- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.8.1-1.8.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了哲学家法沃里努斯的奇特身世与生理特征、他与哈德良皇帝的龃龉及机智应对、与希罗德·阿提库斯的深厚交情、与波莱蒙的论争,以及其文风与著作真伪,并以此终结了关于享有智者声誉的哲学家们的记述。
ὁμοίως καὶ Φαβωρῖνον τὸν φιλόσοφον ἡ εὐγλωττία ἐν σοφισταῖς ἐκήρυττεν. ἦν μὲν γὰρ τῶν ἑσπερίων Γαλατῶν οὗτος, Ἀρελάτου πόλεως, ἣ ἐπὶ Ἠριδανῷ ποταμῷ ᾤκισται, διφυὴς δὲ ἐτέχθη καὶ ἀνδρόθηλυς, καὶ τοῦτο ἐδηλοῦτο μὲν καὶ παρὰ τοῦ εἴδους, ἀγενείως γὰρ τοῦ προσώπου καὶ γηράσκων εἶχεν,1 ἐδηλοῦτο δὲ καὶ τῷ φθέγματι, ὀξυηχὲς γὰρ ἠκούετο καὶ λεπτὸν καὶ ἐπίτονον, ὥσπερ ἡ φύσις τοὺς εὐνούχους ἥρμοκεν. θερμὸς δὲ οὕτω τις ἦν τὰ ἐρωτικά, ὡς καὶ μοιχοῦ λαβεῖν αἰτίαν ἐξ ἀνδρὸς ὑπάτου.
同样,哲学家法沃里努斯的雄辩也使他在智者中闻名遐迩。他出身于西高卢的阿尔勒城,该城坐落在埃里达努斯河畔;他生具双重性别,亦男亦女,这一点从他的外貌即可显露,因为即使年事已高,他的面容仍不生胡须;这亦从他的声音中显现,因为其发音尖锐、纤细而紧绷,恰如自然造就宦官那般。然而他在情爱之事上却极其狂热,以至于招致了一位执政官级显贵的通奸指控。
διαφορᾶς δὲ αὐτῷ πρὸς Ἀδριανὸν βασιλέα γενομένης οὐδὲν ἔπαθεν. ὅθεν ὡς παράδοξα ἐπεχρησμῴδει τῷ ἑαυτοῦ βίῳ τρία ταῦτα· Γαλάτης ὢν ἑλληνίζειν, εὐνοῦχος ὢν μοιχείας κρίνεσθαι, βασιλεῖ διαφέρεσθαι καὶ ζῆν. τουτὶ δὲ Ἀδριανοῦ ἔπαινος εἴη ἂν μᾶλλον, εἰ βασιλεὺς ὢν ἀπὸ τοῦ ἴσου διεφέρετο πρὸς ὃν ἐξῆν ἀποκτεῖναι. βασιλεὺς δὲ κρείττων, "ὅτε χώσεται ἀνδρὶ χέρηι, "ἢν ὀργῆς κρατῇ, καὶ "θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, "ἢν λογισμῷ κολάζηται. βέλτιον δὲ ταῦτα ταῖς τῶν ποιητῶν δόξαις προσγράφειν τοὺς εὖ τιθεμένους τὰ τῶν βασιλέων ἤθη.2 ἀρχιερεὺς δὲ ἀναρρηθεὶς ἐς τὰ οἴκοι πάτρια ἐφῆκε μὲν κατὰ τοὺς ὑπὲρ τῶν τοιούτων νόμους, ὡς ἀφειμένος τοῦ λειτουργεῖν, ἐπειδὴ ἐφιλοσόφει, τὸν δὲ αὐτοκράτορα ὁρῶν ἐναντίαν ἑαυτῷ θέσθαι διανοούμενον, ὡς μὴ φιλοσοφοῦντι, ὑπετέμετο αὐτὸν ὧδε· ἐνύπνιόν μοι, ἔφη ὦ βασιλεῦ, γέγονεν, ὃ καὶ πρὸς σὲ χρὴ εἰρῆσθαι· ἐπιστὰς γάρ μοι Δίων ὁ διδάσκαλος ἐνουθέτει με ὑπὲρ τῆς δίκης λέγων, ὅτι μὴ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ ταῖς πατρίσι γεγόναμεν· ὑποδέχομαι δή, ὦ βασιλεῦ, τὴν λειτουργίαν καὶ τῷ διδασκάλῳ πείθομαι.
当他与哈德良皇帝发生嫌隙时,他却未受分毫损伤。因此他将这三件事作为自己一生的奇事如神谕般颂唱:身为高卢人却操纯正的希腊语;身为宦官却因通奸受审;与皇帝相争却得以保全性命。然而,这倒不如说是对哈德良的赞美,如果皇帝能与一个自己本可处死的人平起平坐地相争的话。因为君王“每当向低贱之人动怒之时”,若能克制怒气,便更为高尚;而且“受宙斯眷顾之诸王的气概至为宏大”,如果它受到理性的制约的话。对于妥善规正君王品格的人而言,将这些话增补到诗人的格言之后更为妥当。当他被选任为故乡传统祭仪的大祭司时,他依循关于此类事务的法律提出免除申请,声称自己潜心哲学当免除公共劳役;但他见皇帝因认为他并未潜心哲学而意图作出不利于他的裁决,便如此先发制人道: “陛下,”他说,“我做了一个梦,理当告知于您:我的导师狄翁显圣站在我身旁,就这场诉讼告诫我说,我们降生不仅是为自己,也是为了祖国。因此,陛下,我接受这项公职,顺从导师的教诲。”
ταῦτα ὁ μὲν αὐτοκράτωρ διατριβὴν ἐπεποίητο, καὶ διῆγε τὰς βασιλείους φροντίδας ἀπονεύων ἐς σοφιστάς τε καὶ φιλοσόφους, Ἀθηναίοις δὲ δεινὰ ἐφαίνετο καὶ συνδραμόντες αὐτοὶ μάλιστα οἱ ἐν τέλει Ἀθηναῖοι χαλκῆν εἰκόνα κατέβαλον τοῦ ἀνδρὸς ὡς πολεμιωτάτου τῷ αὐτοκράτορι· ὁ δέ, ὡς ἤκουσεν, οὐδὲν σχετλιάσας οὐδὲ ἀγριάνας ὑπὲρ ὧν ὕβριστο ὤνητʼ ἂν ἔφη καὶ Σωκράτης εἰκόνα χαλκῆν ὑπʼ Ἀθηναίων ἀφαιρεθεὶς μᾶλλον ἢ πιὼν κώνειον. Ἐπιτηδειότατος μὲν οὖν Ἡρώδῃ τῷ σοφιστῇ ἐγένετο διδάσκαλόν τε ἡγουμένῳ καὶ πατέρα καὶ πρὸς αὐτὸν γράφοντι πότε σε ἴδω καὶ πότε σου περιλείξω τὸ στόμα; ὅθεν καὶ τελευτῶν κληρονόμον Ἡρώδην ἀπέφηνε τῶν τε βιβλίων, ὁπόσα ἐκέκτητο, καὶ τῆς ἐπὶ τῇ Ῥώμῃ οἰκίας καὶ τοῦ Αὐτοληκύθου. ἦν δὲ οὗτος Ἰνδὸς μὲν καὶ ἱκανῶς μέλας, ἄθυρμα δὲ Ἡρώδου τε καὶ Φαβωρίνου, ξυμπίνοντας γὰρ αὐτοὺς διῆγεν ἐγκαταμιγνὺς Ἰνδικοῖς Ἀττικὰ καὶ πεπλανημένῃ τῇ γλώττῃ βαρβαρίζων. ἡ δὲ γενομένη πρὸς τὸν Πολέμωνα τῷ Φαβωρίνῳ διαφορὰ ἤρξατο μὲν ἐν Ἰωνίᾳ προσθεμένων αὐτῷ τῶν Ἐφεσίων, ἐπεὶ τὸν Πολέμωνα ἡ Σμύρνα ἐθαύμαζεν, ἐπέδωκε δὲ ἐν τῇ Ῥώμῃ, ὕπατοι γὰρ καὶ παῖδες ὑπάτων οἱ μὲν τὸν ἐπαινοῦντες, οἱ δὲ τόν, ἦρξαν αὐτοῖς φιλοτιμίας, ἣ πολὺν ἐκκαίει φθόνον καὶ σοφοῖς ἀνδράσιν. συγγνωστοὶ μὲν οὖν τῆς φιλοτιμίας, τῆς ἀνθρωπείας φύσεως τὸ φιλότιμον ἀγήρων ἡγουμένης, μεμπτέοι δὲ τῶν λόγων, οὓς ἐπʼ ἀλλήλους ξυνέθεσαν, ἀσελγὴς γὰρ λοιδορία, κἂν ἀληθὴς τύχῃ, οὐκ ἀφίησιν αἰσχύνης οὐδὲ τὸν ὑπὲρ τοιούτων εἰπόντα. τοῖς μὲν οὖν σοφιστὴν τὸν Φαβωρῖνον καλοῦσιν ἀπέχρη ἐς ἀπόδειξιν καὶ αὐτὸ τὸ διενεχθῆναι αὐτὸν σοφιστῇ, τὸ γὰρ φιλότιμον, οὗ ἐμνήσθην, ἐπὶ τοὺς ἀντιτέχνους φοιτᾷ.
皇帝以此为消遣,通过将心思转向智者与哲学家来排遣政务之劳;然而雅典人却对此深感骇怪,雅典掌权的官员们尤其纠集在一起,推倒了此人的青铜雕像,视其为皇帝的大敌。但他听闻此事后,既未对所受的侮辱表示愤慨,亦未勃然大怒,反而说道: “如果苏格拉底当年被雅典人推倒青铜像而非饮下毒鸩,那也对他大有裨益了。” 他与智者希罗德结下了极深的情谊,希罗德奉他为师长与父亲,并在致他的信中写道: “我何时能见到你,何时能舔舐你的口唇?” 因此他在临终之际,将自己拥有的一切书籍、在罗马的宅邸以及自备油瓶儿指定由希罗德继承。这自备油瓶儿是个印度人,肤色甚黑,是希罗德与法沃里努斯的玩物;当他们共饮时,他便通过在印度语中夹杂阿提卡词汇、以生硬走调的舌音说蛮语来为他们助兴。法沃里努斯与波莱蒙之间产生的争端起于爱奥尼亚,因士麦那崇尚波莱蒙,以弗所人便依附于法沃里努斯;此争端在罗马进一步加剧,执政官及其子嗣们或赞誉此人,或赞誉彼人,在他们之间激起了好胜心,而这种好胜心即便在智者之中亦能点燃巨大的嫉妒之火。诚然,好胜心是可以被原谅的,因为人性视好胜为永不衰老之物;但他们彼此撰文相互攻讦,却是应受谴责的,因为肆意辱骂即便属实,亦不能免除道出此类言辞之人的羞耻。因此,对那些称法沃里努斯为智者的人而言,他与一位智者发生龃龉这一事实本身便足以作为证据;因为我所提及的好胜心,正是流布于同行技艺者之间。
ἥρμοσται δὲ τὴν γλῶτταν ἀνειμένως μέν, σοφῶς δὲ καὶ ποτίμως. ἐλέγετο δὲ σὺν εὐροίᾳ σχεδιάσαι. τὰ μὲν δὴ ἐς Πρόξενον μήτʼ ἂν ἐνθυμηθῆναι τὸν Φαβωρῖνον μήτʼ ἂν ξυνθεῖναι,3 ἀλλʼ εἶναι αὐτὰ μειρακίου φρόντισμα μεθύοντος, μᾶλλον δὲ ἐμοῦντος, τὸν δὲ ἐπὶ τῷ ἀώρῳ καὶ τὸν ὑπὲρ τῶν μονομάχων καὶ τὸν ὑπὲρ τῶν βαλανείων γνησίους τε ἀποφαινόμεθα καὶ εὖ ξυγκειμένους, καὶ πολλῷ μᾶλλον τοὺς φιλοσοφουμένους αὐτῷ τῶν λόγων, ὧν ἄριστοι οἱ Πυρρώνειοι· τοὺς γὰρ Πυρρωνείους ἐφεκτικοὺς ὄντας οὐκ ἀφαιρεῖται καὶ τὸ δικάζειν δύνασθαι. διαλεγομένου δὲ αὐτοῦ κατὰ τὴν Ῥώμην μεστὰ ἦν σπουδῆς πάντα, καὶ γὰρ δὴ καὶ ὅσοι τῆς Ἑλλήνων φωνῆς ἀξύνετοι ἦσαν, οὐδὲ τούτοις ἀφʼ ἡδονῆς ἡ ἀκρόασις ἦν,4 ἀλλὰ κἀκείνους ἔθελγε τῇ τε ἠχῇ τοῦ φθέγματος καὶ τῷ σημαίνοντι τοῦ βλέμματος καὶ τῷ ῥυθμῷ τῆς γλώττης. ἔθελγε δὲ αὐτοὺς τοῦ λόγου καὶ τὸ ἐπὶ πᾶσιν, ὃ ἐκεῖνοι μὲν ᾠδὴν ἐκάλουν, ἐγὼ δὲ φιλοτιμίαν, ἐπειδὴ τοῖς ἀποδεδειγμένοις ἐφυμνεῖται. Δίωνος μὲν οὖν ἀκοῦσαι λέγεται, τοσοῦτον δὲ ἀφέστηκεν, ὅσον οἱ μὴ ἀκούσαντες. τοσαῦτα μὲν ὑπὲρ τῶν φιλοσοφησάντων ἐν δόξῃ τοῦ σοφιστεῦσαι. οἱ δὲ κυρίως προσρηθέντες σοφισταὶ ἐγένοντο οἵδε·
他的言辞风格舒缓而不拘谨,却又巧妙而悦人。据说他即席宣讲时文思泉涌。至于那些针对普罗克塞诺斯的言论,法沃里努斯绝不可能构想,亦不可能撰写,它们纯属一个醉酒乃至呕吐之少年的妄想;另一方面,《论夭折者》、《论角斗士》以及《论浴场》篇,我们断定为真作且结构精妙,而他所作的那些哲学言论则尤为精绝,其中最出色的当属皮浪主义著作;因为他并未剥夺主张悬搁判断的皮浪学派审断诉讼的能力。当他在罗马论辩时,全场充斥着狂热的热忱;因为事实上,即便那些不通晓希腊语的人,听讲对他们而言亦绝非乏味之事,他的声音之共鸣、目光之神采以及舌头的韵律令他们同样着迷。他在言辞结尾处的表现亦令他们倾倒,众人称之为“歌咏”,而我称之为“好胜的华彩”,因为它是在论证完毕之后咏唱而出的。据说他曾听从狄翁受教,但他与狄翁相去之远,宛如那些未曾受教之人。关于那些在智者声名之下研习哲学者,且谈至此。而严格意义上被称为智者的,则是以下诸人:
- 1.8.1ἀγενείως γὰρ τοῦ προσώπου καὶ γηράσκων εἶχεν
副词 ἀγενείως 与表示状态的动词 ἔχω(未完成过去时 εἶχεν)连用,并搭配表示限定或关涉的属格 τοῦ προσώπου(“就面容而言”):意即“即便在老去之时,其面部依然保持着不生胡须的状态”。
- 1.8.2βέλτιον δὲ ταῦτα ταῖς τῶν ποιητῶν δόξαις προσγράφειν τοὺς εὖ τιθεμένους τὰ τῶν βασιλέων ἤθη
无人称谓语 βέλτιον [ἐστί] 统领不定式 προσγράφειν,分词短语 τοὺς εὖ τιθεμένους τὰ τῶν βασιλέων ἤθη(“妥善规正君王品格的人”)充当不定式的对格逻辑主语,ταῦτα 为宾语,指代前文附加在荷马诗句后的限定条件。
- 1.8.4τὰ μὲν δὴ ἐς Πρόξενον μήτʼ ἂν ἐνθυμηθῆναι τὸν Φαβωρῖνον μήτʼ ἂν ξυνθεῖναι
间接引语中带有 ἄν 的不定式结构(μήτʼ ἂν ἐνθυμηθῆναι μήτʼ ἂν ξυνθεῖναι),相当于潜在希求法+ἄν 或与过去事实相反的直陈式+ἄν。它表达了作者(斐洛斯忒拉托斯)坚定的否定性推断,即法沃里努斯“绝不可能构想出、亦绝不可能撰写出”针对普罗克塞诺斯的作品。主语为对格 τὸν Φαβωρῖνον,宾语为 τὰ ἐς Πρόξενον。
- 1.8.4οὐδὲ τούτοις ἀφʼ ἡδονῆς ἡ ἀκρόασις ἦν
介词短语 ἀφʼ ἡδονῆς 中的 ἀπό 表分离或缺乏(“远离、缺乏”,如 ἀπὸ τρόπου),意为“毫无乐趣、枯燥无味”;此处受 οὐδέ 否定并紧接“ἀλλὰ κἀκείνους ἔθελγε”(“反而令他们亦为之着迷”),构成委婉曲折的肯定表达(“即便是对这些人而言,听讲亦绝非乏味之事”),表明即使是不通希腊语者也能从其演说中获得愉悦。
