Πυθικὸν ἀπὸ τοῦ βωμοῦ ἤχησεν, ἐφʼ οὗ καὶ χρυσοῦς ἀνετέθη, ἐν τῷ τοῦ Πυθίου ἱερῷ, ὁ δὲ Ὀλυμπικὸς λόγος ὑπὲρ τοῦ μεγίστου αὐτῷ ἐπολιτεύθη.2 στασιάζουσαν γὰρ τὴν Ἑλλάδα ὁρῶν ὁμονοίας ξύμβουλος αὐτοῖς ἐγένετο τρέπων ἐπὶ τοὺς βαρβάρους καὶ πείθων ἆθλα ποιεῖσθαι τῶν ὅπλων μὴ τὰς ἀλλήλων πόλεις, ἀλλὰ τὴν τῶν βαρβάρων χώραν. ὁ δὲ ἐπιτάφιος, ὃν διῆλθεν Ἀθήνησιν, εἴρηται μὲν ἐπὶ τοῖς ἐκ τῶν πολέμων, οὓς Ἀθηναῖοι δημοσίᾳ ξὺν ἐπαίνοις ἔθαψαν, σοφίᾳ δὲ ὑπερβαλλούσῃ ξύγκειται· παροξύνων τε γὰρ τοὺς Ἀθηναίους ἐπὶ Μήδους τε καὶ Πέρσας καὶ τὸν αὐτὸν νοῦν τῷ Ὀλυμπικῷ ἀγωνιζόμενος ὑπὲρ ὁμονοίας μὲν τῆς πρὸς τοὺς Ἕλληνας οὐδὲν διῆλθεν, ἐπειδὴ πρὸς Ἀθηναίους ἦν ἀρχῆς ἐρῶντας, ἣν οὐκ ἦν κτήσασθαι μὴ τὸ δραστήριον αἱρουμένους, ἐνδιέτριψε δὲ τοῖς τῶν Μηδικῶν τροπαίων ἐπαίνοις, ἐνδεικνύμενος αὐτοῖς, ὅτι τὰ μὲν κατὰ τῶν βαρβάρων τρόπαια ὕμνους ἀπαιτεῖ, τὰ δὲ κατὰ τῶν Ἑλλήνων θρήνους.
他在全希腊人的节庆集会中亦赫赫显目,在皮托神的圣所中,他从祭坛上宣讲了《皮托演说》——在那座祭坛上亦为他树立了一尊金像;而他的《奥林匹亚演说》则是他为了至关重大的事务而作的政治性论辩。因为他见希腊陷于内讧,便成为他们团结一致的劝导者,引他们转向蛮族,并说服他们不把彼此的城邦、而把蛮族的土地作为兵刃争战的奖品。他在雅典发表的《葬礼演说》,虽然是为那些被雅典人公开并伴随赞誉下葬的阵亡者而宣讲的,却是以非凡的智慧构思而成;因为他在激励雅典人对抗米底人与波斯人、并力求实现与《奥林匹亚演说》相同的旨趣时,并未探讨与希腊人的联合,因为他面对的是热衷于霸权的雅典人——若不采取积极进取的路线,便不可能获得这霸权——然而他却流连于对反击米底人战功纪念碑的颂扬,向他们表明:战胜蛮族的战功纪念碑要求赞歌,而战胜希腊人的战功纪念碑则要求哀歌。
λέγεται δὲ ὁ Γοργίας ἐς ὀκτὼ καὶ ἑκατὸν ἐλάσας ἔτη μὴ καταλυθῆναι τὸ σῶμα ὑπὸ τοῦ γήρως, ἀλλʼ ἄρτιος καταβιῶναι καὶ τὰς αἰσθήσεις ἡβῶν.3
据说高尔吉亚活至一百零八岁,其身体未被衰老摧垮,而是健全地走完一生,感官亦依旧保持青春。
- 1.9.1τοῦτο ἂν εἴη καὶ ὁ Γοργίας τοῖς ὁμοτέχνοις
此句为条件从句“εἰ γὰρ τὸν Αἰσχύλον ἐνθυμηθείημεν...”(希求语气)的归结从句,采用了表示潜势的“ἄν + 希求语气 εἴη”结构。中性代词 τοῦτο 作为表语代词,指代前文所述埃斯库罗斯对悲剧所作出的革新与奠基贡献(或作为“奠基之父”的地位),从而完整确立了高尔吉亚对同门同行亦是“如此存在”的类比关系。
- 1.9.2ὑπὲρ τοῦ μεγίστου αὐτῷ ἐπολιτεύθη
动词 πολιτεύω 的被动不定过去时(ἐπολιτεύθη)承接主语 ὁ Ὀλυμπικὸς λόγος,表示《奥林匹亚演说》作为一项关涉至大之事的政治论辩被执行或宣讲。与格 αὐτῷ 为伴随被动语态表示动作主体的施事与格(dativus auctoris)。
- 1.9.3λέγεται δὲ ὁ Γοργίας ἐς ὀκτὼ καὶ ἑκατὸν ἐλάσας ἔτη μὴ καταλυθῆναι τὸ σῶμα ὑπὸ τοῦ γήρως, ἀλλʼ ἄρτιος καταβιῶναι καὶ τὰς αἰσθήσεις ἡβῶν
此句属于主句动词 λέγεται 所统辖的人称结构(主格加不定式结构,nominativus cum infinitivo),主格主语 ὁ Γοργίας 决定了后续表语形容词 ἄρτιος 和分词 ἡβῶν 亦为主格。在“μὴ καταλυθῆναι τὸ σῶμα”短语中,τὸ σῶμα 与后文的 τὰς αἰσθήσεις(“在感官方面”)一样,是修饰高尔吉亚的关涉宾格(accusativus respectus,“在身体方面未遭摧垮”)。
