- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.25.8-1.25.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了波勒蒙求教于狄翁的经历、对散文与诗作的见解,以及其辞世后遗留的辩辞助士麦那胜诉一事,随后列举了他针对放荡青年瓦鲁斯、盗匪、角斗士及同行诸人的一系列机智雅谑。
φησὶν ὁ Πολέμων ἠκροᾶσθαι καὶ Δίωνος ἀποδημίαν ὑπὲρ τούτου στείλας ἐς τὸ τῶν Βιθυνῶν ἔθνος. ἔλεγε δὲ ὁ Πολέμων τὰ μὲν τῶν καταλογάδην ὤμοις δεῖν ἐκφέρειν, τὰ δὲ τῶν ποιητῶν ἁμάξαις. κἀκεῖνα τῶν Πολέμωνι τιμὴν ἐχόντων·1 ἤριζεν ἡ Σμύρνα ὑπὲρ τῶν ναῶν καὶ τῶν ἐπʼ αὐτοῖς δικαίων, ξύνδικον πεποιημένη τὸν Πολέμωνα ἐς τέρμα ἤδη τοῦ βίου ἥκοντα. ἐπεὶ δὲ ἐν ὁρμῇ τῆς ὑπὲρ τῶν δικαίων ἀποδημίας ἐτελεύτησεν, ἐγένετο μὲν ἐπʼ ἄλλοις ξυνδίκοις ἡ πόλις, πονηρῶς δὲ αὐτῶν ἐν τῷ βασιλείῳ δικαστηρίῳ διατιθεμένων τὸν λόγον βλέψας ὁ αὐτοκράτωρ ἐς τοὺς τῶν Σμυρναίων ξυνηγόρους οὐ Πολέμων εἶπεν τουτουὶ τοῦ ἀγῶνος ξύνδικος ὑμῖν ἀπεδέδεικτο; ναί, ἔφασαν εἴ γε τὸν σοφιστὴν λέγεις. καὶ ὁ αὐτοκράτωρ ἴσως οὖν ἔφη καὶ λόγον τινὰ ξυνέγραψεν ὑπὲρ τῶν δικαίων, οἷα δὴ ἐπʼ ἐμοῦ τε ἀγωνιούμενος καὶ ὑπὲρ τηλικούτων. ἴσως, ἔφασαν, ὦ βασιλεῦ, οὐ μὴν ἡμῖν γε εἰδέναι. καὶ ἔδωκεν ἀναβολὰς ὁ αὐτοκράτωρ τῇ δίκῃ, ἔστʼ ἂν διακομισθῇ ὁ λόγος, ἀναγνωσθέντος δὲ ἐν τῷ δικαστηρίῳ κατʼ αὐτὸν ἐψηφίσατο ὁ βασιλεύς, καὶ ἀπῆλθεν ἡ Σμύρνα τὰ πρωτεῖα νικῶσα καὶ τὸν Πολέμωνα αὐτοῖς ἀναβεβιωκέναι φάσκοντες.2
波勒蒙自称亦曾听过狄翁的演说,并为此专程前往比提尼亚部族之地。波勒蒙常说,散文作家的作品应当用双肩抬出,而诗人们的作品则应当用车载运。以下之事亦属于为波勒蒙带来荣耀之列:士麦那曾为其神殿及依附于神殿的各项特权发生争端,当时波勒蒙已近行将就木之年,城邦遂聘请他为辩护人。然而,当他在为维护这些特权而踏上行程之际去世后,城邦便只得倚仗其他辩护人。但在皇帝的法庭上,这些人的陈词却拙劣不堪,皇帝注视着士麦那的诉讼代理人们说道: “难道波勒蒙未曾被你们指定为此案的辩护人吗?” 他们答道: “正是,如果您所指的是那位修辞学家的话。” 皇帝说道: “那么,想必他也曾为这些特权撰写过某篇演说辞,既然他原当在我御前就如此重大的事由展开竞辩。” 他们说道: “或许如此,陛下,然而我等确实不知。” 于是皇帝宣布延期审理此案,直至那篇演说辞被送来为止;而在法庭上宣读了该辞之后,皇帝便依照它作出了判决。士麦那赢得了首屈一指的殊荣满载而归,人们纷纷声称波勒蒙为他们复活了。
ἐπεὶ δὲ ἀνδρῶν ἐλλογίμων ἀξιομνημόνευτα οὐ μόνον τὰ μετὰ σπουδῆς λεχθέντα, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς, ἀναγράψω καὶ τοὺς ἀστεισμοὺς τοῦ Πολέμωνος, ὡς μηδὲ οὗτοι παραλελειμμένοι φαίνοιντο. μειράκιον Ἰωνικὸν ἐτρύφα κατὰ τὴν Σμύρναν ὑπὲρ τὰ Ἰώνων ἤθη, καὶ ἀπώλλυ αὐτὸ πλοῦτος βαθύς, ὅσπερ ἐστὶ πονηρὸς διδάσκαλος τῶν ἀκολάστων φύσεων. ὄνομα μὲν δὴ τῷ μειρακίῳ Οὔαρος, διεφθορὸς δὲ ὑπὸ κολάκων ἐπεπείκει αὐτὸ ἑαυτό, ὡς καλῶν τε εἴη ὁ κάλλιστος καὶ μέγας ὑπὲρ τοὺς εὐμήκεις καὶ τῶν ἀμφὶ παλαίστραν γενναιότατός τε καὶ τεχνικώτατος καὶ μηδʼ ἂν τὰς Μούσας ἀναβάλλεσθαι αὐτοῦ ἥδιον, ὁπότε πρὸς τὸ ᾅδειν τράποιτο. παραπλήσια δὲ τούτοις καὶ περὶ τῶν σοφιστῶν ᾤετο, παριππεῦσαι γὰρ ʽἂνʼ καὶ τὰς ἐκείνων γλώττας, ὁπότε μελετῴη, καὶ γὰρ δὴ καὶ ἐμελέτα, καὶ οἱ δανειζόμενοι παρʼ αὐτοῦ χρήματα τὸ καὶ μελετῶντος ἀκροάσασθαι προσέγραφον τῷ τόκῳ. ὑπήγετο δὲ καὶ ὁ Πολέμων τῷ δασμῷ τούτῳ νέος ὢν ἔτι καὶ οὔπω νοσῶν, δεδάνειστο γὰρ παρʼ αὐτοῦ χρήματα, καὶ ἐπεὶ μὴ ἐθεράπευε, μηδὲ ἐς τὰς ἀκροάσεις ἐφοίτα, χαλεπὸν ἦν τὸ μειράκιον καὶ ἠπείλει τύπους. οἱ δὲ τύποι γράμμα εἰσὶν ἀγορᾶς, ἐρήμην ἐπαγγέλλον τῷ οὐκ ἀποδιδόντι. αἰτιωμένων οὖν τὸν Πολέμωνα τῶν οἰκείων, ὡς ἀηδῆ καὶ δύστροπον, εἰ παρὸν αὐτῷ μὴ ἀπαιτεῖσθαι καὶ τὸ μειράκιον ἐκκαρποῦσθαι παρέχοντα αὐτῷ νεῦμα εὔνουν μὴ ποιεῖ τοῦτο,3 ἀλλʼ ἐκκαλεῖται αὐτὸ καὶ παροξύνει, τοιαῦτα ἀκούων ἀπήντησε μὲν ἐπὶ τὴν ἀκρόασιν, ἐπεὶ δὲ ἐς δείλην ἤδη ὀψίαν τὰ τῆς μελέτης αὐτῷ προὔβαινε καὶ οὐδεὶς ὅρμος ἐφαίνετο τοῦ λόγου, σολοικισμῶν τε καὶ βαρβαρισμῶν καὶ ἐναντιώσεων πλέα ἦν πάντα, ἀναπηδήσας ὁ Πολέμων καὶ ὑποσχὼν τὼ χεῖρε Οὔαρε, εἶπεν φέρε τοὺς τύπους. λῃστὴν δὲ πολλαῖς αἰτίαις ἑαλωκότα στρεβλοῦντος ἀνθυπάτου καὶ ἀπορεῖν φάσκοντος, τίς γένοιτʼ ἂν ἐπʼ αὐτῷ τιμωρία τῶν εἰργασμένων ἀξία, παρατυχὼν ὁ Πολέμων κέλευσον ἔφη αὐτὸν ἀρχαῖα ἐκμανθάνειν. καίτοι γὰρ πλεῖστα ἐκμαθὼν ὁ σοφιστὴς οὗτος ὅμως ἐπιπονώτατον ἡγεῖτο τῶν ἐν ἀσκήσει τὸ ἐκμανθάνειν. ἰδὼν δὲ μονόμαχον ἱδρῶτι ῥεόμενον καὶ δεδιότα τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα οὕτως εἶπεν ἀγωνιᾷς, ὡς μελετᾶν μέλλων. σοφιστῇ δὲ ἐντυχὼν ἀλλᾶντας ὠνουμένῳ καὶ μαινίδας καὶ τὰ εὐτελῆ ὄψα ὦ λῷστε, εἶπεν οὐκ ἔστι τὸ Δαρείου καὶ Ξέρξου φρόνημα καλῶς ὑποκρίνασθαι ταῦτα σιτουμένῳ. Τιμοκράτους δὲ τοῦ φιλοσόφου πρὸς αὐτὸν εἰπόντος, ὡς λάλον χρῆμα ὁ Φαβωρῖνος γένοιτο, ἀστειότατα ὁ Πολέμων καὶ πᾶσα ἔφη γραῦς τὸ εὐνουχῶδες αὐτοῦ διασκώπτων. ἀγωνιστοῦ δὲ τραγῳδίας ἐν τοῖς κατὰ τὴν Σμύρναν Ὀλυμπίοις τὸ ὦ Ζεῦ ἐς τὴν γῆν δείξαντος, τὸ δὲ καὶ γᾶ ἐς τὸν οὐρανὸν ἀνασχόντος, προκαθήμενος τῶν Ὀλυμπίων ὁ Πολέμων ἐξέωσεν αὐτὸν τῶν ἄθλων εἰπὼν οὗτος τῇ χειρὶ ἐσολοίκισεν.4 μὴ πλείω ὑπὲρ τούτων, ἀπόχρη γὰρ καὶ ταῦτα τὸ ἐπίχαρι τοῦ ἀνδρὸς δηλῶσαι.
由于对于显赫之士而言,不仅其郑重之言值得铭记,其在戏谑中的言论亦同样值得,故我亦将记述波勒蒙的机智雅谑,以免这些轶事亦显得有所遗漏。曾有一位伊奥尼亚少年在士麦那极其奢靡,超越了伊奥尼亚人的常度,巨万的家资正在将他毁掉——财富本是放荡本性的恶劣导师。这名少年名叫瓦鲁斯,在谄媚者的败坏下,他深信自己是俊美者中最俊美之人,其高大超越了魁梧之躯,在角力场中最为高贵且技艺最精,甚至当他转而歌唱时,缪斯诸神亦无法比他奏得更加悦耳。他对于修辞学家们亦抱有类似的自负,以为每当自己演练演说时,甚至能策马超越他们的巧舌;盖他确曾演练演说,而向他借钱之人,必须将听他演练演说作为附加条件写进利息之中。波勒蒙在尚且年轻且未罹疾患时亦屈从于这笔贡税,因他曾向该少年借过钱;然而当波勒蒙不再奉承他、亦不再出席其听讲时,少年便态度严苛,以拘传令状相威胁。所谓的令状,乃是集市官署针对不偿还债务者宣告缺席判决的文书。于是波勒蒙的亲友纷纷责难他,指责他不近人情且乖僻不驯,既然只要向少年投以善意的点头会意,便可免遭催逼并能趁机榨取这少年,他却不肯如此,反而去挑衅并激怒对方。听到这些议论,波勒蒙便前去听讲;但当那少年的演练拖延至傍晚暮色,其言辞仍毫无停靠港湾之象,且通篇皆充斥着句法讹误、词法谬误与自相矛盾时,波勒蒙猛然跃起,伸出双手说道: “瓦鲁斯,把令状拿来吧!” 当一位资深执政官对一名犯下诸多罪行而落网的盗匪施以酷刑,并自称苦于想不出何种刑罚能与其所作所为相称时,适逢在场的波勒蒙说道: “命他把古人的著作全背下来吧。” 盖这位修辞学家自身虽背诵过极多文献,却仍认为在训练之中唯独背诵最为劳苦。当他看到一名角斗士汗流浃背、对生死之搏充满恐惧时,他说道: “你焦虑得倒像是正要去演练演说一般。” 当他遇见一位修辞学家正在购买香肠、小鱼以及廉价菜肴时,他说道: “我尊贵的朋友,吃这种伙食的人,是无法出色地扮演大流士与薛西斯的傲慢气概的。” 当哲学家提摩克拉特斯向他谈及法沃里努斯是何等喋喋不休之物时,波勒蒙以极其风趣的口吻嘲讽其似阉人般的特质说道: “天下的老妪不皆是如此么。” 在士麦那的奥林匹亚竞技会上,当一名悲剧演员在念到“啊,宙斯”时指向大地,而在念到“与大地啊”时却向天举手,主持奥林匹亚赛事的波勒蒙便将他逐出赛场,并说道: “此人是用手犯了句法讹误。” 关于这些事无需多言,盖单凭这些已足资显明此人的风趣雅致。
- 1.25.8κἀκεῖνα τῶν Πολέμωνι τιμὴν ἐχόντων
此句为充当谓语的部分属格结构,系动词 ἐστί 被省略,意为“那件事亦属于给波勒蒙带来荣耀的诸事之一”。
- 1.25.8ἀπῆλθεν ἡ Σμύρνα τὰ πρωτεῖα νικῶσα καὶ τὸν Πολέμωνα αὐτοῖς ἀναβεβιωκέναι φάσκοντες
意合构造(constructio ad sensum)的实例。分词 φάσκοντες 采用阳性复数形式,其在语法上虽承接阴性单数的集合名词主语 ἡ Σμύρνα,但在语义上指代由城邦之名所暗指的士麦那全体市民。
- 1.25.9εἰ παρὸν αὐτῷ μὴ ἀπαιτεῖσθαι καὶ τὸ μειράκιον ἐκκαρποῦσθαι παρέχοντα αὐτῷ νεῦμα εὔνουν μὴ ποιεῖ τοῦτο
παρόν 为非人称动词 πάρεστι 的独立对格(“在……本来可行的情况下”),嵌入于间接引语的条件从句(εἰ... μὴ ποιεῖ τοῦτο)之中;分词 παρέχοντα 取对格,与不定式所暗指的逻辑主语(波勒蒙自身)相一致。
- 1.25.9οὗτος τῇ χειρὶ ἐσολοίκισεν
本处将本指语言句法讹误的动词 σολοικίζω(犯句法/词法错误)转借比喻肢体动作。与格 τῇ χειρὶ 为工具与格,意为“用手犯了讹误”。
