- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.22.1-1.22.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者介绍了米利都的狄奥尼修斯的家世与修辞风格,引述其演习演辞的片段,并驳斥了他以迦勒底秘术向门生传授记忆术的谣传,阐释其门徒惊人记忆力的真实缘由。
Διονύσιος δὲ ὁ Μιλήσιος εἴθʼ, ὡς ἔνιοί φασι, πατέρων ἐπιφανεστάτων ἐγένετο, εἴθʼ, ὥς τινες, αὐτὸ τοῦτο ἐλευθέρων, ἀφείσθω τούτου τοῦ μέρους,1 ἐπειδὴ οἰκείᾳ ἀρετῇ ἐλαμπρύνετο, τὸ γὰρ καταφεύγειν ἐς τοὺς ἄνω ἀποβεβληκότων ἐστὶ τὸν ἐφʼ ἑαυτῶν ἔπαινον. Ἰσαίου δὲ ἀκροατὴς γενόμενος ἀνδρός, ὡς ἔφην, κατὰ φύσιν ἑρμηνεύοντος τουτὶ μὲν ἱκανῶς ἀπεμάξατο καὶ πρὸς τούτῳ τὴν εὐταξίαν τῶν νοημάτων, καὶ γὰρ δὴ καὶ τοῦτο Ἰσαίου. μελιχρότατος δὲ περὶ τὰς ἐννοίας γενόμενος οὐκ ἐμέθυε περὶ τὰς ἡδονάς, ὥσπερ ἔνιοι τῶν σοφιστῶν, ἀλλʼ ἐταμιεύετο λέγων ἀεὶ πρὸς τοὺς γνωρίμους, ὅτι χρὴ τοῦ μέλιτος ἄκρῳ δακτύλῳ, ἀλλὰ μὴ κοίλῃ χειρὶ γεύεσθαι, ὡς ἐν ἅπασι μὲν τοῖς εἰρημένοις δεδήλωται τῷ Διονυσίῳ, λογικοῖς τε καὶ νομικοῖς καὶ ἠθικοῖς ἀγῶσι, μάλιστα δὲ ἐν τῷ ἐπὶ Χαιρωνείᾳ θρήνῳ. διεξιὼν γὰρ τὸν Δημοσθένην τὸν μετὰ Χαιρώνειαν προσάγοντα τῇ βουλῇ ἑαυτὸν ἐς τήνδε τὴν μονῳδίαν τοῦ λόγου ἐτελεύτησεν· ὦ Χαιρώνεια πονηρὸν χωρίον. καὶ πάλιν ὦ αὐτομολήσασα πρὸς τοὺς βαρβάρους Βοιωτία. στενάξατε οἱ κατὰ γῆς ἥρωες, ἐγγὺς Πλαταιῶν νενικήμεθα. καὶ πάλιν ἐν τοῖς κρινομένοις ἐπὶ τῷ μισθοφορεῖν Ἀρκάσιν ἀγορὰ πολέμου πρόκειται καὶ τὰ τῶν Ἑλλήνων κακὰ τὴν Ἀρκαδίαν τρέφει. καὶ ἐπέρχεται πόλεμος αἰτίαν οὐκ ἔχων.
米利都的狄奥尼修斯,无论如某些人所言是出身于显赫之门,还是如另一些人所说仅仅是自由人之子,都应当免去这部分的考察,因为他是凭借自身的卓越而名声昭著,而逃避到祖先的荣光中,乃是属于那些丧失了自身赞誉之人。他成为了伊赛奥斯的门生——正如我所言,伊赛奥斯是一个表现自然的人——他十分充分地吸收了这种特质,此外还学到了思想的井然有序,因为这也确实是伊赛奥斯的长处。他在立意上虽极尽甘美,却没有像某些智者那样沉醉于辞藻的愉悦之中,而是有所节制,经常对门生说,品尝蜂蜜应当用指尖,而不应当用整个手心。这一点在狄奥尼修斯所有发表过的言论中都已显明——无论是在论辩的、法律的还是伦理的演说辩论中——而尤以关于喀罗尼亚的悼词最为显著。盖因他在论及喀罗尼亚战后将自己送交议事会的德摩斯梯尼时,便以演辞中这样一段哀歌作结: 呜呼,喀罗尼亚,不祥之地! 又如: 呜呼,投奔蛮族的波奥提亚!地下的英雄们啊,哀叹吧,我们在普拉提亚附近战败了! 又如: 在论及因充任雇佣兵而受审的阿卡迪亚人的演辞中:战争的集市大开,希腊人的不幸滋养着阿卡迪亚。 以及: 一场师出无名的战争正在临近。
τοιάδε μὲν ἡ ἐπίπαν ἰδέα τοῦ Διονυσίου, καθʼ ἣν τὰ τῆς μελέτης αὐτῷ προὔβαινεν ἐπισκοπουμένῳ καιρόν, ὅσονπερ ὁ Ἰσαῖος, ὁ δὲ λόγος ὁ περὶ τοῦ Διονυσίου λεγόμενος, ὡς Χαλδαίοις τέχναις τοὺς ὁμιλητὰς τὸ μνημονικὸν ἀναπαιδεύοντος2 πόθεν εἴρηται, ἐγὼ δηλώσω· τέχναι μνήμης οὔτε εἰσὶν οὔτʼ ἂν γένοιντο, μνήμη μὲν γὰρ δίδωσι τέχνας, αὐτὴ δὲ ἀδίδακτος καὶ οὐδεμιᾷ τέχνῃ ἁλωτός, ἔστι γὰρ πλεονέκτημα φύσεως ἢ τῆς ἀθανάτου ψυχῆς μοῖρα. οὐ γὰρ ἄν ποτε θνητὰ νομισθείη τὰ ἀνθρώπεια, οὐδὲ διδακτά, ἃ ἐμάθομεν, εἰ μνήμη συνεπολιτεύετο ἀνθρώποις,3 ἣν εἴτε μητέρα δεῖ χρόνου καλεῖν, εἴτε παῖδα, μὴ διαφερώμεθα πρὸς τοὺς ποιητάς, ἀλλʼ ἔστω, ὅ τι βούλονται. πρὸς δὲ τούτοις τίς οὕτως εὐήθης κατὰ τῆς ἑαυτοῦ δόξης ἐν σοφοῖς γραφόμενος, ὡς γοητεύων ἐν μειρακίοις διαβάλλειν καὶ ἃ ὀρθῶς ἐπαιδεύθη; πόθεν οὖν τὸ μνημονικὸν τοῖς ἀκροωμένοις; ἄπληστα τὴν ἡδονὴν ἐδόκει τὰ τοῦ Διονυσίου καὶ πολλάκις ἐπαναλαμβάνειν αὐτὰ ἠναγκάζετο, ἐπειδὴ ξυνίει σφῶν χαιρόντων τῇ ἀκροάσει. οἱ δὴ εὐμαθέστεροι τῶν νέων ἐνετυποῦντο αὐτὰ ταῖς γνώμαις καὶ ἀπήγγελλον ἑτέροις μελέτῃ μᾶλλον ἢ μνήμῃ ξυνειληφότες, ὅθεν μνημονικοί τε ὠνομάζοντο καὶ τέχνην αὐτὸ πεποιημένοι. ἔνθεν ὁρμώμενοί τινες τὰς τοῦ Διονυσίου μελέτας ἐσπερματολογῆσθαί φασιν, ὡς δὴ ἄλλο ἄλλου ξυνενεγκόντων ἐς αὐτάς, ἐν ᾧ ἐβραχυλόγησεν.
这大体上就是狄奥尼修斯的风格,依照这种风格,他的演习辩论得以推进,其间他同伊赛奥斯一样讲求适度。至于流传关于狄奥尼修斯的说法,谓其借迦勒底人的秘术教导弟子记忆之术,其因何而起,我将阐明:记忆之术既不存在,也绝不可能产生;盖因记忆孕育诸艺,其自身却不可被传授,亦无法被任何技艺所捕获,盖因它是天赋之秉性,抑或不朽灵魂的分赋。假使记忆与世人同住共伍,则人事便绝不会被视为终有一死,而我们所习得之物亦不会被视为可教授之学——至于究竟该称记忆为时间的母亲还是女儿,我们无需与诗人们争辩,且听凭他们所好。此外,既已列身于智者之林,又有谁会如此愚蠢地损毁自身声誉,以致在少年面前故弄玄虚施行巫术,连自己受过正规教育的学问也横遭诋毁?那么,听众卓越的记忆力究竟从何而来?狄奥尼修斯的演说展现出令人欲罢不能的甘美,察觉到门生们喜于聆听,他便屡屡被迫重复讲演。于是青年中较聪颖者将其牢记于心,借由练习而非天生记忆领悟之后再转述给他人,由此他们被称为记忆大师,并被认为将此化作了一种技艺。由是有人声称狄奥尼修斯的演辞不过是东拼西凑的零碎之物,以为在他言辞简练之处,正是众人各自补凑其说所致。
- 1.22.1ἀφείσθω τούτου τοῦ μέρους
第三人称单数完成时被动命令语气 ἀφείσθω 支配分离属格 τούτου τοῦ μέρους 的结构。在赞辞(encomium)传统中,“门第出身(γένος)”是常规的首要论题部分(μέρος),作者因狄奥尼修斯自身的卓著德行而特意省免了这一常规套路的考察。
- 1.22.2ὡς Χαλδαίοις τέχναις τοὺς ὁμιλητὰς τὸ μνημονικὸν ἀναπαιδεύοντος
由 ὡς 引导的属格独立结构,用以同位阐释前面的名词短语 ὁ δὲ λόγος ὁ περὶ τοῦ Διονυσίου λεγόμενος(“关于狄奥尼修斯的传言”)。分词 ἀναπαιδεύοντος 支配双宾格:受教的对象 τοὺς ὁμιλητάς 以及所讲授的内容/内宾格 τὸ μνημονικόν(“记忆之术”)。
- 1.22.2οὐ γὰρ ἄν ποτε θνητὰ νομισθείη τὰ ἀνθρώπεια, οὐδὲ διδακτά, ἃ ἐμάθομεν, εἰ μνήμη συνεπολιτεύετο ἀνθρώποις
结论从句使用 ἄν 搭配祈愿语气(νομισθείη),条件从句使用 εἰ 搭配未完成过去时直陈语气(συνεπολιτεύετο),构成了混合条件句(反事实假设)。作者以此论证:若作为不死灵魂之分赋的记忆本身与人类作为同侪共处,则人事便不会被视为必死有限之物,习得之物也不必反复依赖教习传授。
