- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.21.1-1.21.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者驳斥了出于嫉妒而贬低智者斯科佩利安的人,记述了他显赫的门第以及襁褓中遭遇雷击却安然无恙的神奇经历,并叙述了他师从尼克忒斯以及选择士麦那而非故乡克拉佐墨奈作为施展才华舞台的缘由。
ὑπὲρ Σκοπελιανοῦ τοῦ σοφιστοῦ διαλέξομαι καθαψάμενος πρότερον τῶν κακίζειν αὐτὸν πειρωμένων, ἀπαξιοῦσι γὰρ δὴ τὸν ἄνδρα τοῦ τῶν σοφιστῶν κύκλου διθυραμβώδη καλοῦντες καὶ ἀκόλαστον καὶ πεπαχυσμένον. ταυτὶ περὶ αὐτοῦ λέγουσιν οἱ λεπτολόγοι καὶ νωθροὶ καὶ μηδὲν ἀπʼ αὐτοσχεδίου γλώττης ἀναπνέοντες· φύσει μὲν γὰρ ἐπίφθονον χρῆμα ἄνθρωποι· διαβάλλουσι γοῦν τοὺς μὲν εὐμήκεις οἱ μικροί, τοὺς δὲ εὐειδεῖς οἱ πονηροὶ τὸ εἶδος, τοὺς δὲ κούφους τε καὶ δρομικοὺς οἱ βραδεῖς καὶ ἑτερόποδες, τοὺς θαρσαλέους οἱ δειλοὶ καὶ οἱ ἄμουσοι τοὺς λυρικούς, τοὺς δʼ ἀμφὶ παλαίστραν οἱ ἀγύμναστοι, καὶ οὐ χρὴ θαυμάζειν, εἰ πεπεδημένοι τὴν γλῶττάν τινες καὶ βοῦν ἀφωνίας ἐπʼ αὐτὴν βεβλημένοι1 καί μήτʼ ἂν αὐτοί τι ἐνθυμηθέντες μέγα, μήτʼ ἂν ἐνθυμηθέντος ἑτέρου ξυμφήσαντες διαπτύοιέν τε καὶ κακίζοιεν2 τὸν ἑτοιμότατα δὴ καὶ θαρραλεώτατα καὶ μεγαλειότατα τῶν ἐφʼ ἑαυτοῦ Ἑλλήνων ἑρμηνεύσαντα. ὡς δὲ ἠγνοήκασι τὸν ἄνδρα, ἐγὼ δηλώσω, καὶ ὁποῖον αὐτῷ καὶ τὸ τοῦ οἴκου σχῆμα.
我将论及智者斯科佩利安,但首先要谴责那些试图贬低他的人;因为他们竟将此人排除在智者的行列之外,称他作风如酒神赞歌般狂放、放纵且浮夸冗赘。这些话乃是由那些咬文嚼字、生性迟钝且无法从即兴之舌中吐露半句的人所言。因为人人生来便是嫉妒之物:无论如何,矮小者诽谤修长者,容貌丑陋者诽谤英俊者,迟缓与跛足者诽谤轻捷善跑者,怯懦者诽谤勇敢者,缺乏修养者诽谤抒情诗人,未受锻炼者诽谤摔跤场上的健儿。因此,若有某些舌头受制、被扣上沉默之牛、既不能自行构想宏大之论又无法在他人构想时予以赞同的人,竟唾弃并贬低这位在他那个时代所有希腊人中最迅速、最大胆、最宏伟地表达思想的人物,亦绝不足为奇。然而,他们对此人是何等无知,我将予以指明,并阐述他的家族具有何等的地位与声望。
ἀρχιερεὺς μὲν γὰρ ἐγένετο τῆς Ἀσίας αὐτός τε καὶ οἱ πρόγονοι αὐτοῦ παῖς ἐκ πατρὸς πάντες, ὁ δὲ στέφανος οὗτος πολὺς καὶ ὑπὲρ πολλῶν χρημάτων. δίδυμός τε ἀποτεχθεὶς ἄμφω μὲν ἤστην ἐν σπαργάνοις, πεμπταίων δὲ ὄντων κεραυνῷ μὲν ἐβλήθη ὁ ἕτερος, ὁ δὲ οὐδεμίαν ἐπηρώθη τῶν αἰσθήσεων ξυγκατακείμενος τῷ βληθέντι. καίτοι τὸ τῶν σκηπτῶν πῦρ οὕτω δριμὺ καὶ θειῶδες, ὡς τῶν ἀγχοῦ τοὺς μὲν ἀποκτείνειν κατʼ ἔκπληξιν, τῶν δὲ ἀκοάς τε καὶ ὀφθαλμοὺς σίνεσθαι, τῶν δὲ ἐς τοὺς νοῦς ἀποσκήπτειν. ἀλλʼ οὐδενὶ τούτων ὁ Σκοπελιανὸς ἥλω, διετέλεσε γὰρ δὴ καὶ ἐς γῆρας βαθὺ ἀκέραιός τε καὶ ἄρτιος. τουτὶ δὲ ὁπόθεν θαυμάζω, δηλῶσαί σοι βούλομαι· ἐδείπνουν μὲν κατὰ τὴν Λῆμνον ὑπὸ δρυὶ μεγάλῃ θερισταὶ ὀκτὼ περὶ τὸ καλούμενον Κέρας τῆς νήσου, τὸ δὲ χωρίον τοῦτο λιμήν ἐστιν ἐς κεραίας ἐπιστρέφων λεπτάς, νέφους δὲ τὴν δρῦν περισχόντος καὶ σκηπτοῦ ἐς αὐτὴν ἐκδοθέντος ἡ μὲν ἐβέβλητο, οἱ θερισταὶ δὲ ἐκπλήξεως αὐτοῖς ἐμπεσούσης, ἐφʼ οὗπερ ἔτυχεν ἕκαστος πράττων, οὕτως ἀπέθανεν, ὁ μὲν γὰρ κύλικα ἀναιρούμενος, ὁ δὲ πίνων, ὁ δὲ μάττων, ὁ δὲ ἐσθίων, ὁ δέ τι ποιῶν τὰς ψυχὰς ἀφῆκαν ἐπιτεθυμμένοι καὶ μέλανες, ὥσπερ οἱ χαλκοῖ τῶν ἀνδριάντων περὶ τὰς ἐμπύρους τῶν πηγῶν κεκαπνισμένοι. ὁ δὲ οὕτω τι οὐκ ἀθεεὶ ἐτρέφετο, ὡς διαφυγεῖν μέν τὸν ἐκ τοῦ σκηπτοῦ θάνατον, ὃν μηδὲ οἱ σκληρότατοι τῶν ἀγροίκων διέφυγον, ἄτρωτος δὲ μεῖναι τὰς αἰσθήσεις καὶ τὸν νοῦν ἕτοιμος καὶ ὕπνου κρείττων, καὶ γὰρ δὴ καὶ τὸ νωθρὸν αὐτοῦ ἀπῆν.
因为他本人以及他所有的祖先,世代父子相承,都担任过亚细亚的大祭司,而这一冠冕享有极高的尊荣,亦需要极其巨额的财富。此外,他作为双胞胎降生,两人都在襁褓之中,到了第五天时,其中一人遭到雷击,而他虽然与被击中者并卧在一起,感官却没有受到任何损伤。然而,闪电之火是如此剧烈且带有硫磺之气,以至于对近旁的人,有的因惊骇致死,有的耳目受损,有的心智受到创伤。但斯科佩利安未受其中任何一项所害;事实上,直至垂暮之年,他始终健全而完好。我为何对此感到惊奇,我愿向你说明:在利姆诺斯岛,八名收割者曾在岛上被称为“角”的地方的一棵巨大橡树下用餐——该地是一处蜿蜒折入细狭岬角的港湾——当一团乌云笼罩住橡树、雷电落入其中时,树被击中,而收割者们因惊骇骤降,就以各自恰好正在做事的姿势死去了:一人端起酒杯,一人正在饮酒,一人正在揉面,一人正在进食,一人正在做别的动作,他们就这样被熏焦熏黑而断了气,宛如温泉旁被烟尘熏黑的青铜雕像。而他受抚育长大如此不无神助,以致不仅逃脱了连最粗壮的乡野农夫都未能逃脱的雷殛之死,而且感官毫发无损,心智敏捷,能克服睡意;因为迟钝在他身上荡然无存。
Ἐφοίτησε δὲ τοὺς ῥητορικοὺς τῶν λόγων παρὰ τὸν Σμυρναῖον Νικήτην3 μελετήσαντα μὲν ἐπιφανῶς, πολλῷ δὲ μεῖζον ἐν δικαστηρίοις πνεύσαντα. δεομένων δὲ τῶν Κλαζομενίων τὰς μελέτας αὐτὸν οἴκοι ποιεῖσθαι καὶ προβήσεσθαι τὰς Κλαζομενὰς ἐπὶ μέγα ἡγουμένων, εἰ τοιοῦτος δὴ ἀνὴρ ἐμπαιδεύσοι σφίσιν, τουτὶ μὲν οὐκ ἀμούσως παρῃτήσατο τὴν ἀηδόνα φήσας ἐν οἰκίσκῳ μὴ ᾅδειν, ὥσπερ δὲ ἄλσος τι τῆς ἑαυτοῦ εὐφωνίας τὴν Σμύρναν ἐσκέψατο καὶ τὴν ἠχὼ τὴν ἐκεῖ πλείστου ἀξίαν ᾠήθη. πάσης γὰρ τῆς Ἰωνίας οἷον μουσείου πεπολισμένης ἀρτιωτάτην ἐπέχει τάξιν ἡ Σμύρνα, καθάπερ ἐν τοῖς ὀργάνοις ἡ μαγάς.4
他曾前往士麦那的尼克忒斯门下学习修辞学演讲,尼克忒斯作演练时声名显赫,而在法庭上的气势则远为宏大。当克拉佐墨奈人请求他在故乡进行演练,并认为若有这样一位人物在他们那里施教,克拉佐墨奈必将大有发展时,他以颇具文雅风趣的方式婉拒了这一请求,说夜莺不在小笼子里歌唱;相反,他将士麦那视为自己悦耳嗓音的圣林,并认为那里的回响最有价值。因为在整个爱奥尼亚被塑造成一座缪斯殿堂之际,士麦那占据了最完备对称的地位,正如乐器上的琴桥一般。
- 1.21.1βοῦν ἀφωνίας ἐπʼ αὐτὴν βεβλημένοι
这是古希腊用以形容被迫沉默的传统习语(如埃斯库罗斯《阿伽门农》中的 βοῦς ἐπὶ γλώσσῃ,“牛踩在舌头上”)的变体。此处增添了解释性属格 ἀφωνίας(“沉默的”),构成“将沉默之牛压在其舌上”的隐喻。
- 1.21.1οὐ χρὴ θαυμάζειν, εἰ ... διαπτύοιέν τε καὶ κακίζοιεν
希求法动词 διαπτύοιεν 与 κακίζοιεν 位于接在 οὐ χρὴ θαυμάζειν(“不足为奇”)之后的 εἰ 引导的情感从句中。它们带有潜在/婉转的语气,与前文带有 ἄν 的分词潜在结构(μήτʼ ἂν αὐτοί τι ἐνθυμηθέντες 等)相呼应。
- 1.21.3Ἐφοίτησε δὲ τοὺς ῥητορικοὺς τῶν λόγων παρὰ τὸν Σμυρναῖον Νικήτην
不及物动词 φοιτάω(“就学于”、“去听课”)在此处带有一个内在/同族宾格 τοὺς ῥητορικοὺς τῶν λόγων(意为“去听修辞学讲课”),而 παρά 搭配宾格则指明其师从的对象。
- 1.21.3μαγάς
弦乐器(如里拉琴)上用于在共鸣箱上支撑琴弦的“琴桥”(或弦枕)之专门术语。在此比喻中,整个爱奥尼亚被视作一件乐器,而士麦那则居于调节、均衡全局声音的核心关键位置。
