← 斐洛斯脱拉德

智者传

§1.10.1

普罗泰戈拉的求学、流放与有偿讲学之始

本节记述阿夫德拉的普罗泰戈拉受波斯术士的影响、因不可知论被雅典放逐并溺亡,以及他开创有偿讲学与柏拉图对其文风的描摹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.1

Πρωταγόρας δὲ ὁ Ἀβδηρίτης σοφιστὴς καὶ Δημοκρίτου μὲν ἀκροατὴς οἴκοι ἐγένετο, ὡμίλησε δὲ καὶ τοῖς ἐκ Περσῶν μάγοις κατὰ τὴν Ξέρξου ἐπὶ τὴν Ἑλλάδα ἔλασιν. πατὴρ γὰρ ἦν αὐτῷ Μαίανδρος πλούτῳ κατεσκευασμένος παρὰ πολλοὺς τῶν ἐν τῇ Θρᾴκῃ, δεξάμενος δὲ καὶ τὸν Ξέρξην οἰκίᾳ τε καὶ δώροις τὴν ξυνουσίαν τῶν μάγων τῷ παιδὶ παρʼ αὐτοῦ εὕρετο. οὐ γὰρ παιδεύουσι τοὺς μὴ Πέρσας Πέρσαι μάγοι, ἢν μὴ ὁ βασιλεὺς ἐφῇ. τὸ δὲ ἀπορεῖν φάσκειν, εἴτε εἰσὶ θεοί, εἴτε οὐκ εἰσί, δοκεῖ μοι Πρωταγόρας ἐκ τῆς Περσικῆς παιδεύσεως παρανομῆσαι·1 μάγοι γὰρ ἐπιθειάζουσι μὲν οἷς ἀφανῶς δρῶσι, τὴν δὲ ἐκ φανεροῦ δόξαν τοῦ θείου καταλύουσιν οὐ βουλόμενοι δοκεῖν παρʼ αὐτοῦ δύνασθαι. διὰ μὲν δὴ τοῦτο πάσης γῆς ὑπὸ Ἀθηναίων ἠλάθη, ὡς μέν τινες, κριθείς, ὡς δὲ ἐνίοις δοκεῖ, ψήφου ἐπενεχθείσης μὴ κριθέντι.2 νήσους δὲ ἐξ ἠπείρων ἀμείβων καὶ τὰς Ἀθηναίων τριήρεις φυλαττόμενος πάσαις θαλάτταις ἐνεσπαρμένας κατέδυ πλέων ἐν ἀκατίῳ μικρῷ. τὸ δὲ μισθοῦ διαλέγεσθαι πρῶτος εὗρε, πρῶτος δὲ παρέδωκεν Ἕλλησι πρᾶγμα οὐ μεμπτόν, ἃ γὰρ σὺν δαπάνῃ σπουδάζομεν, μᾶλλον ἀσπαζόμεθα τῶν προῖκα.3 γνοὺς δὲ τὸν Πρωταγόραν ὁ Πλάτων σεμνῶς μὲν ἑρμηνεύοντα, ἐνυπτιάζοντα δὲ τῇ σεμνότητι καί που καὶ μακρολογώτερον τοῦ συμμέτρου, τὴν ἰδέαν αὐτοῦ μύθῳ μακρῷ ἐχαρακτήρισεν.

阿夫德拉的智者普罗泰戈拉在故乡曾是德谟克利特的听讲者,但在薛西斯进军希腊期间,他也结识了来自波斯的术士们。因为他的父亲迈安德罗斯拥有超过色雷斯许多人的财富,他不仅以宅邸接待了薛西斯,还奉上了礼物,从而由国王那里为儿子争取到了与术士们结交的机会。因为波斯术士并不教授非波斯人,除非国王许可。至于他声称难以断定神明究竟存在还是不存在,在我看来,普罗泰戈拉犯下此种僭越乃是源于波斯式的教养;因为术士们在自己隐秘所行之事中呼求神明,却破坏对神明的公开信仰,因其不愿显出自己的力量来自神明。正是因此,他被雅典人驱逐出了所有土地——据某些人说,是在受审之后;而据另一些人的看法,则是在未经审判便对他进行表决之后。他在大陆与诸岛屿之间辗转迁移,提防着遍布于各海域的雅典三列桨座战船,最终乘一艘小舟航行时溺亡。收取酬金讲论是他最先开创的,亦是他最先传授给希腊人的一项无可指责之举;因为我们花费开销所追求的,要比免费获得的更为珍重。而柏拉图察觉到普罗泰戈拉虽然表达庄严,却在庄严中耽于自满,并在某些方面冗长得超过了适度,便用一篇长篇神话刻画了他的风格。

语法注3 条
  1. 1.10.1τὸ δὲ ἀπορεῖν φάσκειν, εἴτε εἰσὶ θεοί, εἴτε οὐκ εἰσί, δοκεῖ μοι Πρωταγόρας ἐκ τῆς Περσικῆς παιδεύσεως παρανομῆσαι

    句首带有冠词的不定式短语“τὸ ... φάσκειν”用作涉及宾格(accusative of respect)或话题宾格,引出全句的主题。其后的主句则采用了人称句式“δοκεῖ μοι Πρωταγόρας ... παρανομῆσαι”(“在我看来,普罗泰戈拉似乎犯下了……”),即把主语提前,而非使用非人称句式(δοκεῖ μοι + 宾格不定式),这使得句首宾格短语与主句主格主语之间呈现出轻微的句法脱节(anacoluthon)。

  2. 1.10.1ψήφου ἐπενεχθείσης μὴ κριθέντι

    “ψήφου ἐπενεχθείσης”为独立属格(“表决被付诸实施后”)。“μὴ κριθέντι”为阳性与格单数的第一不定过去时被动分词,指代语境中的普罗泰戈拉,作为不利益与格或受复合动词“ἐπενεχθείσης”支配,表示“在未对他进行正规审判的情况下便作出了表决”。

  3. 1.10.1τῶν προῖκα

    “τῶν”是中性复数属格冠词,用作“μᾶλλον ἀσπαζόμεθα”(比起……更加乐于接受)所要求的比较属格。“προῖκα”(无偿地、免费地)这一副词与冠词结合被名词化,意为“免费获得的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.10.1