← 斐洛斯脱拉德

智者传

§1.20.1-1.20.2

亚述的伊塞奥斯改邪归正与其演说技巧

本段记叙了亚述智者伊塞奥斯如何从放荡的青年彻底转变为克己自律的学者,并结合具体例证阐述了他自然精练的演说风格以及将论题高度凝练归纳的独创技巧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20.1

Ἰσαῖος δὲ ὁ σοφιστὴς ὁ Ἀσσύριος τὸν μὲν ἐν μειρακίῳ χρόνον ἡδοναῖς ἐδεδώκει, γαστρός τε γὰρ καὶ φιλοποσίας ἥττητο καὶ λεπτὰ ἠμπίσχετο καὶ θαμὰ ἤρα καὶ ἀπαρακαλύπτως ἐκώμαζεν, ἐς δὲ ἄνδρας ἥκων οὕτω τι μετέβαλεν, ὡς ἕτερος ἐξ ἑτέρου νομισθῆναι,1 τὸ μὲν γὰρ φιλόγελων ἐπιπολάζειν αὐτῷ δοκοῦν ἀφεῖλε καὶ προσώπου καὶ γνώμης, λυρῶν τε καὶ αὐλῶν κτύποις οὐδʼ ἐπὶ σκηνῆς ἔτι παρετύγχανεν, ἀπέδυ δὲ καὶ τὰ λῄδια καὶ τὰς τῶν ἐφεστρίδων βαφὰς καὶ τράπεζαν ἐκόλασε καὶ τὸ ἐρᾶν μετέθηκεν, ὥσπερ τοὺς προτέρους ὀφθαλμοὺς ἀποβαλών· Ἄρδυος γοῦν τοῦ ῥήτορος ἐρομένου αὐτόν, εἰ ἡ δεῖνα αὐτῷ καλὴ φαίνοιτο, μάλα σωφρόνως ὁ Ἰσαῖος πέπαυμαι εἶπεν ὀφθαλμιῶν.2 ἐρομένου δὲ αὐτὸν ἑτέρου, τίς ἄριστος τῶν ὀρνίθων καὶ τῶν ἰχθύων ἐς βρῶσιν, πέπαυμαι ἔφη ὁ Ἰσαῖος ταῦτα σπουδάζων, ξυνῆκα γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν,3 ἐνδεικνύμενος δήπου τῷ ἐρομένῳ ταῦτα, ὅτι σκιὰ καὶ ὀνείρατα αἱ ἡδοναὶ πᾶσαι.

亚述的智者伊塞奥斯在青少年时期曾沉湎于享乐;因为他受制于暴饮暴食,身着轻薄的华服,频频堕入情网,并毫不掩饰地放荡狂欢。但成年之后,他发生了巨大的转变,以致被认为判若两人。因为他从面容与心性中祛除了那看似过度的喜笑,即使在剧场中也不再置身于竖琴与长笛的喧声中,脱去了轻薄的衣衫和斗篷的华彩,克制了饮食,并且摒弃了爱恋,仿佛抛弃了从前的双眼。无论如何,当修辞学家阿尔杜斯问他某位妇人对他而言是否显得美丽时,伊塞奥斯极为端庄地回答道: “我已经不再,”他说,“害眼病了。” 当另一人问他哪种鸟类和鱼类最宜食用时,伊塞奥斯说: “我已经不再,”他说,“热衷于这些事了,因为我省悟到自己此前是在采摘坦塔罗斯的花园,”这自然是向提问者表明,一切享乐皆不过是阴影与梦幻。

§1.20.2

τῷ δὲ Μιλησίῳ Διονυσίῳ ἀκροατῇ ὄντι τὰς μελέτας ξὺν ᾠδῇ ποιουμένῳ ἐπιπλήττων ὁ Ἰσαῖος μειράκιον ἔφη Ἰωνικόν, ἐγὼ δέ σε ᾅδειν οὐκ ἐπαίδευσα. νεανίσκου δὲ Ἰωνικοῦ θαυμάζοντος πρὸς αὐτὸν τὸ τοῦ Νικήτου μεγαλοφώνως ἐπὶ τοῦ Ξέρξου εἰρημένον ἐκ τῆς βασιλείου νεὼς Αἴγιναν ἀναδησώμεθα καταγελάσας πλατὺ ὁ Ἰσαῖος ἀνόητε, εἶπεν, καὶ πῶς ἀναχθήσῃ; τάς δὲ μελέτας οὐκ αὐτοσχεδίους ἐποιεῖτο, ἀλλʼ ἐπεσκεμμένας τὸν ἐξ ἕω ἐς μεσημβρίαν καιρόν. ἰδέαν δʼ ἐπήσκησε λόγων οὔτʼ ἐπιβεβλημένην, οὔτʼ αὖον, ἀλλʼ ἀπέριττον καὶ κατὰ φύσιν καὶ ἀποχρῶσαν τοῖς πράγμασιν. καὶ τὸ βραχέως ἑρμηνεύειν, τοῦτό τε καὶ πᾶσαν ὑπόθεσιν συνελεῖν ἐς βραχὺ Ἰσαίου εὕρημα, ὡς ἐν πλείοσι μὲν ἑτέροις, μάλιστα δὲ ἐν τοῖσδε ἐδηλώθη· τοὺς μὲν γὰρ Λακεδαιμονίους ἀγωνιζόμενος τοὺς βουλευομένους περὶ τοῦ τείχους ἀπὸ τῶν Ὁμήρου ἐβραχυλόγησε τοσοῦτον· ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· οὕτω στῆτέ μοι, Λακεδαιμόνιοι, καὶ τετειχίσμεθα. κατηγορῶν δὲ τοῦ Βυζαντίου Πύθωνος, ὡς δεθέντος μὲν ἐκ χρησμῶν ἐπὶ προδοσίᾳ, κεκριμένης δὲ τῆς προδοσίας, ὡς ἀνέζευξεν ὁ Φίλιππος, ξυνέλαβε τὸν ἀγῶνα τοῦτον ἐς τρεῖς ἐννοίας, ἔστι γὰρ τὰ εἰρημένα ἐν τρισὶ τούτοις· ἐλέγχω Πύθωνα προδεδωκότα τῷ χρήσαντι θεῷ, τῷ δήσαντι δήμῳ, τῷ ἀναζεύξαντι Φιλίππῳ, ὁ μὲν γὰρ οὐκ ἂν ἔχρησεν, εἰ μή τις ἦν, ὁ δὲ οὐκ ἂν ἔδησεν, εἰ μὴ τοιοῦτος ἦν, ὁ δὲ οὐκ ἂν ἀνέζευξεν, εἰ μὴ διʼ ὃν ἦλθεν, οὐχ εὗρεν.4

在责备其门生、米利都的狄奥尼修斯在做演练时伴随歌唱般的腔调时,伊塞奥斯说道: “爱奥尼亚的青年啊,”他说,“我可没有教过你唱歌。” 当一个爱奥尼亚年轻人在他面前赞叹尼克忒斯论及薛西斯时高声说出的那句“让我们从御船上系住埃伊纳岛”时,伊塞奥斯放声大笑说道: “蠢才,”他说,“那你又该如何起航呢?” 他进行演练并非即兴而作,而是在清晨至正午的时段经过深思熟虑。他所磨砺的演说风格既非刻意堆砌,亦非枯燥晦涩,而是洗练、自然且与事理相称。简练地表达,这一点连同将每一个论题归纳得简明扼要,乃是伊塞奥斯的独创,这在其他许多演说中,尤其在以下几篇中表现得淋漓尽致:在扮演商议修筑城墙的斯巴达人时,他借用荷马的诗句极尽简短地说道: “于是盾抵着盾,盔碰着盔,人挨着人。斯巴达人啊,请为我如此伫立,我们便已筑起了城墙。” 而在指控拜占庭的皮同——假定他因神谕以叛国罪被囚禁,而当腓力撤军时叛国罪已成定论——时,他将这一论辩概括为三个要点;因为所说的一切尽在这三点之中: “我凭赐予神谕的神明、监禁他的民众以及撤军的腓力证明皮同叛国;因为若非有人〔叛国〕,神明便不会降下神谕;若非他是这般品性,民众便不会将他拘禁;而腓力若非未能找到他为之而来的人,也是绝不会撤军的。”

语法注4 条
  1. 1.20.1ἕτερος ἐξ ἑτέρου νομισθῆναι

    介词 ἐκ 表示起点或先前的状态,构成“从一人变为另一人”的习惯表达,指人格发生了彻底的转变。前面的 ὡς 与 οὕτω 搭配,引导结果从句。

  2. 1.20.1ὀφθαλμιῶν

    动词 ὀφθαλμιάω 本义为“患眼疾”,但在本语境中用作双关语,兼指“以欲目顾盼”或因情欲而目眩。它作 πέπαυμαι 的补足分词,意为“我已不再……”。

  3. 1.20.1τοὺς Ταντάλου κήπους τρυγῶν

    “采摘坦塔罗斯的花园”是一句谚语式表达,源于坦塔罗斯触碰果实即退缩的神话,喻指追逐虚无缥缈、永不可及的事物。分词 τρυγῶν 作 ξυνῆκα(领悟、省察)的补足分词。

  4. 1.20.2ὁ δὲ οὐκ ἂν ἀνέζευξεν, εἰ μὴ διʼ ὃν ἦλθεν, οὐχ εὗρεν

    带有双重否定的过去非真实条件句。主句由 ἄν 搭配不定过去时直陈式(ἀνέζευξεν)构成过去相反假设(“他本不会撤军”)。从句由 εἰ μή 引导,其谓语动词 οὐχ εὗρεν 带有关系分句 δι' ὃν ἦλθεν(“他为其而来的人”)作为宾语;εἰ μὴ... οὐχ εὗρεν 的双重否定表达了“如果不是因为他未能找到(=如果他找到了)”的含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.20.1-1.20.2