- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.23.1-1.23.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了雅典首任修辞学讲席洛利阿努斯在粮食危机中的机智与公正品格,其演说风格与构思特质,以及他在雅典留下的塑像。
Λολλιανὸς δὲ ὁ Ἐφέσιος προὔστη μὲν τοῦ Ἀθήνησι θρόνου πρῶτος, προὔστη δὲ καὶ τοῦ Ἀθηναίων δήμου στρατηγήσας αὐτοῖς τὴν ἐπὶ τῶν ὅπλων,1 ἡ δὲ ἀρχὴ αὕτη πάλαι μὲν κατέλεγέ τε καὶ ἐξῆγεν ἐς τὰ πολέμια, νυνὶ δὲ τροφῶν ἐπιμελεῖται καὶ σίτου ἀγορᾶς. θορύβου δὲ καθεστηκότος παρὰ τὰ ἀρτοπώλια καὶ τῶν Ἀθηναίων βάλλειν αὐτὸν ὡρμηκότων Παγκράτης ὁ κύων ὁ μετὰ ταῦτα ἐν Ἰσθμῷ φιλοσοφήσας παρελθὼν ἐς τοὺς Ἀθηναίους καὶ εἰπὼν Λολλιανὸς οὐκ ἔστιν ἀρτοπώλης, ἀλλὰ λογοπώλης διέχεεν οὕτω τοὺς Ἀθηναίους, ὡς μεθεῖναι τοὺς λίθους διὰ χειρὸς αὐτοῖς ὄντας.2 σίτου δὲ ἐκ Θετταλίας ἐσπεπλευκότος καὶ χρημάτων δημοσίᾳ οὐκ ὄντων ἐπέτρεψεν ὁ Λολλιανὸς ἔρανον τοῖς αὐτοῦ γνωρίμοις, καὶ χρήματα συχνὰ ἠθροίσθη. καὶ τοῦτο μὲν ἀνδρὸς εὐμηχάνου δόξει καὶ σοφοῦ τὰ πολιτικά, ἐκεῖνο δὲ δικαίου τε καὶ εὐγνώμονος· τὰ γὰρ χρήματα ταῦτα τοῖς ξυμβαλομένοις ἀπέδωκεν ἐπανεὶς τὸν μισθὸν τῆς ἀκροάσεως.3
以弗所的洛利阿努斯是第一位执掌雅典讲席之人,他亦曾担任统兵将军统领雅典民众——这一官职古时负责征募并率军出征,如今则主管粮饷与谷物市场。当面包铺旁爆发骚乱、雅典人蜂拥而上欲向他投石时,后来在峡地讲学的犬儒派学者潘克拉特斯挺身来到雅典人面前,说道: “洛利阿努斯不是卖面包的,而是卖言辞的!” 这话大大平息了雅典人的怒气,以致他们放下了手中握着的石块。当来自色萨利的谷物运抵港口而国库无钱时,洛利阿努斯便提议让自己的门生集资认捐,筹得了一大笔银钱。如果说此举显出他是一位善于筹谋且精通政务之人,那么随后的举动则证明他为人公正且体恤于人:因为他通过免去听讲的学费,将这笔钱如数偿还给了认捐之人。
ἔδοξε δὲ ὁ σοφιστὴς οὗτος τεχνικώτατός τε καὶ φρονιμώτατος τὸ ἐπιχειρηματικὸν ἐν ἐπινοίᾳ τεχνικῇ κείμενον ἱκανῶς ἐκπονῆσαι, καὶ ἑρμηνεῦσαι μὲν ἀποχρῶν, νοῆσαι δὲ καὶ τὰ νοηθέντα τάξαι ἀπέριττος. διαφαίνονται δὲ τοῦ λόγου καὶ λαμπρότητες λήγουσαι ταχέως, ὥσπερ τὸ τῆς ἀστραπῆς σέλας. δηλοῦται δὲ τοῦτο ἐν πᾶσι μέν, μάλιστα δὲ ἐν τοῖσδε· κατηγορῶν μὲν γὰρ τοῦ Λεπτίνου διὰ τὸν νόμον, ἐπεὶ μὴ ἐφοίτα τοῖς Ἀθηναίοις ἐκ τοῦ Πόντου σῖτος, ὧδε ἤκμασεν· κέκλεισται τὸ στόμα τοῦ Πόντου νόμῳ καὶ τὰς Ἀθηναίων τροφὰς ὀλίγαι κωλύουσι συλλαβαί, καὶ ταὐτὸν δύναται Λύσανδρος ναυμαχῶν καὶ Λεπτίνης νομομαχῶν. ἀντιλέγων δὲ τοῖς Ἀθηναίοις ἀπορίᾳ χρημάτων βουλευομένοις πωλεῖν τὰς νήσους ὧδε ἔπνευσεν· λῦσον, ὦ Πόσειδον, τὴν ἐπὶ Δήλῳ χάριν, συγχώρησον αὐτῇ πωλουμένῃ φυγεῖν. ἐσχεδίαζε μὲν οὖν κατὰ τὸν Ἰσαῖον, οὗ δὴ καὶ ἠκροάσατο, μισθοὺς δὲ γενναίους ἐπράττετο τὰς συνουσίας οὐ μελετηρὰς μόνον, ἀλλὰ καὶ διδασκαλικὰς παρέχων. εἰκόνες δὲ αὐτοῦ Ἀθήνησι μία μὲν ἐπʼ ἀγορᾶς, ἑτέρα δὲ ἐν τῷ ἄλσει τῷ μικρῷ, ὃ αὐτὸς λέγεται ἐκφυτεῦσαι.
这位智者亦被公认为技艺极精、深具洞察,能够极其完满地阐发立足于精妙构思的论证推演;他在文辞表达上恰如其分,在构思思想与组织立论上毫无冗赘。在他的言辞中亦闪烁着如同电光般倏忽即逝的华彩。这一点在所有演说中都有体现,尤以以下两处为甚:当黑海的谷物未能运抵雅典,他因该项法令而控诉莱普提内斯时,曾达到了这样的修辞高潮: “黑海的海口已被一道法令所封闭,区区几个音节阻断了雅典人的口粮,而在海战中厮杀的吕山德与在法战中较量的莱普提内斯拥有相同的威力。” 而在反对雅典人因财政窘迫而商议出卖诸岛时,他曾发出了这般豪情: “波塞冬啊,请解开你对提洛岛的恩惠羁绊,准许她在被出卖之际逃亡吧!” 他遵循伊塞乌斯的风格进行即兴演说——他确曾师从于此人——且收取丰厚的酬金,所提供的课席不仅用于演练辩论,亦用于讲授学问。他在雅典立有两座塑像,一座位于广场,另一座则立于传闻由他亲手栽植的小树林中。
- 1.23.1στρατηγήσας αὐτοῖς τὴν ἐπὶ τῶν ὅπλων
动词 στρατηγέω 带有省略了阴性名词 ἀρχή(官职)的内面宾格/同族宾格短语 τὴν [ἀρχὴν] ἐπὶ τῶν ὅπλων(即统兵将军一职)。与格代词 αὐτοῖς 为雅典公民的利益与格(dativus commodi)。在罗马统治时期的雅典,“统兵将军”(ὁ στρατηγὸς ἐπὶ τῶν ὅπλων)一职已从昔日的军事指挥转变为执掌粮食供应与市场监管的最高市政官职。
- 1.23.1διὰ χειρὸς αὐτοῖς ὄντας
介词短语 διὰ χειρὸς εἶναι 为固定习语,意为“在手中”、“被握着”,分词 ὄντας 作定语修饰 τοὺς λίθους。与格代词 αὐτοῖς 为领属与格,整体表示“他们手中握着的石块”。
- 1.23.1ἐπανεὶς τὸν μισθὸν τῆς ἀκροάσεως
动词 ἐπανίημι 在此作“免除”、“豁免”债务或款项解;分词短语作方式或手段状语,修饰主句动词 ἀπέδωκεν(偿还)。属格 τῆς ἀκροάσεως(听讲、授课)是附属于 τὸν μισθόν 的宾格性属格,合指“听课费/学费”。
