← 斐洛斯脱拉德

智者传

§1.25.1-1.25.2

波勒蒙的出身及其对士麦那的卓越贡献

本段记述了智者波勒蒙出自卡里亚的拉奥迪西亚,以及士麦那城对他的极高礼遇与深厚渊源。波勒蒙在增殖人口、平息内乱、向哈德良皇帝争取巨额拨款、整饬风纪及整顿司法等方面,为士麦那带来了巨大贡献。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25.1

πολέμων δὲ ὁ σοφιστὴς οὔθʼ, ὡς οἱ πολλοὶ δοκοῦσι, Σμυρναῖος, οὔθʼ, ὥς τινες, ἐκ Φρυγῶν, ἀλλὰ ἤνεγκεν αὐτὸν Λαοδίκεια ἡ ἐν Καρίᾳ, ποταμῷ πρόσοικος Λύκῳ, μεσογεία μέν, δυνατωτέρα δὲ τῶν ἐπὶ θαλάττῃ. ἡ μὲν δὴ τοῦ Πολέμωνος οἰκία πολλοὶ ὕπατοι καὶ ἔτι, ἐρασταὶ δὲ αὐτοῦ πολλαὶ μὲν πόλεις, διαφερόντως δὲ ἡ Σμύρνα· οὗτοι γὰρ ἐκ μειρακίου κατιδόντες τι ἐν αὐτῷ μέγα πάντας τοὺς οἴκοι στεφάνους ἐπὶ τὴν τοῦ Πολέμωνος κεφαλὴν συνήνεγκαν, αὐτῷ τε ψηφισάμενοι καὶ γένει τὰ οἴκοι ζηλωτά, προκαθῆσθαι γὰρ τῶν Ἀδριανῶν Ὀλυμπίων ἔδοσαν τῷ ἀνδρὶ καὶ ἐγγόνοις, καὶ τῆς ἱερᾶς τριήρους ἐπιβατεύειν. πέμπεται γάρ τις μηνὶ Ἀνθεστηριῶνι μεταρσία τριήρης ἐς ἀγοράν, ἣν ὁ τοῦ Διονύσου ἱερεύς, οἷον κυβερνήτης, εὐθύνει πείσματα ἐκ θαλάττης λύουσαν.

智者波勒蒙既非如大众所认为的那样是士麦那人,亦非如某些人所说是弗里吉亚人,而是卡里亚的拉奥迪西亚孕育了他;这座毗邻吕库斯河的城市虽地处内陆,却比沿海诸城更为强盛。波勒蒙的家族曾出过多位执政官,且至今依然如此;许多城市皆对他仰慕倾心,而尤以士麦那为甚。因为当地人从他青年时期便看出其非凡气象,将本城所有的桂冠都加于波勒蒙之顶,通过表决将本城最令人艳羡的荣衔授予他与他的家族:他们赋予此人及其子孙主持哈德良奥林匹亚节以及登临神圣三列桨座战船的特权。盖在安塞斯特里昂月,会有一艘三列桨战船被抬入广场,由狄奥尼索斯祭司如舵手般操纵,宛如正从海中解缆启航。

§1.25.2

Ἐνσπουδάζων δὲ τῇ Σμύρνῃ τάδε αὐτὴν ὤνησεν· πρῶτα μὲν τὴν πόλιν πολυανθρωποτάτην αὑτῆς φαίνεσθαι,1 νεότητος αὐτῇ ἐπιρρεούσης ἐξ ἠπείρων τε καὶ νήσων οὐκ ἀκολάστου καὶ ξυγκλύδος, ἀλλʼ ἐξειλεγμένης τε καὶ καθαρᾶς Ἑλλάδος, ἔπειτα ὁμονοοῦσαν καὶ ἀστασίαστον πολιτεύειν, τὸν γὰρ πρὸ τοῦ χρόνον ἐστασίαζεν ἡ Σμύρνα καὶ διεστήκεσαν οἱ ἄνω πρὸς τοὺς ἐπὶ θαλάττῃ. πλείστου δὲ ἄξιος τῇ πόλει καὶ τὰ πρεσβευτικὰ ἐγένετο φοιτῶν παρὰ τοὺς αὐτοκράτορας καὶ προαγωνιζόμενος τῶν ἠθῶν. Ἀδριανὸν γοῦν προσκείμενον τοῖς Ἐφεσίοις οὕτω τι μετεποίησε τοῖς Σμυρναίοις, ὡς ἐν ἡμέρᾳ μιᾷ μυριάδας χιλίας ἐπαντλῆσαι αὐτὸν τῇ Σμύρνῃ, ἀφʼ ὧν τά τε τοῦ σίτου ἐμπόρια ἐξεποιήθη καὶ γυμνάσιον τῶν κατὰ τὴν Ἀσίαν μεγαλοπρεπέστατον καὶ νεὼς τηλεφανὴς ὁ ἐπὶ τῆς ἄκρας ἀντικεῖσθαι δοκῶν τῷ Μίμαντι. καὶ μὴν καὶ τοῖς ἁμαρτανομένοις δημοσίᾳ ἐπιπλήττων καὶ κατὰ σοφίαν πλεῖστα νουθετῶν ὠφέλει, ὕβριν τε ὁμοίως ἐξῄρει καὶ ἀγερωχίαν πᾶσαν, τοσούτῳ πλέον, ὅσῳ μηδὲ τοῦ Ἰωνικοῦ ἀπεθίζειν2 ὠφέλει δὲ κἀκεῖνα δήπου· τὰς δίκας τὰς πρὸς ἀλλήλους οὐκ ἄλλοσέ ποι ἐκφοιτᾶν εἴα, ἀλλʼ οἴκοι ἔπαυεν. λέγω δὲ τὰς ὑπέρ χρημάτων, τὰς γὰρ ἐπὶ μοιχοὺς καὶ ἱεροσύλους καὶ σφαγέας, ὧν ἀμελουμένων ἄγη φύεται, οὐκ ἐξάγειν παρεκελεύετο μόνον, ἀλλὰ καὶ ἐξωθεῖν τῆς Σμύρνης, δικαστοῦ γὰρ δεῖσθαι αὐτὰς ξίφος ἔχοντος. καὶ ἡ αἰτία δέ, ἣν ἐκ τῶν πολλῶν εἶχεν, ὡς ὁδοιποροῦντι αὐτῷ πολλὰ μὲν σκευοφόρα ἕποιτο, πολλοὶ δὲ ἵπποι, πολλοὶ δὲ οἰκέται, πολλὰ δὲ ἔθνη κυνῶν ἄλλα ἐς ἄλλην θήραν, αὐτὸς δὲ ἐπὶ ζεύγους ἀργυροχαλίνου Φρυγίου τινὸς ἢ Κελτικοῦ πορεύοιτο, εὔκλειαν τῇ Σμύρνῃ ἔπραττεν·3 πόλιν γὰρ δὴ λαμπρύνει μὲν ἀγορὰ καὶ κατασκευὴ μεγαλοπρεπὴς οἰκοδομημάτων, λαμπρύνει δὲ οἰκία εὖ πράττουσα, οὐ γὰρ μόνον δίδωσι πόλις ἀνδρὶ ὄνομα, ἀλλὰ καὶ αὐτὴ ἄρνυται ἐξ ἀνδρός. ἐπεσκοπεῖτο δὲ καὶ τὴν Λαοδίκειαν ὁ Πολέμων θαμίζων ἐς τὸν ἑαυτοῦ οἶκον καὶ δημοσίᾳ ὠφελῶν ὅ τι ἠδύνατο.

他在士麦那倾注心血,令该城获益匪浅:首先,城邦显得比以往任何时候都更加人烟稠密,来自大陆与各岛屿的青年纷纷涌入,且并非放荡混杂之徒,而是精选出的纯正希腊人;其次,城邦得以和睦而无党争地治理,盖此前士麦那内讧频仍,居于高地者与滨海者互相对立。在外交出使方面,他亦为城邦立下莫大功勋,频繁谒见诸位皇帝,捍卫城邦的风尚与权益。至少,他彻底转变了此前偏袒以弗所人的哈德良皇帝,使其倒向士麦那人,以致皇帝在一天之内向士麦那注入一千万德拉克马的巨款,城邦借此建成了粮食商场、全亚细亚最富丽堂皇的体育馆,以及矗立在海角之上、远看似与米玛斯山遥相对峙的宏伟神庙。不仅如此,他通过当众斥责过失、本着智慧详加规劝而造福城邦,同样拔除了放肆与一切傲慢,尤其未曾磨灭他们固有的爱奥尼亚风貌。以下做法诚然亦裨益良多:他不容许市民之间的民事诉讼流向外地,而是命其在本地平息。我所指的是涉及财产的诉讼;至于针对通奸者、劫掠神庙者以及凶手的诉讼——若放任不理便会滋生祸殃与污秽——他不仅劝告将其移交外地,更主张将其逐出士麦那,因为这类案件需要一位佩剑的法官。此外,他因出行时有众多驮兽随行、许多马匹、许多仆人以及应各种狩猎之需的多群猎犬相随,而自己则乘坐配有银制马嚼子的弗里吉亚或凯尔特马车,从而招致了民众的非议,但这非议本身亦为士麦那赢得了声誉。因为,正如广场与富丽堂皇的建筑物能使城邦光彩焕发一样,一个显赫昌盛的家族同样能增耀城邦;盖城邦不仅赋予人以声名,其自身亦从杰出之士身上获取荣光。波勒蒙亦未忘顾念拉奥迪西亚,他时常探访自己在当地的宅邸,并在公事上竭尽所能予以襄助。

语法注3 条
  1. 1.25.2πολυανθρωποτάτην αὑτῆς φαίνεσθαι

    最高级形容词 πολυανθρωποτάτην 与反身代词属格 αὑτῆς 连用,构成与自身以往相比较的惯用表达,意为“比以往任何时期都更为人烟稠密”。在古典希腊语中,最高级或比较级搭配自身主语的反身代词属格,用以表示同一主体在不同时期的状态对比。

  2. 1.25.2τοσούτῳ πλέον, ὅσῳ μηδὲ τοῦ Ἰωνικοῦ ἀπεθίζειν

    在相关结构 τοσούτῳ... ὅσῳ 中,紧随 ὅσῳ 的不定式 ἀπεθίζειν 属于省略结构(可理解为隐含 ὥστε 或应然语义),表达限制性程度或情态:“其程度之深,恰在于并未使他们摒弃爱奥尼亚人的固有风貌”。此句指他在整饬风纪的同时保持了审慎,未伤及本土特质。

  3. 1.25.2καὶ ἡ αἰτία δέ, ἣν ἐκ τῶν πολλῶν εἶχεν, ὡς ὁδοιποροῦντι αὐτῷ πολλὰ μὲν σκευοφόρα ἕποιτο... εὔκλειαν τῇ Σμύρνῃ ἔπραττεν

    句首主语 ἡ αἰτία(非难、诟病)通过带有间接引语斜说希求法(ἕποιτο, πορεύοιτο)的 ὡς 从句来充实其同格内容,并在较长的悬隔后连结至主句动词 εὔκλειαν... ἔπραττεν(赢得声誉)。此处 αἰτία 并非“原因”,而是指“大众的非议”,整句构成反差:他因出行奢华而招致的非难,反倒彰显了士麦那的富足与声望。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.25.1-1.25.2