- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.22.3-1.22.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了狄奥尼修斯获得哈德良皇帝授予的巡抚及缪斯学院公餐等殊荣,澄清了某篇拟作的归属,详述其在萨迪斯与初露头角的波勒蒙在庭辩演练中机智交锋的轶事,并提及他在以弗所的安葬。
μεγάλων μὲν οὖν ἠξιοῦτο κἀκ τῶν πόλεων, ὁπόσαι αὐτὸν ἐπὶ σοφίᾳ ἐθαύμαζον, μεγίστων δὲ ἐκ βασιλέως· Ἀδριανὸς γὰρ σατράπην μὲν αὐτὸν ἀπέφηνεν οὐκ ἀφανῶν ἐθνῶν, ʽἐγ̓κατέλεξε δὲ τοῖς δημοσίᾳ ἱππεύουσι καὶ τοῖς ἐν τῷ Μουσείῳ σιτουμένοις, τὸ δὲ Μουσεῖον τράπεζα Αἰγυπτία ξυγκαλοῦσα τοὺς ἐν πάσῃ τῇ γῇ ἐλλογίμους. πλείστας δὲ ἐπελθὼν πόλεις καὶ πλείστοις ἐνομιλήσας ἔθνεσιν οὔτε ἐρωτικήν ποτε αἰτίαν ἔλαβεν οὔτε ἀλαζόνα ὑπὸ τοῦ σωφρονέστατός τε φαίνεσθαι καὶ ἐφεστηκώς.1 οἱ δὲ ἀνατιθέντες Διονυσίῳ τὸν Ἀράσπαν τὸν τῆς Πανθείας ἐρῶντα ἀνήκοοι μὲν τῶν τοῦ Διονυσίου ῥυθμῶν, ἀνήκοοι δὲ τῆς ἄλλης ἑρμηνείας, ἄπειροι δὲ τῆς τῶν ἐνθυμημάτων τέχνης· οὐ γὰρ Διονυσίου τὸ φρόντισμα τοῦτο, ἀλλὰ Κέλερος τοῦ τεχνογράφου, ὁ δὲ Κέλερ βασιλικῶν μὲν ἐπιστολῶν ἀγαθὸς προστάτης, μελέτῃ δὲ οὐκ ἀποχρῶν, Διονυσίῳ δὲ τὸν ἐκ μειρακίου χρόνον διάφορος.
因此,他不仅受到所有钦慕其智慧的城邦的崇高敬重,更从皇帝那里获得了极高的礼遇。盖因哈德良皇帝任命他为诸多显赫部族的巡抚,并将其列入由公款供给骑乘之资的骑士行列以及在缪斯学院享受公餐之士中;而缪斯学院乃是一张埃及式的宴席,招聚了普天下的知名之士。他走访了极多城邦,与极多部族交往,却因表现得极尽审慎与自制,从未招致任何私通或傲慢的非议。至于那些将《恋慕潘提亚的阿拉斯帕斯》归于狄奥尼修斯名下之人,既听不出狄奥尼修斯独有的韵律,亦听不出他其余的言辞风尚,更不通晓其修辞推论之术;盖因这篇著述并非狄奥尼修斯的心血,而是出自辞章技艺家凯莱尔之手,凯莱尔虽长于主管皇家御简,在演习辩论上却力有未逮,且自青年时代起便与狄奥尼修斯不睦。
Μηδʼ ἐκεῖνα παρείσθω μοι Ἀρισταίου γε ἠκροαμένῳ αὐτὰ πρεσβυτάτου τῶν κατʼ ἐμὲ Ἑλλήνων καὶ πλεῖστα ὑπὲρ σοφιστῶν εἰδότος· ἐγήρασκε μὲν ὁ Διονύσιος ἐν δόξῃ λαμπρᾷ, παρῄει δʼ ἐς ἀκμὴν ὁ Πολέμων οὔπω γιγνωσκόμενος τῷ Διονυσίῳ καὶ ἐπεδήμει ταῖς Σάρδεσι ἀγορεύων δίκην ἐν τοῖς ἑκατὸν ἀνδράσιν, ὑφʼ ὧν ἐδικαιοῦτο ἡ Λυδία. ἑσπέρας οὖν ἐς τὰς Σάρδεις ἥκων ὁ Διονύσιος ἤρετο Δωρίωνα τὸν κριτικὸν ξένον ἑαυτοῦ· εἰπέ μοι, ἔφη ὦ Δωρίων, τί Πολέμων ἐνταῦθα; καὶ ὁ Δωρίων ἀνὴρ ἔφη πλουσιώτατος τῶν ἐν Λυδίᾳ κινδυνεύων περὶ τῆς οὐσίας ἄγει συνήγορον τὸν Πολέμωνα ἀπὸ τῆς Σμύρνης πείσας διταλάντῳ μισθῷ, καὶ ἀγωνιεῖται τὴν δίκην αὔριον. καὶ ὁ Διονύσιος οἷον ἔφη ἕρμαιον εἴρηκας, εἰ καὶ ἀκοῦσαί μοι ἔσται Πολέμωνος οὔπω ἐς πεῖραν αὐτοῦ ἀφιγμένῳ.2 ἔοικεν εἶπεν ὁ Δωρίων στρέφειν σε ὁ νεανίας ἐς ὄνομα ἤδη προβαίνων μέγα. καὶ καθεύδειν γε οὐκ ἐᾷ, μὰ τὴν Ἀθηνᾶν, ἦ δʼ ὁ Διονύσιος ἀλλʼ ἐς πήδησιν ἄγει τὴν καρδίαν καὶ τὴν γνώμην ἐνθυμουμένῳ, ὡς πολλοὶ οἱ ἐπαινέται αὐτοῦ, καὶ τοῖς μὲν δωδεκάκρουνος δοκεῖ τὸ στόμα, οἱ δὲ καὶ πήχεσι διαμετροῦσιν αὐτοῦ τὴν γλῶτταν, ὥσπερ τὰς τοῦ Νείλου ἀναβάσεις. σὺ δʼ αὖ ταύτην ἰάσαιό μοι τὴν φροντίδα εἰπών, τί μὲν πλέον, τί δὲ ἧττον ἐν ἐμοί τε κἀκείνῳ καθεώρακας. καὶ ὁ Δωρίων μάλα σωφρόνως αὐτός, εἶπεν ὦ Διονύσιε, σεαυτῷ τε κἀκείνῳ δικάσεις ἄμεινον, σὺ γὰρ ὑπὸ σοφίας οἷος σαυτόν τε γιγνώσκειν, ἕτερόν τε μὴ ἀγνοῆσαι. ἤκουσεν ὁ Διονύσιος ἀγωνιζομένου τὴν δίκην καὶ ἀπιὼν τοῦ δικαστηρίου ἰσχὺν ἔφη ὁ ἀθλητὴς ἔχει, ἀλλʼ οὐκ ἐκ παλαίστρας. ταῦτα ὡς ἤκουσεν ὁ Πολέμων, ἦλθε μὲν ἐπὶ θύρας τοῦ Διονυσίου μελέτην αὐτῷ ἐπαγγέλλων, ἀφικομένου δὲ διαπρεπῶς ἀγωνιζόμενος προσῆλθε τῷ Διονυσίῳ καὶ ἀντερείσας τὸν ὦμον, ὥσπερ οἱ τῆς σταδιαίας πάλης ἐμβιβάζοντες, μάλα ἀστείως ἐπετώθασεν εἰπὼν "ἦσάν ποτʼ, ἦσαν ἄλκιμοι Μιλήσιοι.3" ἀνδρῶν μὲν οὖν ἐπιφανῶν πᾶσα γῆ τάφος, Διονυσίῳ δὲ σῆμα ἐν τῇ ἐπιφανεστάτῃ Ἐφέσῳ, τέθαπται γὰρ ἐν τῇ ἀγορᾷ κατὰ τὸ κυριώτατον τῆς Ἐφέσου, ἐν ᾗ κατεβίω παιδεύσας τὸν πρῶτον βίον ἐν τῇ Λέσβῳ.
亦不可遗漏我从阿里斯泰奥斯那里听闻的逸事——他是与我同时代的最为年长的希腊人,对智者的事情知之最详。狄奥尼修斯当时已在显赫声誉中步入暮年,而波勒蒙正步入鼎盛之期,尚未被狄奥尼修斯所识;波勒蒙正逗留在萨迪斯,在执掌吕底亚司法的百人法庭上为一起案件辩护。于是在傍晚抵达萨迪斯的狄奥尼修斯,便向身为其宾友的批评家多利昂询问道: “多利昂啊,”他说: “告诉我,波勒蒙在这里做什么?” 多利昂答道: “吕底亚最富有的一个人在产业上陷入危局,便以两塔兰同的酬金说服波勒蒙,将其从士麦那请来作为辩护人,他将于明日出庭辩论。” 狄奥尼修斯说道: “若我当真能听到波勒蒙的辩论——我至今还未曾亲身体会过他的本领呢——那你所说的可真是意外的喜讯!” “看来这名青年,”多利昂说,“令你心绪难平,因为他如今正声名大振。” “凭雅典娜起誓,他甚至令我不得安寝,”狄奥尼修斯说道,“一想到称赞他的人如此之多,我的心与思绪便狂跳不已;有些人以为他的口才犹如十二个喷口的涌泉,另一些人甚至用腕尺来丈量他的舌头,如同丈量尼罗河的涨水一般。但你且通过告诉我,你在我和他身上所见各有什么长处、各有什么短处,来平复我的这份忧虑吧。” 多利昂极为慎重地答道: “狄奥尼修斯啊,你自己能比我更好地裁决你自己与他;因为凭着你的智慧,你完全能够自知,亦不至于误识他人。” 狄奥尼修斯听完了他辩护诉讼的演辞,走出法庭时说道: “这位竞技者虽有力气,却不是来自角力学校。” 波勒蒙听闻此言,便登门前往狄奥尼修斯的寓所,向他提出要进行一场演习辩论;当狄奥尼修斯赶到时,波勒蒙发表了极其出色的演说,随后走近狄奥尼修斯,就像立姿摔跤中发力互顶的选手那样挺肩撞向他,极其幽默地嘲弄道: “‘从前啊,从前米利都人确曾英勇过。’” 因此,整个大地虽是显赫之士的坟墓,但狄奥尼修斯的纪念碑却立在最显赫的以弗所;盖因他被安葬在以弗所最核心位置的广场上;他早年曾在莱斯博斯从事教学,而晚年正是在以弗所度过的。
- 1.22.3ὑπὸ τοῦ σωφρονέστατός τε φαίνεσθαι καὶ ἐφεστηκώς
介词 ὑπό 后接带中性单数属格定冠词 τοῦ 的名词化不定式 φαίνεσθαι,构成表示原因的状语短语。因不定式的逻辑主语与主句主语(狄奥尼修斯)一致,其表语补足语 σωφρονέστατος 与 ἐφεστηκώς 并未变为宾格,而是受吸引保持为主格(主格不定式补语结构)。其中 ἐφεστηκώς 为 ἐφίστημι 的完成时分词,意指精神审慎自制、克己守度。
- 1.22.4εἰ καὶ ἀκοῦσαί μοι ἔσται Πολέμωνος οὔπω ἐς πεῖραν αὐτοῦ ἀφιγμένῳ
紧接感叹句 οἷον ἕρμαιον εἴρηκας 之后的条件状语从句。ἔσται 作非人称用法(相当于 ἔξεστι 的将来时,意为“将有可能”),以不定式 ἀκοῦσαι 为逻辑主语,以与格 μοι 为涉及对象,完成时分词与格 ἀφιγμένῳ 与 μοι 保持语法一致。感知动词 ἀκούω 支配表示被倾听之人的属格(Πολέμωνος)。全句在修辞上表达强烈的欣喜与期待(“若真能……那该是何等的幸事”)。
- 1.22.4ἦσάν ποτʼ, ἦσαν ἄλκιμοι Μιλήσιοι
出自德尔斐神谕、曾被阿里斯托芬等多位古代作家引用的著名抑扬格三音步格言诗行,原指米利都往昔的繁荣与衰落。波勒蒙借用这一熟语,巧妙而幽默地嘲弄来自米利都的年长学者狄奥尼修斯,暗讽其辉煌已成过去。动词 ἦσαν 为表示过去事实状态的未完成过去时。
