← 斐洛斯脱拉德

智者传

§1.7.1-1.7.2

普鲁萨的狄翁之文风与流亡轶事

斐洛斯特拉图评价了普鲁萨人狄翁的文风、品格及著作,并记述了他在流亡期间平息士兵哗变以及与图拉真皇帝交好的轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7.1

Δίωνα δὲ τὸν Προυσαῖον οὐκ οἶδʼ ὅ τι χρὴ προσειπεῖν διὰ τὴν ἐς πάντα ἀρετήν, Ἀμαλθείας γὰρ κέρας ἦν, τὸ τοῦ λόγου,1 ξυγκείμενος μὲν τῶν ἄριστα εἰρημένων τοῦ ἀρίστου, βλέπων δὲ πρὸς τὴν Δημοσθένους ἠχὼ καὶ Πλάτωνος, ᾗ, καθάπερ αἱ μαγάδες τοῖς ὀργάνοις, προσηχεῖ ὁ Δίων τὸ ἑαυτοῦ ἴδιον2 ξὺν ἀφελείᾳ ἐπεστραμμένῃ. ἀρίστη δὲ ἐν τοῖς Δίωνος λόγοις καὶ ἡ τοῦ ἤθους κρᾶσις· ὑβριζούσαις τε γὰρ πόλεσι πλεῖστα ἐπιπλήξας οὐ φιλολοίδορος, οὐδὲ ἀηδὴς ἔδοξεν, ἀλλʼ οἷον ἵππων ὕβριν χαλινῷ καταρτύων μᾶλλον ἢ μάστιγι, πόλεών τε εὐνομουμένων ἐς ἐπαίνους καταστὰς οὐκ ἐπαίρειν αὐτὰς ἔδοξεν, ἀλλʼ ἐπιστρέφειν μᾶλλον ὡς ἀπολουμένας, εἰ μεταβάλοιντο. ἦν δὲ αὐτῷ καὶ τὸ τῆς ἄλλης φιλοσοφίας ἦθος οὐ κοινὸν οὐδὲ εἰρωνικόν, ἀλλὰ ἐμβριθῶς μὲν ἐγκείμενον, κεχρωσμένον δέ, οἷον ἡδύσματι, τῇ πρᾳότητι. ὡς δὲ καὶ ἱστορίαν ἱκανὸς ἦν ξυγγράφειν, δηλοῖ τὰ Γετικά, καὶ γὰρ δὴ καὶ ἐς Γέτας ἦλθεν, ὁπότε ἠλᾶτο. τὸν δὲ Εὐβοέα καὶ τὸν τοῦ ψιττακοῦ ἔπαινον καὶ ὁπόσα οὐχ ὑπὲρ μεγάλων ἐσπούδασται τῷ Δίωνι, μὴ μικρὰ ἡγώμεθα, ἀλλὰ σοφιστικά, σοφιστοῦ γὰρ τὸ καὶ ὑπὲρ τοιούτων σπουδάζειν.

至于普鲁萨人狄翁,因其各方面的卓越,我不知该如何称呼他;正如谚语所言,他宛如阿玛尔忒亚之角,汇聚了最为出色的言论之菁华,取法于狄摩西尼与柏拉图的回响,狄翁恰如琴马之于乐器,以一种洗练的纯朴在其中奏响自己独特的音调。在狄翁的言辞中,品格的调和亦属至善;因为当他极力斥责骄横的城邦时,既不显刻薄,亦不令人厌恶,而是宛如用缰绳而非皮鞭来驯服骏马的烈性;当他转而赞颂法纪修明的城邦时,亦非令其傲慢,而是促其警省,告诫它们若有更易便将自取灭亡。此外,他在其余哲学实践中的品格既非平庸,亦非讥讽,而是庄重笃实,又宛如施以调味品一般,浸润着温和。他的《盖塔史》表明他亦有撰写历史的才能,因为他在流浪之际确实曾去往盖塔人之中。至于《优卑亚人》、《鹦鹉颂》以及狄翁为之倾注心血的诸般微细主题之作,我们切不可视其微不足道,而应视其为智者之作,因为即使在微细事物上倾注热情,本就是智者的特质。

§1.7.2

γενόμενος δὲ κατὰ τοὺς χρόνους, οὓς Ἀπολλώνιός τε ὁ Τυανεὺς καὶ Εὐφράτης ὁ Τύριος ἐφιλοσόφουν, ἀμφοτέροις ἐπιτηδείως εἶχε καίτοι διαφερομένοις πρὸς ἀλλήλους ἔξω τοῦ φιλοσοφίας ἤθους. τὴν δὲ ἐς τὰ Γετικὰ ἔθνη πάροδον τοῦ ἀνδρὸς φυγὴν μὲν οὐκ ἀξιῶ ὀνομάζειν, ἐπεὶ μὴ προσετάχθη αὐτῷ φυγεῖν, οὐδὲ ἀποδημίαν, ἐπειδὴ τοῦ φανεροῦ ἐξέστη κλέπτων ἑαυτὸν ὀφθαλμῶν τε καὶ ὤτων καὶ ἄλλα ἐν ἄλλῃ γῇ πράττων δέει τῶν κατὰ τὴν πόλιν τυραννίδων, ὑφʼ ὧν ἠλαύνετο φιλοσοφία πᾶσα. φυτεύων δὲ καὶ σκάπτων καὶ ἐπαντλῶν βαλανείοις τε καὶ κήποις καὶ πολλὰ τοιαῦτα ὑπὲρ τροφῆς ἐργαζόμενος οὐδὲ τοῦ σπουδάζειν ἠμέλει, ἀλλʼ ἀπὸ δυοῖν βιβλίοιν ἑαυτὸν ξυνεῖχεν· ταυτὶ δὲ ἦν ὅ τε Φαίδων ὁ τοῦ Πλάτωνος καὶ Δημοσθένους ὁ κατὰ τῆς πρεσβείας. θαμίζων δὲ ἐς τὰ στρατόπεδα, ἐν οἷσπερ εἰώθει τρύχεσθαι, καὶ τοὺς στρατιώτας ὁρῶν ἐς νεώτερα ὁρμῶντας ἐπὶ Δομετιανῷ ἀπεσφαγμένῳ οὐκ ἐφείσατο ἀταξίαν ἰδὼν ἐκραγεῖσαν,3 ἀλλὰ γυμνὸς ἀναπηδήσας ἐπὶ βωμὸν ὑψηλὸν ἤρξατο τοῦ λόγου ὧδε· αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς, καὶ εἰπὼν ταῦτα καὶ δηλώσας ἑαυτόν, ὅτι μὴ πτωχός, μηδὲ ὃν ᾤοντο, Δίων δὲ εἴη ὁ σοφός, ἐπὶ μὲν τὴν κατηγορίαν τοῦ τυράννου πολὺς ἔπνευσεν, τοὺς δὲ στρατιώτας ἐδίδαξεν ἀμείνω φρονεῖν τὰ δοκοῦντα Ῥωμαίοις πράττοντας. καὶ γὰρ ἡ πειθὼ τοῦ ἀνδρὸς οἵα καταθέλξαι καὶ τοὺς μὴ τὰ Ἑλλήνων ἀκριβοῦντας· Τραιανὸς γοῦν ὁ αὐτοκράτωρ ἀναθέμενος αὐτὸν ἐπὶ τῆς Ῥώμης ἐς τὴν χρυσῆν ἅμαξαν, ἐφʼ ἧς οἱ βασιλεῖς τὰς ἐκ τῶν πολέμων πομπὰς πομπεύουσιν, ἔλεγε θαμὰ ἐπιστρεφόμενος ἐς τὸν Δίωνα τί μὲν λέγεις, οὐκ οἶδα, φιλῶ δέ σε ὡς ἐμαυτόν. Σοφιστικώτατοι δὲ τοῦ Δίωνος αἱ τῶν λόγων εἰκόνες, ἐν αἷς εἰ καὶ πολύς, ἀλλὰ καὶ ἐναργὴς καὶ τοῖς ὑποκειμένοις ὅμοιος.

他生活在蒂亚纳的阿波罗尼乌斯与提尔的厄弗拉特斯研修哲学的时代,尽管二人彼此龃龉,超出了哲学品格的界限,狄翁却与双方均交好。至于此人前往盖塔部族的跋涉,我不认为应称之为流放,因为并未下令将他驱逐;亦不能称之为游历,因为他为了躲避城邦中迫害一切哲学的僭主统治,逃离众目睽睽之下,隐匿于众人的耳目之外,在各处土地上操持异业。他栽树、掘地、为浴场和园林汲水,为了生计从事诸多此类劳作,却未曾荒废治学,而是凭借两部书支撑着自己:那便是柏拉图的《斐多篇》与狄摩西尼的《论失职使团》。他常去往军营——他在那里一向习惯于历经磨砺——当见到士兵在图密善被刺杀后企图发动叛乱,目睹骚乱爆发,他便毫不退缩,赤身跃上一座高耸的祭坛,如此开口说道: “于是足智多谋的奥德修斯脱去了褴褛的衣衫,”说完这番话,并表明自己既非乞丐,亦非他们所设想之人,而是智者狄翁之后,他便如狂风骤起般控诉僭主,并教导士兵们遵从罗马人的决议方为明智。事实上,此人的说服力甚至足以倾倒那些不能精准通晓希腊语之人;例如皇帝图拉真在罗马将他请上皇帝在战后举行凯旋式所乘的黄金马车,并不时转头对狄翁说道: “你所言者何,朕虽不知,但朕爱你如同爱自己。” 狄翁言辞中的比喻极其具备智者风范,他在其中即便篇幅宏大,却也生动鲜明,贴合论题。

语法注3 条
  1. 1.7.1τὸ τοῦ λόγου

    该短语作整句的同格宾格或状语性宾格,意为“如谚语所言”,表明前文的 Ἀμαλθείας κέρας(阿玛尔忒亚之角)是一句成语或俗谚。

  2. 1.7.1ᾗ, καθάπερ αἱ μαγάδες τοῖς ὀργάνοις, προσηχεῖ ὁ Δίων τὸ ἑαυτοῦ ἴδιον

    关系副词或与格关系词 ᾗ 回指前文狄摩西尼与柏拉图的“回响”(ἠχώ),复合动词 προσηχεῖ 意为“依附发声”或“与之共鸣”。μαγάδες 指弦乐器的琴马(或产生八度共鸣的装置),构成以古典巨擘的宏声为基调、融入自己独特色彩的比喻。

  3. 1.7.2οὐκ ἐφείσατο ἀταξίαν ἰδὼν ἐκραγεῖσαν

    否定式不定过去时中动语态 οὐκ ἐφείσατο(“未曾退缩”、“毫不吝惜自身”)后接分词短语 ἀταξίαν ἰδὼν ἐκραγεῖσαν(“见骚乱爆发”),作为时间或原因从属成分。整个句式惯用地表达在危急时刻毫不犹豫挺身而出的果断行动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.7.1-1.7.2