- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.21.6-1.21.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯科佩利安成功出使帝国化解了拔除葡萄藤的政令而名扬天下,在雅典启发了年轻的希罗德·阿提库斯,晚年于士麦那更深得后继者波勒蒙的钦慕。
βασίλειοι δὲ αὐτοῦ πρεσβεῖαι πολλαὶ μέν, καὶ γάρ τις καὶ ἀγαθὴ τύχη ξυνηκολούθει πρεσβεύοντι, ἀρίστη δὲ ἡ ὑπὲρ τῶν ἀμπέλων· οὐ γὰρ ὑπὲρ Σμυρναίων μόνων, ὥσπερ αἱ πλείους, ἀλλʼ ὑπὲρ τῆς Ἀσίας ὁμοῦ πάσης ἐπρεσβεύθη. τὸν δὲ νοῦν τῆς πρεσβείας ἐγὼ δηλώσω· ἐδόκει τῷ βασιλεῖ μὴ εἶναι τῇ Ἀσίᾳ ἀμπέλους, ἐπειδὴ ἐν οἴνῳ στασιάζειν ἔδοξαν, ἀλλʼ ἐξῃρῆσθαι μὲν τὰς ἤδη πεφυτευμένας, ἄλλας δὲ μὴ φυτεύειν ἔτι. ἔδει δὴ πρεσβείας ἀπὸ τοῦ κοινοῦ καὶ ἀνδρός, ὃς ἔμελλεν ὥσπερ Ὀρφεύς τις ἢ Θάμυρις ὑπὲρ αὐτῶν θέλξειν. αἱροῦνται τοίνυν Σκοπελιανὸν πάντες, ὁ δʼ οὕτω τι ἐκ περιουσίας1 ἐκράτει τὴν πρεσβείαν, ὡς μὴ μόνον τὸ ἐξεῖναι φυτεύειν ἐπανελθεῖν ἔχων, ἀλλὰ καὶ ἐπιτίμια κατὰ τῶν μὴ φυτευόντων. ὡς δὲ ηὐδοκίμησε τὸν ἀγῶνα τὸν ὑπὲρ τῶν ἀμπέλων, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, ὁ γὰρ λόγος ἐν τοῖς θαυμασιωτάτοις, δηλοῖ δὲ καὶ τὰ ἐπὶ τῷ λόγῳ, δώρων τε γὰρ ἐπʼ αὐτῷ ἔτυχεν, ἃ νομίζεται παρὰ βασιλεῖ, πολλῶν τε προσρήσεών τε καὶ ἐπαίνων, νεότης τε αὐτῷ λαμπρὰ ξυνηκολούθησεν ἐς Ἰωνίαν σοφίας ἐρῶντες.
他前往皇帝处的使团出使过多次——因为在他担任使节时总有某种好运相随——但最卓越的使团乃是关于葡萄藤的出使;因为这次出使不仅是如大多数使节那样为士麦那人所设,而是同时为了整个亚细亚。我将阐明这次出使的主旨:皇帝认为亚细亚不该有葡萄藤,因为当地人被认为在醉酒时叛乱,因而已经种植的葡萄藤必须连根拔除,今后也不得再行种植。于是,迫切需要来自行省同盟的使团,并需要一位能如奥尔弗斯或塔米里斯般为他们施展魅力的人。因此众人推选了斯科佩利安,而他凭借极其从容的优势赢得了这次出使,归来时不仅保有种植的权利,甚至还获得了针对不种植者的罚则。至于他在关于葡萄藤的这场论辩中赢得了何等美名,这不仅由其讲演的内容昭示出来——因为那篇演辞位列最令人赞叹的篇章之中——而且由演说所带来的结果昭示出来:盖因他由此获得了皇帝处惯例赐予的礼物、无数的致意与赞扬,更有渴望智慧的杰出青年跟随他一同前往爱奥尼亚。
ἐπεὶ δὲ Ἀθήνησιν ἐγένετο, ποιεῖται αὐτὸν ξένον ὁ Ἡρώδου τοῦ σοφιστοῦ πατὴρ Ἀττικὸς θαυμάζων ἐπὶ ῥητορικῇ μᾶλλον ἢ τὸν Γοργίαν ποτὲ Θετταλοί. ὁπόσοι γοῦν τῶν πάλαι ῥητόρων ἑρμαῖ ἦσαν ἐν τοῖς τῆς οἰκίας δρόμοις, ἐκέλευε τούτους βάλλεσθαι λίθοις, ὡς διεφθορότας αὐτῷ2 τὸν υἱόν. μειράκιον μὲν δὴ ἐτύγχανεν ὢν ὁ Ἡρώδης τότε καὶ ὑπὸ τῷ πατρὶ ἔτι, τοῦ δὲ αὐτοσχεδιάζειν ἤρα μόνου, οὐ μὴν ἐθάρρει γε αὐτό, οὐδὲ γὰρ τῷ Σκοπελιανῷ ξυγγεγονὼς ἦν ἐς ἐκεῖνό πω τοῦ χρόνου, οὐδʼ ἥτις ἡ τῶν αὐτοσχεδίων ὁρμὴ γιγνώσκων, ὅθεν ἀσμένῳ οἱ ἐγένετο ἡ ἐπιδημία τοῦ ἀνδρός·3 ἐπειδὴ γὰρ λέγοντος ἤκουσε καὶ διατιθεμένου τὸν αὐτοσχέδιον, ἐπτερώθη ὑπʼ αὐτοῦ καὶ ἡτοιμάσθη, καὶ τὸν πατέρα δὲ ἧσαι διανοηθεὶς ἀπαγγέλλει οἱ μελέτην ἐς τὴν ἰδέαν τοῦ ξένου. ὁ πατὴρ δὲ ἠγάσθη τε αὐτὸν τῆς μιμήσεως καὶ πεντακόσια ἔδωκεν αὐτῷ τάλαντα, ἔδωκε δὲ καὶ αὐτῷ τῷ Σκοπελιανῷ πεντεκαίδεκα, ὁ δέ, ὅσαπερ ὁ πατήρ, τοσαῦτα ἀπὸ τῆς ἑαυτοῦ δωρεᾶς προσέδωκεν αὐτῷ, ἔτι καὶ διδάσκαλον ἑαυτοῦ προσειπών. τουτὶ δὲ συνιέντι Ἡρώδου καὶ τῶν τοῦ Πακτωλοῦ πηγῶν ἥδιον.4
当他来到雅典时,智者希罗德的父亲阿提库斯将他奉为座上宾,对其修辞术的赞赏甚至超过了昔日色萨利人对戈尔吉亚的倾倒。至少,凡立于其宅邸回廊中古代演说家的赫耳墨斯神柱,他都命人以石投掷,斥责它们败坏了自己的儿子。那时希罗德恰巧还是个少年,尚在父亲管教之下,他虽一心渴望即席演说,却尚无足够的胆量,因为在那之前他不仅从未结识过斯科佩利安,也不知道即席演说的灵感冲力为何物;因此,这位高人的到访让他喜出望外。盖因听闻斯科佩利安开讲并组织即席演辞后,希罗德受到振奋而羽翼渐丰、准备就绪;由于想要让父亲欢喜,他便依客人的风范向父亲演练了一篇演说。父亲惊叹于他的摹拟,赠予他五百塔兰同,同时也赠予斯科佩利安本人十五塔兰同;而〔希罗德〕从自己的赏赐中,照着父亲所赠之数加赠给〔斯科佩利安〕,甚至称他为自己的老师。而对理解希罗德的人而言,此事甚至比帕克托罗斯河的源泉还要甘美。
τὴν δὲ εὐτυχίαν, ᾗ περὶ τὰς πρεσβείας ἐχρῆτο, ξυμβάλλειν ἐστὶ καὶ τοῖσδε· ἔδει μὲν γὰρ τοῖς Σμυρναίοις τοῦ πρεσβεύσοντος ὑπὲρ αὐτῶν ἀνδρός, ἡ πρεσβεία δὲ ἦν ὑπὲρ τῶν μεγίστων. ὁ μὲν δὴ ἐγήρασκεν ἤδη καὶ τοῦ ἀποδημεῖν ἐξώρως εἶχεν, ἐχειροτονεῖτο δὲ ὁ Πολέμων οὔπω πεπρεσβευκὼς πρότερον. εὐξάμενος οὖν ὑπὲρ τῆς ἀγαθῆς τύχης ἐδεῖτο γενέσθαι οἱ τὴν τοῦ Σκοπελιανοῦ πειθώ, καὶ περιβαλὼν αὐτὸν ἐπὶ τῆς ἐκκλησίας "δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, αἴ κʼ ἐμὲ σοὶ ἴσκωσι, "μάλα ἀστείως ὁ Πολέμων τὰ ἐκ Πατροκλείας ἐπεῖπεν τῷ ἀνδρί. καὶ Ἀπολλώνιος δὲ ὁ Τυανεὺς ὑπερενεγκὼν σοφίᾳ τὴν ἀνθρωπίνην φύσιν τὸν Σκοπελιανὸν ἐν θαυμασίοις τάττει.
他在出使中所享有的幸运,亦可从以下事例加以印证:士麦那人需要有人为他们出使,而这次出使关乎最为重大之事。斯科佩利安彼时已届老境,过了远行之年,而此前从未出使过的波勒蒙被推选出来。于是波勒蒙祈求好运,恳求将斯科佩利安的说服力赐予自己,并在公民大会上拥抱他,极为风趣地援引《帕特洛克罗斯之战》的诗句对他说: “且将你的铠甲披在我的双肩,但愿他们将我当作是你。” 再者,在智慧上超脱凡俗人性的提亚纳的阿波罗尼奥斯,亦将斯科佩利安列入令人惊叹之人的行列。
- 1.21.6ἐκ περιουσίας
介词短语 ἐκ περιουσίας 为习语,意为“从容有余地”或“带着压倒性的优势”。在此指他不仅圆满完成出使使命,更带回了超出原定诉求的成果(对不种者的罚则)。
- 1.21.7ὁ δέ, ὅσαπερ ὁ πατήρ, τοσαῦτα ἀπὸ τῆς ἑαυτοῦ δωρεᾶς προσέδωκεν αὐτῷ
关系从句 ὅσαπερ ὁ πατήρ 中省略了动词(ἔδωκεν),与主句中的 τοσαῦτα ... προσέδωκεν 构成相关句式(ὅσος... τοσοῦτος)。主语 ὁ δέ 指希罗德,间接宾语 αὐτῷ 指斯科佩利安。意指希罗德从自己所得的赏赐(五百塔兰同)中拿出与父亲赠予斯科佩利安相同的数额(十五塔兰同)加赠给斯科佩利安。
- 1.21.7ὅθεν ἀσμένῳ οἱ ἐγένετο ἡ ἐπιδημία τοῦ ἀνδρός
谓语形容词 ἀσμένῳ 与代词与格 οἱ 呼应,构成表示人身关涉的与格结构(关涉与格),意为“……对此感到欣喜”。主语是后置的主格名词短语 ἡ ἐπιδημία τοῦ ἀνδρός(该人的到访)。
- 1.21.7τουτὶ δὲ συνιέντι Ἡρώδου καὶ τῶν τοῦ Πακτωλοῦ πηγῶν ἥδιον
比较级 ἥδιον 统辖比较属格 τῶν τοῦ Πακτωλοῦ πηγῶν(比帕克托罗斯河之泉更甘美);中性主格 τουτὶ 作主语(系动词省略),与格分词 συνιέντι 支配属格宾语 Ἡρώδου(“对理解希罗德的人而言”);整句表明,被希罗德称为老师一事,其甘美甚至远胜于帕克托罗斯河的金银财富。
