- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.25.10-1.25.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
菲洛斯特拉托斯评述了波勒蒙的演说风格,为其在辩护词与比喻拟作上的高超水准正名,并记述了他的疾病、逝世以及在拉奥狄刻亚的下葬经过。
ἡ δὲ ἰδέα τῶν Πολέμωνος λόγων θερμὴ καὶ ἐναγώνιος καὶ τορὸν ἠχοῦσα, ὥσπερ ἡ Ὀλυμπιακὴ σάλπιγξ, ἐπιπρέπει δὲ αὐτῇ καὶ τὸ Δημοσθενικὸν τῆς γνώμης, καὶ ἡ σεμνολογία οὐχ ὑπτία, λαμπρὰ δὲ καὶ ἔμπνους, ὥσπερ ἐκ τρίποδος. διαμαρτάνουσι μέν̔τοἰ τοῦ ἀνδρὸς1 φάσκοντες αὐτὸν τὰς μὲν ἐπιφορὰς ἄριστα σοφιστῶν μεταχειρίσασθαι, τὰς δὲ ἀπολογίας ἧττον, ἐλέγχει γὰρ τὸν λόγον τοῦτον ὡς οὐκ ἀληθῆ καὶ ἡ δεῖνα μὲν καὶ ἡ δεῖνα τῶν ὑποθέσεων, ἐν αἷς ἀπολογεῖται, μάλιστα δὲ ὁ Δημοσθένης ὁ τὰ πεντήκοντα τάλαντα ἐξομνύμενος. ἀπολογίαν γὰρ οὕτω χαλεπὴν διαθέμενος ἤρκεσε τῷ λόγῳ ξὺν περιβολῇ καὶ τέχνῃ. τὴν αὐτὴν ὁρῶ διαμαρτίαν καὶ περὶ τοὺς ἡγουμένους αὐτὸν ἐκφέρεσθαι τῶν ἐσχηματισμένων ὑποθέσεων εἰργόμενον τοῦ δρόμου, καθάπερ ἐν δυσχωρίᾳ ἵππον, παραιτούμενόν τε αὐτὰς τὰς Ὁμηρείους γνώμας εἰπεῖν2 "ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσιν, ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ, "ταῦτα γὰρ ἴσως ἔλεγεν αἰνιττόμενος καὶ παραδηλῶν τὸ δύστροπον τῶν τοιούτων ὑποθέσεων, ἄριστα δὲ κἀκεῖνα ἠγωνίσατο, ὡς δηλοῦσιν ὅ τε μοιχὸς ὁ ἐκκεκαλυμμένος καὶ ὁ Ξενοφῶν ὁ ἀξιῶν ἀποθνήσκειν ἐπὶ Σωκράτει καὶ ὁ Σόλων ὁ αἰτῶν ἀπαλείφειν τοὺς νόμους λαβόντος τὴν φρουρὰν τοῦ Πεισιστράτου καὶ οἱ Δημοσθένεις τρεῖς, ὁ μετὰ Χαιρώνειαν προσάγων ἑαυτὸν καὶ ὁ δοκῶν θανάτου ἑαυτῷ τιμᾶσθαι ἐπὶ τοῖς Ἁρπαλείοις καὶ ὁ ξυμβουλεύων ἐπὶ τῶν τριήρων φεύγειν ἐπιόντος μὲν Φιλίππου, νόμον δὲ Αἰσχίνου κεκυρωκότος ἀποθνήσκειν τὸν πολέμου μνημονεύσαντα. ἐν γὰρ ταύταις μάλιστα τῶν ὑπʼ αὐτοῦ κατὰ σχῆμα προηγμένων ἡνία τε ἐμβέβληται τῷ λόγῳ καὶ τὸ ἐπαμφότερον αἱ διάνοιαι σώζουσιν.
波勒蒙演说的文风热情奔放、极具论辩张力,犹如奥林匹亚的号角般嘹亮激越;其中德摩斯梯尼式的深邃见地尤为显著,其崇高庄严的措辞亦毫不懈怠,反而如从三脚祭坛发出的神谕一般光芒四射、灵气充溢。然而,那些声称他处理控诉性演说在修辞学界无人能及、而在辩护性演说上则逊色一筹的人,完全误解了此人;因为他进行辩护的各种拟作主题,尤其是德摩斯梯尼宣誓未曾接受五十塔兰同的那篇演说,证明了这种论调绝非属实。在构建了如此艰难的辩护之后,他以宏富的辞采与精湛的技巧圆满地驾驭了这篇演说。对于那些认为他驾驭含蓄比喻的主题时会偏离正轨、如同在险阻地形中奔马受阻、并以为他因回避这些主题而引用荷马格言的人,我也发现了同样的误解: “那人心藏一套而言说另一套者,对我而言便如哈得斯之门般可恨。” 因为他说这番话,或许只是在隐晦地揭示并暗示此类主题的艰深繁难,但他在此类题材上的辩论其实最为出色,这一点已由《被揭去遮蔽的通奸者》、《苏格拉底受难后自请同死的色诺芬》、《庇西特拉图获得卫队后要求废除法律的梭伦》以及三篇关于德摩斯梯尼的主题——喀罗尼亚战役后引咎自请的主题、因哈尔帕洛斯事件看似为自己估定死罪的主题、以及在腓力进军且埃斯基涅斯通过法律规定凡提及战事者处死之际劝告乘三层桨座战船逃离的主题——充分予以证明。正是在由他依照含蓄比喻手法推进的这些主题中,演说被套上了沉稳的缰绳,辞意亦始终维系着双关微言。
ἰατροῖς δὲ θαμὰ ὑποκείμενος λιθιώντων αὐτῷ τῶν ἄρθρων παρεκελεύετο αὐτοῖς ὀρύττειν καὶ τέμνειν τὰς Πολέμωνος λιθοτομίας. Ἡρώδῃ δὲ ἐπιστέλλων ὑπὲρ τῆς νόσου ταύτης ὧδε ἐπέστειλεν· δεῖ ἐσθίειν, χεῖρας οὐκ ἔχω· δεῖ βαδίζειν, πόδες οὐκ εἰσί μοι· δεῖ ἀλγεῖν, τότε καὶ πόδες εἰσί μοι καὶ χεῖρες. Ἐτελεύτα μὲν περὶ τὰ ἓξ καὶ πεντήκοντα ἔτη, τὸ δὲ μέτρον τῆς ἡλικίας τοῦτο ταῖς μὲν ἄλλαις ἐπιστήμαις γήρως ἀρχή, σοφιστῇ δὲ νεότης ἔτι, γηράσκουσα γὰρ ἥδε ἡ ἐπιστήμη σοφίαν ἀρτύνει. τάφος δὲ αὐτῷ κατὰ τὴν Σμύρναν οὐδείς, εἰ καὶ πλείους λέγονται· οἱ μὲν γὰρ ἐν τῷ κήπῳ τοῦ τῆς Ἀρετῆς ἱεροῦ ταφῆναι αὐτόν, οἱ δὲ οὐ πόρρω τούτου ἐπὶ θαλάττῃ, νεὼς δέ τίς ἐστι βραχὺς καὶ ἄγαλμα ἐν αὐτῷ Πολέμωνος ἐσταλμένον, ὡς ἐπὶ τῆς τριήρους ὠργίαζεν, ὑφʼ ᾧ κεῖσθαι τὸν ἄνδρα, οἱ δὲ ἐν τῇ τῆς οἰκίας αὐλῇ ὑπὸ τοῖς χαλκοῖς ἀνδριᾶσιν. ἔστι δὲ οὐδὲν τούτων ἀληθές, εἰ γὰρ ἐτελεύτα κατὰ τὴν Σμύρναν, οὐδενὸς ἂν τῶν θαυμασίων παρʼ αὐτοῖς ἱερῶν ἀπηξιώθη τὸ μὴ οὐκ ἐν αὐτῷ κεῖσθαι.3 ἀλλʼ ἐκεῖνα ἀληθέστερα, κεῖσθαι μὲν αὐτὸν ἐν τῇ Λαοδικείᾳ παρὰ τὰς Συρίας πύλας, οὗ δὴ καὶ τῶν προγόνων αὐτοῦ θῆκαι, ταφῆναι δὲ αὐτὸν ζῶντα ἔτι, τουτὶ γὰρ τοῖς φιλτάτοις ἐπισκῆψαι, κείμενόν τε ἐν τῷ σήματι παρακελεύεσθαι τοῖς συγκλείουσι τὸν τάφον ἔπαγε, ἔπαγε, μὴ γὰρ ἴδοι με σιωπῶντα ἥλιος. πρὸς δὲ τοὺς οἰκείους ὀλοφυρομένους αὐτὸν ἀνεβόησε· δότε μοι σῶμα καὶ μελετήσομαι. μέχρι Πολέμωνος τὰ Πολέμωνος, οἱ γὰρ ἐπʼ αὐτῷ γενόμενοι ξυγγενεῖς μέν, οὐ μὴν οἷοι πρὸς τὴν ἐκείνου ἀρετὴν ἐξετάζεσθαι, πλὴν ἑνὸς ἀνδρός, περὶ οὗ μικρὸν ὕστερον λέξω.
当他因关节结石而频繁接受医官诊治时,他总是敦促他们前去开凿并切割“波勒蒙的采石场”。在就此病患写给希罗德的信中,他这样写道: “须得进食时,我却无手;须得走动时,我却无脚;可须得承受痛苦时,我便手足兼备了。” 他去世时年约五十六岁;而这个年岁界限,在其他学问中固然是老境的开端,但对修辞学家而言却仍属青年,盖此项学问唯在岁月中方能酝酿醇熟的智慧。士麦那并没有他的坟墓,纵使坊间流传着多处说法:有人称他葬在美德圣所的花园中;有人称葬在离此不远的海滨,那里有一座小巧的殿堂,内有波勒蒙身着当年在战船上主持神圣祭典之装束的塑像,据说此人便安息其下;亦有人称葬在他府邸的中庭,即那些青铜立像之下。然而这些无一是真;盖他若在士麦那去世,决不至遭受无法长眠于当地任何一座宏伟圣所之中的待遇。相反,以下记述才更为真实:他葬于拉奥狄刻亚的叙利亚之门旁,那里也正是其祖宗坟冢所在;且他是在尚存一息时被下葬的,因他曾将此事托付给至亲之人;当他躺在墓穴中时,还催促着封合墓穴的人们: “快点,快点,免得太阳看见我陷于沉默!” 面对为他哀哭悲悼的亲友,他高声呼喊道: “给我一具躯体,我便能演练演说!” 波勒蒙的事业随波勒蒙而告终;盖其后人虽系至亲,却绝无法与他的卓越才华相提并论,仅除了一人之外——关于此人,我稍后自当论及。
- 1.25.10διαμαρτάνουσι μέν̔τοἰ τοῦ ἀνδρὸς
动词 διαμαρτάνω(意为“失去目标、误解”)接表示对象或离格意义的属格 τοῦ ἀνδρός,意即“在对此人的评价上完全误判”。
- 1.25.10παραιτούμενόν τε αὐτὰς τὰς Ὁμηρείους γνώμας εἰπεῖν
宾格分词 παραιτούμενον 与前文受 τοὺς ἡγουμένους 支配的 αὐτόν(波勒蒙)保持一致;αὐτάς 指代前文的“含蓄比喻的主题”(τῶν ἐσχηματισμένων ὑποθέσεων)。不定式 εἰπεῖν 附属于 παραιτούμενον,表示“为了回避它们而说出(荷马格言)”。
- 1.25.11ἀπηξιώθη τὸ μὴ οὐκ ἐν αὐτῷ κεῖσθαι
在包含否定含义的被动式动词 ἀπηξιώθη(被认为不配、被拒绝)与主句否定代词 οὐδενός 呼应之后,带冠词不定式采用了冗余的双重否定 τὸ μὴ οὐκ,构成古典希腊语中表示“拒绝/妨碍”动词后接 μὴ οὐ 的标准句式,通篇表达强烈的肯定含义(“必定得以安葬于其中”)。
