- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.25.4-1.25.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了以傲岸著称的智者波勒蒙对待城邦、君主与神明的骄傲姿态,其受业于哲学家提摩克拉特斯的渊源,以及他与斯科佩利安和希罗德·阿提库斯之间的交往轶事。
ἐχέτω μοι ταῦτα δήλωσιν βασιλέως τε πρᾴου καὶ ἀνδρὸς ὑπέρφρονος. ὑπέρφρων γὰρ δὴ οὕτω τι ὁ Πολέμων, ὡς πόλεσι μὲν ἀπὸ τοῦ προὔχοντος,1 δυνασταῖς δὲ ἀπὸ τοῦ μὴ ὑφειμένου, θεοῖς δὲ ἀπὸ τοῦ ἴσου διαλέγεσθαι. Ἀθηναίοις μὲν γὰρ ἐπιδεικνύμενος αὐτοσχεδίους λόγους, ὅτε καὶ πρῶτον Ἀθήναζε ἀφίκετο, οὐκ ἐς ἐγκώμια κατέστησεν ἑαυτὸν τοῦ ἄστεος, τοσούτων ὄντων, ἅ τις ὑπὲρ Ἀθηναίων ἂν εἴποι, οὐδʼ ὑπὲρ τῆς ἑαυτοῦ δόξης ἐμακρηγόρησε, καίτοι καὶ τῆς τοιᾶσδε ἰδέας ὠφελούσης τοὺς σοφιστὰς ἐν ταῖς ἐπιδείξεσιν, ἀλλʼ εὖ γιγνώσκων, ὅτι τὰς Ἀθηναίων φύσεις ἐπικόπτειν χρὴ μᾶλλον ἢ ἐπαίρειν διελέχθη ὧδε· φασὶν ὑμᾶς, ὦ Ἀθηναῖοι, σοφοὺς εἶναι ἀκροατὰς λόγων· εἴσομαι. ἀνδρὸς δέ, ὃς ἦρχε μὲν Βοσπόρου, πᾶσαν δὲ Ἑλληνικὴν παίδευσιν ἥρμοστο, καθʼ ἱστορίαν τῆς Ἰωνίας ἐς τὴν Σμύρναν ἥκοντος2 οὐ μόνον οὐκ ἔταξεν ἑαυτὸν ἐν τοῖς θεραπεύουσιν, ἀλλὰ καὶ δεομένου ξυνεῖναί οἱ θαμὰ ἀνεβάλλετο, ἕως ἠνάγκασε τὸν βασιλέα ἐπὶ θύρας ἀφικέσθαι ἀπάγοντα μισθοῦ δέκα τάλαντα. ἥκων δὲ ἐς τὸ Πέργαμον, ὅτε δὴ τὰ ἄρθρα ἐνόσει, κατέδαρθε μὲν ἐν τῷ ἱερῷ, ἐπιστάντος δὲ αὐτῷ τοῦ Ἀσκληπιοῦ καὶ προειπόντος ἀπέχεσθαι ψυχροῦ ποτοῦ ὁ Πολέμων βέλτιστε, εἶπεν εἰ δὲ βοῦν ἐθεράπευες;3
但愿这些记叙为我展示出一位温和的皇帝与一位心高气傲之士的形象。事实上,波勒蒙心气极高,以至于他对待城邦居高临下,对待统治者不落下风,对待神明则平起平坐。盖他初抵雅典向雅典人做即兴演说时,虽然关于雅典人有无数可歌可颂之事,他却并未让自己沉湎于对该城的赞美,也未长篇大论宣扬自己的声誉,尽管此类构思在公开演说中对智者大有裨益;但他深知雅典人的天性更当受到挫抑而非吹捧,遂如此开场: “雅典人啊,世人皆说你们是善听演说的高明听众,我倒要见识见识。” 此外,当一位统治博斯普鲁斯且通晓全盘希腊教养的君主为探访伊奥尼亚而来到士麦那时,波勒蒙不仅未将自己列于逢迎奉承之列,甚至在对方屡次恳请会面时再三推诿,直至迫使那位君王亲临府门,奉上十塔兰同作为酬金。而当他因关节疾患前往佩加蒙并在圣所中安睡时,阿斯克勒庇俄斯神在他梦中显现并告诫他戒绝冷饮,波勒蒙却说道: “尊驾,倘若你是在医治一头牛,又当如何?”
τὸ δὲ μεγαλόγνωμον τοῦτο καὶ φρονηματῶδες ἐκ Τιμοκράτους ἔσπασε τοῦ φιλοσόφου, συγγενόμενος αὐτῷ ἥκοντι ἐς Ἰωνίαν ἐτῶν τεττάρων. οὐ χεῖρον δὲ καὶ τὸν Τιμοκράτην δηλῶσαι· ἦν μὲν γὰρ ἐκ τοῦ Πόντου ὁ ἀνὴρ οὗτος καὶ ἦν αὐτῷ πατρὶς Ἡράκλεια τὰ Ἑλλήνων ἐπαινοῦντες,4 ἐφιλοσόφει δὲ κατʼ ἀρχὰς μὲν τοὺς ἰατρικοὺς τῶν λόγων, εἰδὼς εὖ τὰς Ἱπποκράτους τε καὶ Δημοκρίτου δόξας, ἐπεὶ δὲ ἤκουσεν Εὐφράτου τοῦ Τυρίου, πλήρεσιν ἱστίοις ἐς τὴν ἐκείνου φιλοσοφίαν ἀφῆκεν. ἐπιχολώτερος δὲ οὕτω τι ἦν τοῦ ξυμμέτρου, ὡς ὑπανίστασθαι αὐτῷ διαλεγομένῳ τήν τε γενειάδα καὶ τὰς ἐν τῇ κεφαλῇ χαίτας, ὥσπερ τῶν λεόντων ἐν ταῖς ὁρμαῖς. τῆς δὲ γλώττης εὐφόρως εἶχε καὶ σφοδρῶς καὶ ἑτοίμως, διὸ καὶ τῷ Πολέμωνι πλείστου ἦν ἄξιος ἀσπαζομένῳ τὴν τοιάνδε ἐπιφορὰν τοῦ λόγου. διαφορᾶς γοῦν τῷ Τιμοκράτει πρὸς τὸν Σκοπελιανὸν γενομένης ὡς ἐκδεδωκότα ἑαυτὸν πίττῃ καὶ παρατιλτρίαις διέστη μὲν ἡ ἐνομιλοῦσα νεότης τῇ Σμύρνῃ, ὁ δὲ Πολέμων ἀμφοῖν ἀκροώμενος τῶν τοῦ Τιμοκράτους στασιωτῶν ἐγένετο πατέρα καλῶν αὐτὸν τῆς ἑαυτοῦ γλώττης. ἀπολογούμενος δὲ αὐτῷ καὶ ὑπὲρ τῶν πρὸς Φαβωρῖνον λόγων εὐλαβῶς ὑπέστειλε καὶ ὑφειμένως, ὥσπερ τῶν παίδων οἱ τὰς ἐκ τῶν διδασκάλων πληγάς, εἴ τι ἀτακτήσειαν, δεδιότες.
这种高傲而自信的气魄,是他从哲学家提摩克拉特斯那里继承而来的;提摩克拉特斯来到伊奥尼亚时,波勒蒙曾随其受业四年。介绍一下提摩克拉特斯亦非坏事:此人来自本都,其故乡是崇尚希腊文化的赫拉克利亚人之地;他起初研习医学论著,深谙希波克拉底与德谟克利特的学说,而在聆听了提尔的欧普拉特斯的讲学后,便扬起满帆投身于后者的哲学之中。他的脾气过分暴躁失度,以至于演说之时,连胡须与头顶的毛发都会倒竖起来,宛如雄狮发起猛攻一般。他的辩才流畅迅疾且随要随到,因此对喜爱此种言辞冲击力的波勒蒙而言,他最为可贵。有一次,提摩克拉特斯与斯科佩利安因指责后者耽于树脂与拔毛女婢而发生争执,士麦那求学的青年阶层分裂为两派,波勒蒙虽兼听两人的辩辞,却加入了提摩克拉特斯的阵营,并称其为“自身舌锋之父”。当他就反驳法沃里努斯的辩辞向提摩克拉特斯申辩时,他甚至谨慎而谦卑地收敛锋芒,宛如学童在犯规时害怕遭到老师的责打一般。
τῷ δὲ ὑφειμένῳ τούτῳ καὶ πρὸς τὸν Σκοπελιανὸν ἐχρήσατο χρόνῳ ὕστερον, πρεσβεύειν μὲν χειροτονηθεὶς ὑπὲρ τῶν Σμυρναίων, ὡς ὅπλα δὲ Ἀχίλλεια τὴν ἐκείνου πειθὼ αἰτήσας. Ἡρώδῃ δὲ τῷ Ἀθηναίῳ πὴ μὲν ἀπὸ τοῦ ὑφειμένου, πὴ δὲ ἀπὸ τοῦ ὑπεραίροντος ξυνεγένετο. ὅπως δὲ καὶ ταῦτα ἔσχε, δηλῶσαι βούλομαι, καλὰ γὰρ καὶ μεμνῆσθαι ἄξια· ἤρα μὲν γὰρ τοῦ αὐτοσχεδιάζειν ὁ Ἡρώδης μᾶλλον ἢ τοῦ ὕπατός τε καὶ ἐξ ὑπάτων δοκεῖν, τὸν Πολέμωνα δὲ οὔπω γιγνώσκων ἀφῖκτο μὲν ἐς τὴν σμύρναν ἐπὶ ξυνουσίᾳ τοῦ ἀνδρὸς κατὰ χρόνους, οὓς τὰς ἐλευθέρας τῶν πόλεων αὐτὸς διωρθοῦτο, περιβαλὼν δὲ καὶ ὑπερασπασάμενος ὁμοῦ τῷ τὸ στόμα ἀφελεῖν τοῦ στόματος5 πότε, εἶπεν ὦ πάτερ, ἀκροασόμεθά σου; καὶ ὁ μὲν δὴ ᾤετο ἀναβαλεῖσθαι αὐτὸν τὴν ἀκρόασιν ὀκνεῖν φήσαντα ἐπʼ ἀνδρὸς τοιούτου ἀποκινδυνεύειν, ὁ δὲ οὐδὲν πλασάμενος τήμερον ἔφη ἀκροῶ, καὶ ἴωμεν. τοῦτο ἀκούσας ὁ Ἡρώδης ἐκπλαγῆναί φησι τὸν ἄνδρα, ὡς καὶ τὴν γλῶτταν αὐτοσχέδιον καὶ τὴν γνώμην. ταῦτα μὲν οὖν φρόνημα ἐνδείκνυται τοῦ ἀνδρὸς καί, νὴ Δία, σοφίαν, ᾗ ἐς τὴν ἔκπληξιν ἐχρήσατο, ἐκεῖνα δὲ σωφροσύνην τε καὶ κόσμον· ἀφικόμενον γὰρ ἐς τὴν ἐπίδειξιν ἐδέξατο ἐπαίνῳ μακρῷ καὶ ἐπαξίῳ τῶν Ἡρώδου λόγων τε καὶ ἔργων.
后来,他在面对斯科佩利安时亦采用了这种谦卑的姿态:当他受选代表士麦那人出使时,他向对方祈请借其辩才,奉之为“阿喀琉斯的甲胄”。然而对于雅典人希罗德,他有时表现得谦卑,有时又居高临下。此事始末如何,我极愿阐明,因其极具佳话风范且值得铭记:盖希罗德热衷于即兴演说,甚于自视拥有执政官及执政官家族之显赫声名。他尚不识波勒蒙时,正值自己巡视并整顿各自由邦之际,专程来到士麦那造访此人。他拥抱了波勒蒙并极尽热情地寒暄,刚将嘴从〔波勒蒙〕嘴上移开,便说道: “尊长,我们何时能有幸聆听您的宏论?” 希罗德本以为他会推托演说,借口不敢在此等大人物面前冒险;然而波勒蒙毫无作态,径直说道: “今天就听吧,走!” 希罗德说,听到此话时他对波勒蒙惊叹不已,深感他的心智与他的口才同样善于随机应变。这些展现了此人的傲骨,以及,凭宙斯起誓,他在令人震撼中所展现的智慧;而以下之事则见其节制与得体:当希罗德亲临演说现场时,波勒蒙发表了一篇配得上希罗德文才与功业的长篇颂词来迎接他。
- 1.25.4ἀπὸ τοῦ προὔχοντος
介词 ἀπό 搭配中性实体化分词与形容词(τοῦ προὔχοντος、τοῦ μὴ ὑφειμένου、τοῦ ἴσου),构成对称结构,充当副词短语,表示言说者所居的立场或姿态:“处于优越地位”、“处于不屈从的地位”、“处于平等的地位”。
- 1.25.4ἀνδρὸς δέ, ὃς ἦρχε μὲν Βοσπόρου... ἥκοντος
句首的属格短语 ἀνδρὸς ... ἥκοντος 作为带有悬置意味的独立属格,兼作下文从属分词 δεομένου 的逻辑主语。主句动词 ἔταξεν 和 ἀνεβάλλετο 的主语则是波勒蒙,此处的提前突出了来访君王的尊贵背景。
- 1.25.4εἰ δὲ βοῦν ἐθεράπευες;
省略了归结从句(apodosis)的口语化反讽条件句:“倘若你在医治一头牛,(又当如何?)”,以此讽刺神谕所下达的禁冷水医嘱粗糙得如同兽医。
- 1.25.5Ἡράκλεια τὰ Ἑλλήνων ἐπαινοῦντες
阳性复数分词 ἐπαινοῦντες 与地名 Ἡράκλεια 在语法性数上不一致,属于意念一致(constructio ad sensum / κατὰ σύνεσιν),分词修饰的是该城邦隐含的全体市民。
- 1.25.6ὁμοῦ τῷ τὸ στόμα ἀφελεῖν τοῦ στόματος
结构 ὁμοῦ τῷ + 不定词(τὸ ... ἀφελεῖν)用作时间状语,表示动作的紧接发生或同时性:“刚一从接吻中移开嘴唇,便……”。
