- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.24.1-1.24.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斐洛斯特拉图介绍了拜占庭的智者马尔库斯的家系出身、自然而温润的文体特色,以及其演说和预备演讲的代表范例。接着记述了他沉思的气度、因不修边幅而被波勒蒙误认为乡下人的轶事,以及他调停麦加拉与雅典的纷争并出使哈德良皇帝的功绩。
οὐδὲ τὸν Βυζάντιον σοφιστὴν παραλείψω Μάρκον, ὑπὲρ οὗ κἂν ἐπιπλήξαιμι τοῖς Ἕλλησιν, εἰ τοιόσδε γενόμενος, ὁποῖον δηλώσω, μήπω τυγχάνοι τῆς ἑαυτοῦ δόξης.1 Μάρκῳ τοίνυν ἦν ἀναφορὰ τοῦ γένους ἐς τὸν ἀρχαῖον Βύζαντα, πατὴρ δὲ ὁμώνυμος ἔχων θαλαττουργοὺς οἰκέτας ἐν Ἱερῷ, τὸ δὲ Ἱερὸν παρὰ τὰς ἐκβολὰς τοῦ Πόντου. διδάσκαλος δὲ αὐτοῦ Ἰσαῖος ἐγένετο, παρʼ οὗ καὶ τὸ κατὰ φύσιν ἑρμηνεύειν μαθὼν ἐπεκόσμησεν αὐτὸ ὡραισμένῃ πρᾳότητι. καὶ παράδειγμα ἱκανώτατον τῆς Μάρκου ἰδέας ὁ Σπαρτιάτης ὁ ξυμβουλεύων τοῖς Λακεδαιμονίοις μὴ παραδέχεσθαι τοὺς ἀπὸ Σφακτηρίας γυμνοὺς ἥκοντας. τῆσδε γὰρ τῆς ὑποθέσεως ἤρξατο ὧδε· ἀνὴρ Λακεδαιμόνιος μέχρι γήρως φυλάξας τὴν ἀσπίδα ἡδέως μὲν ἂν τοὺς γυμνοὺς τούτους ἀπέκτεινα.2 ὅστις δὲ καὶ τὰς διαλέξεις ὅδε ὁ ἀνὴρ ἐγένετο,3 ξυμβαλεῖν ἐστιν ἐκ τῶνδε· διδάσκων γὰρ περὶ τῆς τῶν σοφιστῶν τέχνης, ὡς πολλὴ καὶ ποικίλη, παράδειγμα τοῦ λόγου τὴν ἶριν ἐποιήσατο καὶ ἤρξατο τῆς διαλέξεως ὧδε· ὁ τὴν ἶριν ἰδών, ὡς ἓν χρῶμα, οὐκ εἶδεν, ὡς θαυμάσαι, ὁ δέ, ὅσα χρώματα, μᾶλλον ἐθαύμασεν. οἱ δὲ τὴν διάλεξιν ταύτην Ἀλκινόῳ τῷ Στωικῷ ἀνατιθέντες διαμαρτάνουσι μὲν ἰδέας λόγου, διαμαρτάνουσι δὲ ἀληθείας, ἀδικώτατοι δʼ ἀνθρώπων εἰσὶ προσαφαιρούμενοι τὸν σοφιστὴν καὶ τὰ οἰκεῖα.
我也不能忽略拜占庭的智者马尔库斯。为了他,我甚至可以谴责希腊人,假若他作为一个如我将要展示的那般杰出之人,至今仍未获得应有的声誉。马尔库斯的家系可追溯至古时的拜扎斯,其同名的父亲在位于黑海海口旁的圣所拥有从事渔捞航海的家奴。他的老师是以赛乌斯,他从老师那里学会了顺应天性的表达方式,并以华美的温润风度予以修饰。展现马尔库斯文体风格的绝佳范例,是他借一位斯巴达人之口告诫拉栖代梦人切勿收纳从斯法克特里亚岛上赤身归来者的演说。因为他以如下之辞开始了这一辩题: “作为一个坚守盾牌直至垂暮之年的拉栖代梦男子,我本会欣然将这些赤手空拳之徒处死。” 至于此人在预备演讲中表现如何,亦可从以下事例中领略:当他讲授智者技艺的博大与纷繁时,以彩虹作为论述的比喻,并这样开始了演讲: “把彩虹看作单一色彩的人,并未真正看清它以致赞叹;而看到它拥有多少色彩的人,则更加赞叹。” 至于那些将这篇演讲归于斯多亚派阿尔基诺乌斯名下的人,不仅误判了文风特征,也违背了事实,进而连这位智者固有的作品也一并剥夺,实乃最不公正之徒。
τὸ δὲ τῶν ὀφρύων ἦθος καὶ ἡ τοῦ προσώπου σύννοια σοφιστὴν ἐδήλου τὸν Μάρκον, καὶ γὰρ ἐτύγχανεν ἀεί τι ἐπισκοπῶν τῇ γνώμῃ καὶ ἀναπαιδεύων ἑαυτὸν τοῖς ἐς τὸ σχεδιάζειν ἄγουσι. καὶ τοῦτο ἐδηλοῦτο μὲν τῇ τῶν ὀφθαλμῶν στάσει πεπηγότων τὰ πολλὰ ἐς ἀπορρήτους ἐννοίας, ὡμολογήθη δὲ καὶ ὑπὸ τοῦ ἀνδρός· ἐρομένου γάρ τινος αὐτὸν τῶν ἐπιτηδείων, ὅπως χθὲς ἐμελέτα ἐπʼ ἐμαυτοῦ μὲν ἔφη λόγου ἀξίως, ἐπὶ δὲ τῶν γνωρίμων ἧττον. θαυμάσαντος δὲ τὴν ἀπόκρισιν ἐγὼ ἔφη ὁ Μάρκος καὶ τῇ σιωπῇ ἐνεργῷ χρῶμαι καὶ γυμνάζουσί με δύο ὑποθέσεις καὶ τρεῖς ὑπὸ τὴν μίαν, ἣν ἐς τὸ κοινὸν ἀγωνίζομαι. γενειάδος δὲ καὶ κόμης αὐχμηρῶς εἶχεν, ὅθεν ἀγροικότερος ἀνδρὸς πεπνυμένου ἐδόκει τοῖς πολλοῖς. τουτὶ δὲ καὶ Πολέμων ὁ σοφιστὴς πρὸς αὐτὸν ἔπαθεν· παρῆλθε μὲν γὰρ ἐς τὴν τοῦ Πολέμωνος διατριβὴν ὀνομαστὸς ἤδη ὤν, ξυγκαθημένων δὲ τῶν ἐς τὴν ἀκρόασιν ἀπηντηκότων ἀναγνούς τις αὐτὸν τῶν ἐς τὸ Βυζάντιον πεπλευκότων διεμήνυσε τῷ πέλας, ὁ δὲ τῷ πλησίον, καὶ διεδόθη ἐς πάντας, ὅτι ὁ Βυζάντιος εἴη σοφιστής, ὅθεν τοῦ Πολέμωνος αἰτοῦντος τὰς ὑποθέσεις ἐπεστρέφοντο πάντες ἐς τὸν Μάρκον, ἵνα προβάλοι. τοῦ δὲ Πολέμωνος εἰπόντος τί ἐς τὸν ἄγροικον ὁρᾶτε; οὐ γὰρ δώσει γε οὗτος ὑπόθεσιν, ὁ Μάρκος ἐπάρας τὴν φωνήν, ὥσπερ εἰώθει, καὶ ἀνακύψας καὶ προβαλοῦμαι ἔφη καὶ μελετήσομαι. ἔνθεν ἑλὼν4 ὁ Πολέμων καὶ ξυνιεὶς δωριάζοντος διελέχθη ἐς τὸν ἄνδρα πολλά τε καὶ θαυμάσια ἐφιεὶς τῷ καιρῷ, μελετήσας δὲ καὶ μελετῶντος ἀκροασάμενος καὶ ἐθαυμάσθη καὶ ἐθαύμασεν.
从他双眉的神态与面容的沉思,便可看出马尔库斯身为智者的风骨;因为他脑海中总在思索着什么,不断用导向即兴演说之事来磨砺自己。这一点不仅表现在他的眼神上——那双眼大多凝定在难以言表的哲思之中——而且也得到了他本人的印证。当一位熟人问及他昨日演练得如何时,他说: “独自一人时, 值得称道;但在门生面前,却逊色得多。” 听到对方对这一回答感到惊奇,马尔库斯说道: “我连沉默亦能善加利用;当我公开就一个主题演说时,暗中常有两三个辩题同时在磨炼着我。” 他的胡须与头发任其蓬乱,以致在众人看来,他更像个村野农夫而非博学之士。智者波勒蒙对他最初亦有此看法。当马尔库斯已负盛名之时,曾走入波勒蒙的讲堂;在聚集听讲的人就座之际,某个曾航行至拜占庭的人认出了他,便悄声告诉身边的人,身边的人又传给邻座,众人皆知这位正是来自拜占庭的智者。因此,当波勒蒙征求辩题时,大家都转向马尔库斯,希望由他提出。波勒蒙见状说道: “你们为何看着那个乡巴佬?难道他还会提出辩题不成?” 马尔库斯便如往常那样提高声调,抬起头说道: “我不仅要提出辩题, 还要亲自演练它。” 波勒蒙顺势接过话头,听出他说着多利斯方言,便顺应机宜对着此人发表了许多精妙的言辞;他在自己演说完毕后,又聆听了马尔库斯的演说,既受到赞赏,亦赞赏了对方。
μετὰ ταῦτα δὲ ἥκων ὁ Μάρκος ἐς τὰ Μέγαρα, οἰκισταὶ δὲ ʽοὗτοιʼ Βυζαντίων, ἐστασίαζον μὲν οἱ Μεγαρεῖς πρὸς τοὺς Ἀθηναίους ἀκμαζούσαις ταῖς γνώμαις, ὥσπερ ἄρτι τοῦ πινακίου ἐπʼ αὐτοὺς γεγραμμένου,5 καὶ οὐκ ἐδέχοντο σφᾶς ἐς τὰ Πύθια τὰ μικρὰ ἥκοντας. παρελθὼν δὲ ἐς μέσους ὁ Μάρκος οὕτω τι μεθήρμοσε τοὺς Μεγαρέας, ὡς ἀνοῖξαι πεῖσαι τὰς οἰκίας καὶ δέξασθαι τοὺς Ἀθηναίους ἐπὶ γυναῖκάς τε καὶ παῖδας. ἠγάσθη αὐτὸν καὶ Ἀδριανὸς ὁ αὐτοκράτωρ πρεσβεύοντα ὑπὲρ Βυζαντίων, ἐπιτηδειότατος τῶν πάλαι βασιλέων γενόμενος ἀρετὰς αὐξῆσαι.
此后,马尔库斯来到麦加拉——此地之人正是拜占庭的建立者——当时麦加拉人与雅典人激烈对立,群情激愤,宛如针对他们的禁令木板刚刚镌刻完毕一般,拒绝接纳前来参加小皮提亚节的雅典人。马尔库斯走入众人当中,极大化解了麦加拉人的敌意,以致说服他们敞开家门,将雅典人迎入妻儿身侧。当他代表拜占庭出使时,哈德良皇帝亦对他赞赏有加,而这位皇帝乃是古代君王中最善于彰显英才之人。
- 1.24.1ὑπὲρ οὗ κἂν ἐπιπλήξαιμι τοῖς Ἕλλησιν, εἰ τοιόσδε γενόμενος, ὁποῖον δηλώσω, μήπω τυγχάνοι τῆς ἑαυτοῦ δόξης
主句中的 κἂν ἐπιπλήξαιμι(καὶ ἄν 搭配希求语气)与从句 εἰ ... μήπω τυγχάνοι(εἰ 搭配希求语气)构成潜在条件句(future less vivid),而非反事实过去条件句。此处采用希求语气表达委婉的假设与评价(“若他尚未获得其应有的名望,我甚至可以谴责希腊人”)。分词 γενόμενος 带有些许让步意味(“尽管他是如我将要展示的那般人物”)。
- 1.24.1ἀνὴρ Λακεδαιμόνιος μέχρι γήρως φυλάξας τὴν ἀσπίδα ἡδέως μὲν ἂν τοὺς γυμνοὺς τούτους ἀπέκτεινα
由 ἄν 加上不定过去式直陈语气(ἀπέκτεινα)构成的非真实条件主句(反事实结果)。说话者不用第一人称代词,而以同位名词短语(ἀνὴρ Λακεδαιμόνιος,“一位守住盾牌直至老年的拉栖代梦男子”)指代自己,戏剧性地表达未曾实施但心向往之的举动:“我本会欣然将这些赤手空拳之徒处死(但并未如此做,而是站在众人面前发表演说)”。
- 1.24.1ὅστις δὲ καὶ τὰς διαλέξεις ὅδε ὁ ἀνὴρ ἐγένετο
由关系代词 ὅστις 引导的间接疑问/关系从句,其中 τὰς διαλέξεις 作关涉对格(accusative of respect/specification),修饰 ἐγένετο,结构为“此人在预备演讲(διαλέξεις)方面究竟是怎样的人物”。从句主语为 ὅδε ὁ ἀνὴρ,ὅστις 作表语。
- 1.24.2ἔνθεν ἑλών
习用表达(由 αἱρέω 的不定过去式主动分词与副词 ἔνθεν 构成),意为“以此为由头”、“顺势从那里接续”。表明波勒蒙敏锐地抓住马尔库斯的回应及其多利斯方言作为契机,当即展开精彩的应对。
- 1.24.3ὥσπερ ἄρτι τοῦ πινακίου ἐπʼ αὐτοὺς γεγραμμένου
由 ὥσπερ 引导的独立属格结构(搭配完成时被动分词 γεγραμμένου),意为“宛如针对他们(麦加拉人)的禁令木板刚刚被书写下来一般”。这里以比喻笔法指涉历史上著名的雅典“麦加拉法令”,说明两邦之间虽然时隔久远,但麦加拉人对雅典人的怨怒依旧新鲜而炽烈。
