- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.21.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了斯科佩利安在士麦那授徒的盛况与远方学子的慕名汇聚、其夜间精进的修习习惯、雄浑的修辞风格与法庭及民会风度,以及他在波斯主题演说中的卓越造诣与机智对答。
Σκοπελιανοῦ δὲ σπουδάζοντος ἐν τῇ Σμύρνῃ ξυμφοιτᾶν μὲν ἐς αὐτὴν Ἴωνάς τε καὶ Λυδοὺς καὶ Κᾶρας καὶ Μαίονας Αἰολέας τε καὶ τοὺς ἐκ Μυσῶν Ἕλληνας καὶ Φρυγῶν οὔπω μέγα,1 ἀγχίθυρος γὰρ τοῖς ἔθνεσι τούτοις ἡ Σμύρνα καιρίως ἔχουσα τῶν γῆς καὶ θαλάττης πυλῶν, ὁ δὲ ἦγε μὲν Καππαδόκας τε καὶ Ἀσσυρίους, ἦγε δὲ Αἰγυπτίους καὶ Φοίνικας Ἀχαιῶν τε τοὺς εὐδοκιμωτέρους καὶ νεότητα τὴν ἐξ Ἀθηνῶν ἅπασαν. δόξαν μὲν οὖν ἐς τοὺς πολλοὺς παραδεδώκει ῥᾳστώνης τε καὶ ἀμελείας, ἐπειδὴ τὸν πρὸ τῆς μελέτης καιρὸν ξυνῆν ὡς ἐπὶ πολὺ τοῖς τῶν Σμυρναίων τέλεσιν ὑπὲρ τῶν πολιτικῶν, ὁ δὲ ἀπεχρῆτο μὲν καὶ τῇ φύσει λαμπρᾷ τε οὔσῃ καὶ μεγαλογνώμονι,2 καὶ τὸν μεθʼ ἡμέραν καιρὸν ἧττον ἐσπούδαζεν, ἀυπνότατος δʼ ἀνθρώπων γενόμενος ὦ νύξ, ἔλεγε σὺ γὰρ δὴ πλεῖστον σοφίας μετέχεις μέρος θεῶν, ξυνεργὸν δὲ αὐτὴν ἐποιεῖτο τῶν ἑαυτοῦ φροντισμάτων. λέγεται γοῦν καὶ ἐς ὄρθρον ἀποτεῖναι σπουδάζων ἀπὸ ἑσπέρας. προσέκειτο μὲν οὖν ἅπασι ποιήμασι, τραγῳδίας δὲ ἐνεφορεῖτο, ἀγωνιζόμενος πρὸς τὴν τοῦ διδασκάλου μεγαλοφωνίαν — ἀπὸ γὰρ τούτου τοῦ μέρους ὁ Νικήτης σφόδρα ἐθαυμάζετο — ὁ δὲ οὕτω τι μεγαλοφωνίας ἐπὶ μεῖζον ἤλασεν, ὡς καὶ Γιγαντίαν ξυνθεῖναι παραδοῦναί τε Ὁμηρίδαις ἀφορμὰς ἐς τὸν λόγον. ὡμίλει δὲ σοφιστῶν μὲν μάλιστα Γοργίᾳ τῷ Λεοντίνῳ, ῥητόρων δὲ τοῖς λαμπρὸν ἠχοῦσιν. τὸ δὲ ἐπίχαρι φύσει μᾶλλον εἶχεν ἢ μελέτῃ, πρὸς φύσεως μὲν γὰρ τοῖς Ἰωνικοῖς τὸ ἀστείζεσθαι, τῷ δʼ αὖ καὶ ἐπὶ τῶν λόγων τοῦ φιλόγελω περιῆν, τὸ γὰρ κατηφὲς δυσξύμβολόν τε καὶ ἀηδὲς ἡγεῖτο. παρῄει δὲ καὶ ἐς τοὺς δήμους ἀνειμένῳ τε καὶ διακεχυμένῳ τῷ προσώπῳ, καὶ πολλῷ πλέον, ὅτε ξὺν ὀργῇ ἐκκλησιάζοιεν, ἀνιεὶς αὐτοὺς καὶ διαπραύνων τῇ τοῦ εἴδους εὐθυμίᾳ. τὸ δὲ ἐν τοῖς δικαστηρίοις ἦθος οὔτε φιλοχρήματος οὔτε φιλολοίδορος· προῖκα μὲν γὰρ ξυνέταττεν ἑαυτὸν τοῖς ὑπὲρ ψυχῆς κινδυνεύουσι, τοὺς δὲ λοιδορουμένους ἐν τοῖς λόγοις καὶ θυμοῦ τινα ἐπίδειξιν ἡγουμένους ποιεῖσθαι γραίδια ἐκάλει μεθύοντα καὶ λυττῶντα. τὰς δὲ μελέτας μισθοῦ μὲν ἐποιεῖτο, ὁ δὲ μισθὸς ἦν ἄλλος ἄλλου καὶ ὡς ἕκαστος οἴκου εἶχεν, παρῄει τε ἐς αὐτοὺς οὔθʼ ὑπερφρονῶν καὶ σεσοβημένος, οὔθʼ ὥσπερ οἱ δεδιότες, ἀλλʼ ὡς εἰκὸς ἦν τὸν ἀγωνιῶντα μὲν ὑπὲρ τῆς ἑαυτοῦ δόξης, θαρροῦντα δὲ τῷ μὴ ἂν σφαλῆναι.3 διελέγετο δὲ ἀπὸ μὲν τοῦ θρόνου ξὺν ἁβρότητι, ὅτε δὲ ὀρθὸς διαλέγοιτο, ἐπιστροφήν τε εἶχεν ὁ λόγος καὶ ἔρρωτο. καὶ ἐπεσκοπεῖτο οὐκ ἔνδον, οὐδʼ ἐν τῷ ὁμίλῳ, ἀλλʼ ὑπεξιὼν ἐν βραχεῖ τοῦ καιροῦ διεώρα πάντα. περιῆν δὲ αὐτῷ καὶ εὐφωνίας, καὶ τὸ φθέγμα ἡδονὴν εἶχε τὸν τε μηρὸν θαμὰ ἔπληττεν ἑαυτόν τε ὑπεγείρων καὶ τοὺς ἀκροωμένους. ἄριστος μὲν οὖν καὶ σχηματίσαι λόγον καὶ ἐπαμφοτέρως εἰπεῖν, θαυμασιώτερος δὲ περὶ τὰς ἀκμαιοτέρας τῶν ὑποθέσεων καὶ πολλῷ πλέον περὶ τὰς Μηδικάς, ἐν αἷς οἱ Δαρεῖοί τέ εἰσι καὶ οἱ Ξέρξαι, ταύτας γὰρ αὐτός τέ μοι δοκεῖ ἄριστα σοφιστῶν ἑρμηνεῦσαι παραδοῦναί τε τοῖς ἐπιγιγνομένοις ἑρμηνεύειν, καὶ γὰρ φρόνημα ἐν αὐταῖς ὑπεκρίνετο καὶ κουφότητα τὴν ἐν τοῖς βαρβάροις ἤθεσιν. ἐλέγετο καὶ σείεσθαι μᾶλλον ἐν ταύταις, ὥσπερ βακχεύων, καί τινος τῶν ἀμφὶ τὸν Πολέμωνα τυμπανίζειν αὐτὸν φήσαντος λαβόμενος ὁ Σκοπελιανὸς τοῦ σκώμματος4 τυμπανίζω μέν, εἶπεν ἀλλὰ τῇ τοῦ Αἴαντος ἀσπίδι.
当斯科佩利安在士麦那授课时,爱奥尼亚人、吕底亚人、卡里亚人、梅奥尼亚人、埃俄罗斯人以及来自密细亚和弗里吉亚的希腊人汇聚于此,这还算不得什么大事,因为士麦那与这些部族为邻,恰好处在陆海要冲之上;然而他吸引了卡帕多西亚人和亚述人,吸引了埃及人和腓尼基人,以及阿哈伊亚人中最负盛名者和来自雅典的全体青年。他曾给大众留下安逸疏忽的印象,因为在修习演说之前的时间里,他大多因公务而与士麦那的官吏们在一起;然而他充分利用了自己既华美又开阔的天资,白昼虽较少用功,却成了一个极少成眠的人。 “哦,黑夜啊,”他常说: “你在众神之中确实分得了最多的智慧,”于是他将黑夜当作自己沉思冥想的帮手。据说他攻读时常从黄昏一直延展到黎明。他钻研所有的诗歌,尤其饱读悲剧,以求匹敌其师宏亮的声音——因为尼凯特斯正是在这方面极受赞赏——而他更将这宏亮的声势推向更高的境界,以至于创作了《巨人之战》,并为荷马史诗的传唱者们提供了演说的素材。在智者中他尤喜研习莱翁蒂尼的戈尔吉亚,在演说家中则取法那些声调华美宏亮之辈。至于那种优雅讨喜的特质,更多是出于天成而非后天修习;因为风趣谈笑本是爱奥尼亚人的天性,而他在演辞中更洋溢着热爱欢笑的性情,因为他认为愁容阴沉是难于相处且令人厌恶的。他走向民众大会时也总是带着松弛而舒展的面容,尤其在民众怒气冲冲地集会时更是如此,以其相貌的和悦使他们平伏镇定。他在法庭上的品格既不贪财,亦不喜毁谤;因为他自愿免费协助那些性命堪忧之人,而对于在演辞中谩骂攻讦并自以为表现出气概的人,他称之为“醉酒发狂的老妇”。至于演练演说,他虽收取报酬,但酬金因人而异,依各自家境而定;他走向听众时,既不高傲浮夸,也不像心怀恐惧之人,而是恰如其分地表现出一个虽为自己的名声担忧、却深信自己绝不会失误之人的姿态。坐在讲座上时他言辞柔和优雅,起立论述时,演说则紧凑有力、气势磅礴。他构思并不在室内,也不在人群中,而是稍稍走开片刻,便将一切审视洞明。他亦兼具悦耳的音质,声调令人愉悦;他还常常拍打大腿,既激励自己,也振奋听众。他不仅最善于修饰演辞并从两方面立论,在那些激昂有力的主题上更为惊人,而在涉及大流士与薛西斯等波斯故事的主题上尤甚;因为在我看来,在所有智者中,正是他最出色地阐发了这些主题,并为后世留下了阐释之道,盖因他在其中传神地表现出傲慢的气概与蛮族性情中的浮躁轻浮。据说在这些主题中,他更是剧烈晃动身躯,如同狂欢酒神的信徒一般;当波勒蒙周围的一人讥讽他在“击手鼓”时,斯科佩利安抓住这个嘲弄说道: “我确实在击鼓, 不过 是在埃阿斯的大盾上击打。”
- 1.21.5ξυμφοιτᾶν μὲν ἐς αὐτὴν Ἴωνάς τε καὶ Λυδοὺς καὶ Κᾶρας καὶ Μαίονας Αἰολέας τε καὶ τοὺς ἐκ Μυσῶν Ἕλληνας καὶ Φρυγῶν οὔπω μέγα
在句首属格独立结构 Σκοπελιανοῦ δὲ σπουδάζοντος ἐν τῇ Σμύρνῃ 的背景下,不定式短语(ξυμφοιτᾶν ...)作主语,οὔπω μέγα 为表语形容词(省略系词 ἦν),与后文的 ὁ δὲ ἦγε... 构成 μέν...δέ 的对比结构。
- 1.21.5ἀπεχρῆτο μὲν καὶ τῇ φύσει λαμπρᾷ τε οὔσῃ καὶ μεγαλογνώμονι
动词 ἀποχράομαι(充分利用、凭借)支配与格补足语(τῇ φύσει),表明他充分发挥并依赖自身华美而恢弘的天赋禀赋。
- 1.21.5θαρροῦντα δὲ τῷ μὴ ἂν σφαλῆναι
带有否定词 μή 和语气小词 ἄν 的冠词附随不定式 τῷ μὴ ἂν σφαλῆναι 作原因/方式与格,依附于分词 θαρροῦντα(自信),代表潜势语气的转述(“确信自己决不可能失误”)。
- 1.21.5λαβόμενος ὁ Σκοπελιανὸς τοῦ σκώμματος
中动分词 λαβόμενος 支配属格(τοῦ σκώμματος),意为“抓住、借由(话柄)”,表示斯科佩利安机敏地抓住对方的嘲弄之辞进行反击。
