← 斐洛斯脱拉德

智者传

§1.25.7

希罗德·阿提库斯笔下波勒蒙的演说风范与交情

本节依据希罗德·阿提库斯的书信,记述了波勒蒙在演练演说时激情四射的举止风范、两人聚首时的三道辩题及丰厚酬金的轶事,并展现了希罗德终生对波勒蒙所怀有的极高崇敬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25.7

τὴν δὲ σκηνὴν τοῦ ἀνδρός, ᾗ ἐς τὰς μελέτας ἐχρήσατο, ἔστι μὲν καὶ Ἡρώδου μαθεῖν ἐν μιᾷ τῶν πρὸς τὸν Βᾶρον ἐπιστολῇ εἰρημένων,1 δηλώσω δὲ κἀγὼ ἐκεῖθεν· παρῄει μὲν ἐς τὰς ἐπιδείξεις διακεχυμένῳ τῷ προσώπῳ καὶ τεθαρρηκότι, φοράδην δὲ ἐσεφοίτα διεφθορότων αὐτῷ ἤδη τῶν ἄρθρων. καὶ τὰς ὑποθέσεις οὐκ ἐς τὸ κοινὸν ἐπεσκοπεῖτο, ἀλλʼ ἐξιὼν τοῦ ὁμίλου βραχὺν καιρόν. φθέγμα δὲ ἦν αὐτῷ λαμπρὸν καὶ ἐπίτονον καὶ κρότος θαυμάσιος οἷος ἀπεκτύπει τῆς γλώττης. φησὶ δὲ αὐτὸν ὁ Ἡρώδης καὶ ἀναπηδᾶν τοῦ θρόνου περὶ τὰς ἀκμὰς τῶν ὑποθέσεων, τοσοῦτον αὐτῷ περιεῖναι ὁρμῆς, καὶ ὅτε ἀποτορνεύοι περίοδον, τὸ ἐπὶ πᾶσιν αὐτῆς κῶλον σὺν μειδιάματι φέρειν, ἐνδεικνύμενον πολὺ τὸ ἀλύπως φράζειν, καὶ κροαίνειν ἐν τοῖς τῶν ὑποθέσεων χωρίοις οὐδὲν μεῖον τοῦ Ὁμηρικοῦ ἵππου. ἀκροᾶσθαι δὲ αὐτοῦ τὴν μὲν πρώτην, ὡς οἱ δικάζοντες, τὴν δὲ ἐφεξῆς, ὡς οἱ ἐρῶντες, τὴν δὲ τρίτην, ὡς οἱ θαυμάζοντες, καὶ γὰρ δὴ καὶ τριῶν ἡμερῶν ξυγγενέσθαι οἱ. ἀναγράφει καὶ τὰς ὑποθέσεις ὁ Ἡρώδης, ἐφʼ αἷς ξυνεγένετο· ἦν τοίνυν ἡ μὲν πρώτη Δημοσθένης ἐξομνύμενος ταλάντων πεντήκοντα δωροδοκίαν, ἣν ἦγεν ἐπʼ αὐτὸν Δημάδης, ὡς Ἀλεξάνδρου τοῦτο Ἀθηναίοις ἐκ τῶν Δαρείου λογισμῶν ἐπεσταλκότος, ἡ δὲ ἐφεξῆς τὰ τρόπαια κατέλυε τὰ Ἑλληνικὰ τοῦ Πελοποννησίου πολέμου ἐς διαλλαγὰς ἥκοντος, ἡ δὲ τρίτη τῶν ὑποθέσεων τοὺς Ἀθηναίους μετὰ Αἰγὸς ποταμοὺς ἐς τοὺς δήμους ἀνεσκεύαζεν· ὑπὲρ οὗ φησιν ὁ Ἡρώδης πέμψαι οἱ πεντεκαίδεκα μυριάδας προσειπὼν αὐτὰς μισθὸν τῆς ἀκροάσεως, μὴ προσεμένου δὲ αὐτὸς μὲν ὑπερῶφθαι οἴεσθαι, ξυμπίνοντα δὲ αὐτῷ Μουνάτιον τὸν κριτικόν, ὁ δὲ ἀνὴρ οὗτος ἐκ Τραλλέων, ὦ Ἡρώδη, φάναι δοκεῖ μοι Πολέμων ὀνειροπολήσας πέντε καὶ εἴκοσι μυριάδας παρὰ τοῦτʼ ἔλαττον ἔχειν ἡγεῖσθαι, παρʼ ὃ μὴ τοσαύτας ἔπεμψας.2 προσθεῖναί φησιν ὁ Ἡρώδης τὰς δέκα καὶ τὸν Πολέμωνα προθύμως λαβεῖν, ὥσπερ ἀπολαμβάνοντα. ἔδωκε τῷ Πολέμωνι ὁ Ἡρώδης καὶ τὸ μὴ παρελθεῖν ἐπʼ αὐτῷ3 ἐς λόγων ἐπίδειξιν, μηδʼ ἐπαγωνίσασθαί οἱ, νύκτωρ δὲ ἐξελάσαι τῆς Σμύρνης, ὡς μὴ βιασθείη, θρασὺ γὰρ καὶ τὸ βιασθῆναι ᾤετο. διετέλει δὲ καὶ τὸν ἄλλον χρόνον ἐπαινῶν τὸν Πολέμωνα καὶ ὑπὲρ θαῦμα ἄγων· Ἀθήνησι μὲν γὰρ διαπρεπῶς ἀγωνισάμενος τὸν περὶ τῶν τροπαίων ἀγῶνα καὶ θαυμαζόμενος ἐπὶ τῇ φορᾷ τοῦ λόγου τὴν Πολέμωνος ἔφη μελέτην ἀνάγνωτε καὶ εἴσεσθε ἄνδρα. Ὀλυμπίασι δὲ βοησάσης ἐπʼ αὐτῷ τῆς Ἑλλάδος εἶς ὡς Δημοσθένης, εἴθε γὰρ ἔφη ὡς ὁ Φρύξ, τὸν Πολέμωνα ὧδε ἐπονομάζων, ἐπειδὴ τότε ἡ Λαοδίκεια τῇ Φρυγίᾳ συνετάττετο. Μάρκου δὲ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν εἰπόντος τί σοι δοκεῖ ὁ Πολέμων; στήσας τοὺς ὀφθαλμοὺς ὁ Ἡρώδης "ἵππων μʼ "ἔφη "ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει, "ἐνδεικνύμενος δὴ τὸ ἐπίκροτον καὶ τὸ ὑψηχὲς τῶν λόγων. ἐρομένου δὲ αὐτὸν καὶ Βάρου τοῦ ὑπάτου, τίσι καὶ διδασκάλοις ἐχρήσατο, τῷ δεῖνι μὲν καὶ τῷ δεῖνι ἔφη παιδευόμενος, Πολέμωνι δὲ ἤδη παιδεύων.

关于此人在演练演说中所展现的排场与举止,亦可从希罗德致瓦鲁斯的一封信中所述获知,我亦将据此予以阐明。他出场公开演说时神色从容而自信,然而因其关节已被疾患摧毁,他是乘担架进入会场的。他并不当众推敲辩题,而是离开众人退避片刻。他的嗓音洪亮高亢,舌端震响出一种奇妙的节奏感。希罗德说,当辩题推进到高潮时,他甚至会从座椅上猛然跃起,足见其激情喷薄之甚;而每当他精雕细琢出一个完满的周期句时,他便带着微笑念出句末的短语,极力显出成辞毫不费力的从容;在辩题的紧要处,他跺足击节,丝毫不下于荷马史诗中的骏马。希罗德第一天听他演说时宛如裁判,第二天便如痴如醉,第三天则叹为观止;盖希罗德确曾与他共处三日之久。希罗德亦记下了他们聚首时的辩题:第一题是德摩斯梯尼宣誓否认收受五十塔兰同的贿赂,德玛德斯曾指控此事,声称是亚历山大根据大流士的账目向雅典人通报的;下一题是在伯罗奔尼撒战争达成和解之际拆除希腊城邦间的战胜纪念碑;第三题则是在埃戈斯波塔米战役之后将雅典人遣回各自的村社。希罗德说,为此他送给波勒蒙十五万德拉克马,称之为听讲的酬劳;但在波勒蒙拒收之后,希罗德自以为受到了轻慢。然而与他同饮的文评家穆纳提乌斯——此人来自特拉勒斯——说道: “希罗德啊,我看波勒蒙梦寐以求的是二十五万,正是因为你没有送去这么多,他才觉得自己受了亏待。” 希罗德说他于是补足了差额的十万,而波勒蒙欣然收下,宛如收回自己应得之物一般。希罗德还礼让波勒蒙,不在他演说之后登台展示辩才,亦不与他同台竞技,而是在夜间乘车离开士麦那,以免受到强请,因为他认为即便是被强迫亦属狂妄失礼。在日后的岁月中,他亦始终称颂波勒蒙,推崇备至。盖当他在雅典就战胜碑一题进行绝妙的竞辩并因言辞的奔涌受到盛赞时,他说道: “读一读波勒蒙的演练之作吧,你们自会见识其人。” 在奥林匹亚,当希腊全场为他欢呼: “举世无双如德摩斯梯尼!” 他却说道: “但愿我能如那位弗里吉亚人!” 他以此称呼波勒蒙,盖当时拉俄狄刻亚归弗里吉亚管辖。当马可皇帝向他问道: “你以为波勒蒙何如?” 希罗德定睛注视,说道: “‘疾蹄骏马的轰鸣震击着我的双耳’,”以此表明其言辞的节拍感与嘹亮之音。当执政官瓦鲁斯问他曾从哪些师长受教时,他答道: “某某与某某,是在我受教育之时;而在我已为人师之时,则是波勒蒙。”

语法注3 条
  1. 1.25.7ἐν μιᾷ τῶν πρὸς τὸν Βᾶρον ἐπιστολῇ εἰρημένων

    此处理解为介词短语 ἐν μιᾷ ... ἐπιστολῇ(“在……一封信中”)与中性复数属格分词 τῶν εἰρημένων(“所述之事中”)构成的交错语序(hyperbaton),作部分属格,意即“从致瓦鲁斯的一封信中所记述的内容中”。

  2. 1.25.7παρὰ τοῦτʼ ἔλαττον ἔχειν ἡγεῖσθαι, παρʼ ὃ μὴ τοσαύτας ἔπεμψας

    短语 ἔλαττον ἔχειν 为惯用表达,意为“处于劣势、受亏待”。前半句的 παρὰ τοῦτο(“因此”)与后半句由关系代词引导的 παρʼ ὅ(“因……这一缘故”)相呼应,构成解释性因果结构,意即“正因为你没有送去这么多,他才觉得自己受了亏待”。

  3. 1.25.7ἔδωκε τῷ Πολέμωνι ὁ Ἡρώδης καὶ τὸ μὴ παρελθεῖν ἐπʼ αὐτῷ

    动词 ἔδωκε 支配带冠词的不定词短语 τὸ μὴ παρελθεῖν 作为直接宾语,意为“给予……不登场的礼让”。介词短语 ἐπʼ αὐτῷ(ἐπί + 与格)在此表示次序(“在他之后”)或对抗(“针对他”),与后面的 μηδʼ ἐπαγωνίσασθαι 共同表达了希罗德不在波勒蒙之后登台同场竞艺的尊重姿态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.25.7