- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.21.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节讲述了斯科佩利安的父亲如何受侍妾与奴仆厨子库特罗斯的谗言蛊惑,将全部家产遗赠给奴隶;以及斯科佩利安诉讼失败后,晚年落魄的库特罗斯最终登门恳求并将家产归还的始末。
αἱ δὲ αἰτίαι, διʼ ἃς ὁ πατὴρ ἐξ ἡμέρου τε καὶ πρᾴου χαλεπὸς αὐτῷ ἐγένετο, λέγονται μὲν ἐπὶ πολλά, καὶ γὰρ ἡ δεῖνα καὶ ἡ δεῖνα καὶ πλείους, ἀλλʼ ἐγὼ τὴν ἀληθεστάτην δηλώσω· μετὰ γὰρ τὴν τοῦ Σκοπελιανοῦ μητέρα γυναῖκα ὁ πρεσβύτης ἤγετο ἡμίγαμόν τε καὶ οὐ κατὰ νόμους, ὁ δὲ ὁρῶν ταῦτα ἐνουθέτει καὶ ἀπῆγεν, τουτὶ δὲ τοῖς ἐξώροις ἀηδές. ἡ δʼ αὖ ξυνετίθει κατʼ αὐτοῦ λόγον, ὡς ἐρῶντος μὲν αὐτῆς, τὴν διαμαρτίαν δὲ μὴ καρτεροῦντος.1 ξυνελάμβανε δὲ αὐτῇ τῶν διαβολῶν καὶ οἰκέτης τοῦ πρεσβύτου μάγειρος, ᾧ ἐπωνυμία Κύθηρος, ὑποθωπεύων, ὥσπερ ἐν δράματι, τὸν δεσπότην καὶ τοιαυτὶ λέγων· ὦ δέσποτα, βούλεταί σε ὁ υἱὸς τεθνάναι ἤδη, οὐδὲ τὸν αὐτόματον καὶ μετʼ οὐ πολὺ θάνατον ἐνδιδοὺς τῷ σῷ γήρᾳ, ἀλλὰ καὶ αὐτουργῶν μὲν τὴν ἐπιβουλήν, μισθούμενος δὲ καὶ τὰς ἐμὰς χεῖρας. ἔστι γὰρ αὐτῷ φάρμακα ἀνδροφόνα ἐπὶ σέ, ὧν τὸ καιριώτατον κελεύει με ἐμβαλεῖν ἐς ἕν τι τῶν ὄψων ἐλευθερίαν τε ὁμολογῶν καὶ ἀγροὺς καὶ οἰκίας καὶ χρήματα καὶ πᾶν ὅ τι βουλοίμην ἔχειν τοῦ σοῦ οἴκου, καὶ ταυτὶ μὲν πειθομένῳ εἶναι, ἀπειθοῦντι δὲ μαστίγωσίν τε καὶ στρέβλωσιν καὶ παχείας πέδας καὶ κύφωνα βαρύν.2 καὶ τοιοῖσδε θωπεύμασι περιελθὼν τὸν δεσπότην τελευτῶντος μετʼ οὐ πολὺ καὶ πρὸς διαθήκαις ὄντος γράφεται κληρονόμος, υἱός τε προσρηθεὶς καὶ ὀφθαλμοὶ καὶ ψυχὴ πᾶσα. καὶ οὐχὶ ταυτὶ χρὴ θαυμάζειν, ἐπεὶ πρεσβύτην ἐρῶντα ἔθελξεν ἴσως που καὶ παραπαίοντα ὑπὸ ἡλικίας καὶ αὐτοῦ τοῦ ἐρᾶν — καὶ γὰρ δὴ καὶ νέοι ἐρῶντες οὐκ ἔστιν ὅστις αὐτῶν τὸν ἑαυτοῦ νοῦν ἔχει — ἀλλʼ ὅτι καὶ τῆς τοῦ Σκοπελιανοῦ δεινότητος τε καὶ τῆς ἐν τοῖς δικαστηρίοις ἀκμῆς κρείττων ἔδοξεν ἀγωνισάμενος μὲν περὶ τῶν διαθηκῶν πρὸς αὐτόν, ἀντεκτείνας δὲ τῇ ἐκείνου δεινότητι τὸν ἐκείνου πλοῦτον· ἀπαντλῶν γὰρ τῆς οὐσίας καὶ μισθούμενος ὑπερβολαῖς χρημάτων γλώττας ὁμοῦ πάσας καὶ δικαστῶν ψήφους πανταχοῦ τὴν νικῶσαν ἀπηνέγκατο, ὅθεν ὁ Σκοπελιανὸς τὰ μὲν Ἀναξαγόρου μηλόβοτα εἶναι, τὰ δὲ αὑτοῦ δουλόβοτα ἔλεγεν. ἐπιφανὴς δὲ καὶ τὰ πολιτικὰ ὁ Κύθηρος γενόμενος γηράσκων ἤδη καὶ τὴν οὐσίαν ὁρῶν ὑποδιδοῦσαν καταφρονούμενός τε ἱκανῶς καί που καὶ πληγὰς λαβὼν πρὸς ἀνδρός, ὃν χρήματα ἀπαιτῶν ἐτύγχανεν, ἱκέτης τοῦ Σκοπελιανοῦ γίγνεται μνησικακίαν τε αὐτῷ παρεῖναι καὶ ὀργὴν ἀπολαβεῖν τε τὸν τοῦ πατρὸς οἶκον ἀνέντα μὲν αὐτῷ μέρος τῆς οἰκίας πολλῆς οὔσης, ὡς μὴ ἀνελευθέρως ἐνδιαιτήσηται, συγχωρήσαντα δὲ ἀγροὺς δύο τῶν ἐπὶ θαλάττῃ.3 καὶ Κυθήρου οἶκος ἐπωνόμασται νῦν ἔτι τὸ μέρος τῆς οἰκίας, ἐν ᾧ κατεβίω. ταυτὶ μέν, ὡς μὴ ἀγνοεῖν αὐτά, συνιέναι δὲ κἀκ τούτων, ὅτι οἱ ἄνθρωποι μὴ θεοῦ μόνον, ἀλλὰ καὶ ἀλλήλων παίγνια.
关于父亲何以从一个温和宽厚之人转而对他变得严苛,流传着许多说法,说是这个原因、那个原因,乃至更多原因,但我将道出最为真实的缘由。原来,在斯科佩利安的母亲去世后,这位老人纳了一个未依法明媒正娶的侍妾;斯科佩利安目睹此事便规劝父亲并试图劝阻,但这对于风烛残年的老人而言是令人不悦的。于是那妇人反过来捏造谣言中伤他,声称斯科佩利安爱恋自己,因求之不得而难以自持。老人家中的一名厨奴,名叫库特罗斯,亦参与了她的诽谤阴谋,如同戏剧中的角色一般向主人阿谀奉承,言道: “主人啊,您的儿子如今便巴不得您死去,他甚至不愿让您的晚年等待那不久之后自然而至的死亡,而是亲手策划阴谋,并收买我的双手。因为他藏有针对您的致命毒药,并命令我将其中最烈性的一种投入您的一道菜肴中;他许诺赐我自由、田产、房屋、金钱,以及凡是我想要从您家产中得到的任何东西;他还说,我若顺从,便得享这些;若敢抗命,等待我的将是鞭笞、拷问、沉重的脚镣和严酷的颈枷。” 他用这般谄媚之术将主人玩弄于股掌之间,不久之后老人临终立下遗嘱时,他竟被立为继承人,被唤作儿子、眼中的明珠以及全部的灵魂。这本不值得大惊小怪,因为他迷惑的是一个堕入情网的老人,那老人或许由于年事已高加之爱情本身的魔力而神魂颠倒——毕竟即便青年人坠入爱河,也没有一人能保有理智——但令人惊叹的是,在围绕遗嘱与斯科佩利安对簿公堂时,他竟似乎压倒了斯科佩利安的雄辩才能与法庭上的锋芒,用对方的财富来抗衡对方的才智。因为他挥霍家产,用巨额钱财收买了一切辩才与法官的选票,在各处都赢得了胜诉;由此斯科佩利安常说,阿那克萨哥拉的地产成了羊群的牧场,而他自己的地产却成了奴隶的牧场。然而,库特罗斯在政坛上也显赫一时之后,到了晚年眼见家财消竭,饱受鄙视,甚至因向某人讨债而遭到痛打,于是他便成为斯科佩利安的恳求者,请求他宽恕宿怨与怒火,收回父亲的家产,同时将大宅中的一部分让给他居住,以免他晚景凄凉落魄,并将海边的两处田庄分给他。直到如今,他度过余生的那处宅邸部分仍被称为“库特罗斯之屋”。我讲述这些,免得人们对此一无所知,同时也让人藉此领悟到,人类不仅是神明的玩偶,更是彼此的玩偶。
- 1.21.4ὡς ἐρῶντος μὲν αὐτῆς, τὴν διαμαρτίαν δὲ μὴ καρτεροῦντος
由小品词 ὡς 引导的属格独立结构,表示主观认定的理由或口实,用以间接引出妇人捏造的谗言内容(指控斯科佩利安恋慕她而求之不得)。
- 1.21.4καὶ ταυτὶ μὲν πειθομένῳ εἶναι, ἀπειθοῦντι δὲ μαστίγωσίν τε καὶ στρέβλωσιν καὶ παχείας πέδας καὶ κύφωνα βαρύν
间接引语中分词的与格(πειθομένῳ, ἀπειθοῦντι)充当条件从句(“若顺从/若不顺从”)之意,与表示从属或存在的动词不定式 εἶναι 连用。后半句列出的一组宾格名词(μαστίγωσιν 等)则承接上文 ὁμολογῶν 中隐含的威胁语义(“扬言施以……”),属于转折承接下的松散结构。
- 1.21.4ἱκέτης τοῦ Σκοπελιανοῦ γίγνεται μνησικακίαν τε αὐτῷ παρεῖναι καὶ ὀργὴν ἀπολαβεῖν τε τὸν τοῦ πατρὸς οἶκον ἀνέντα μὲν αὐτῷ μέρος τῆς οἰκίας πολλῆς οὔσης, ὡς μὴ ἀνελευθέρως ἐνδιαιτήσηται, συγχωρήσαντα δὲ ἀγροὺς δύο τῶν ἐπὶ θαλάττῃ
名言谓语 ἱκέτης γίγνεται(“成为恳求者”)支配不定式 παρεῖναι 和 ἀπολαβεῖν。分词 ἀνέντα 和 συγχωρήσαντα 均为阳性单数宾格,它们并未与受 ἱκέτης 支配的属格 τοῦ Σκοπελιανοῦ 一致,而是与不定式 ἀπολαβεῖν 的逻辑主语(即斯科佩利安本人)发生格一致。
