← 斐洛斯脱拉德

智者传

§1.19.1-1.19.2

士麦那的尼克忒斯的演说风格与轶事

文章略过平庸的智者,记述了将法庭演说与智者演说相融合并开创独特风格的士麦那的尼克忒斯,讲述其机智轶事以及因与总督鲁弗斯冲突而远赴高卢申辩并折服对方的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19.1

ὑπερβάντες δʼ Ἀριοβαρζάνην τὸν Κίλικα καὶ Ξενόφρονα τὸν Σικελιώτην καὶ Πειθαγόραν τὸν ἐκ Κυρήνης, οἳ μήτε γνῶναι ἱκανοὶ ἔδοξαν, μήθʼ ἑρμηνεῦσαι τὰ γνωσθέντα, ἀλλʼ ἀπορίᾳ γενναίων σοφιστῶν ἐσπουδάσθησαν τοῖς ἐφʼ ἑαυτῶν Ἕλλησιν, ὅν που τρόπον τοῖς σίτου ἀποροῦσιν οἱ ὄροβοι, ἐπὶ Νικήτην ἴωμεν τὸν Σμυρναῖον. οὗτος γὰρ ὁ Νικήτης παραλαβὼν τὴν ἐπιστήμην ἐς στενὸν ἀπειλημμένην ἔδωκεν αὐτῇ παρόδους πολλῷ λαμπροτέρας ὧν αὐτὸς τῇ Σμύρνῃ ἐδείματο,1 συνάψας τὴν πόλιν ταῖς ἐπὶ τὴν Ἔφεσον πύλαις καὶ διὰ μέγεθος ἀντεξάρας λόγοις ἔργα. ὁ δὲ ἀνὴρ οὗτος τοῖς μὲν δικανικοῖς ἀμείνων ἐδόκει τὰ δικανικά, τοῖς δὲ σοφιστικοῖς τὰ σοφιστικὰ ὑπὸ τοῦ περιδεξίως τε καὶ πρὸς ἅμιλλαν ἐς ἄμφω ἡρμόσθαι. τὸ μὲν γὰρ δικανικὸν σοφιστικῇ περιβολῇ ἐκόσμησεν, τὸ δὲ σοφιστικὸν κέντρῳ δικανικῷ ἐπέρρωσεν. ἡ δὲ ἰδέα τῶν λόγων τοῦ μὲν ἀρχαίου καὶ πολιτικοῦ ἀποβέβηκεν, ὑπόβακχος δὲ καὶ διθυραμβώδης, τὰς δʼ ἐννοίας ἰδίας τε καὶ παραδόξους ἐκδίδωσιν, ὥσπερ οἱ βακχεῖοι θύρσοι τὸ μέλι καὶ τοὺς ἑσμοὺς τοῦ γάλακτος.

越过基利家的阿里奥巴赞尼斯、西西里的克塞诺弗隆以及昔兰尼的佩塔戈拉斯——这些人既未显出具备知晓事物的能力,也未显出能明晰表述所知之事,却由于缺乏优秀的智者,在他们同时代的希腊人中备受青睐,正如野豌豆之于缺乏粮食之人那样——让我们前往士麦那的尼克忒斯那里。因为这位尼克忒斯继承了局限于狭窄领域的演说之术,赋予它远比他亲自为士麦那所修造的街巷更为辉煌的通路;当时他将城邦与通往以弗所的大门相连,以其规模使行动与演说匹敌。此人因其两手俱能且并驾齐驱地适应了这两种领域,在法庭辩护士看来其长于法庭演说,在智者看来则长于智者演说;因为他用法庭演说的尖锐之刺强化了智者演说,又用智者式的铺陈修饰了法庭演说。他的演说风格脱离了古朴与公民的风格,带有些许巴克科斯的狂热与酒神颂的色彩,并且吐露着独特而奇绝的情思,宛如巴克科斯的酒神杖涌出蜂蜜和乳汁的流泉。

§1.19.2

μεγάλων δʼ ἀξιούμενος τῆς Σμύρνης τί οὐκ ἐπʼ αὐτῷ βοώσης2 ὡς ἐπʼ ἀνδρὶ θαυμασίῳ καὶ ῥήτορι, οὐκ ἐθάμιζεν ἐς τὸν δῆμον, ἀλλʼ αἰτίαν παρὰ τοῖς πολλοῖς ἔχων φόβου φοβοῦμαι ἔφη δῆμον ἐπαίροντα μᾶλλον ἢ λοιδορούμενον. τελώνου δὲ θρασυναμένου ποτὲ πρὸς αὐτὸν ἐν δικαστηρίῳ καὶ εἰπόντος παῦσαι ὑλακτῶν με μάλα ἀστείως ὁ Νικήτης νὴ Δία, εἶπεν ἢν καὶ σὺ παύσῃ δάκνων με. ἡ δὲ ὑπὲρ Ἄλπεις τε καὶ Ῥῆνον ἀποδημία τοῦ ἀνδρὸς ἐγένετο μὲν ἐκ βασιλείου προστάγματος, αἰτία δὲ αὐτῆς ἥδε· ἀνὴρ ὕπατος, ᾧ ὄνομα Ῥοῦφος, τοὺς Σμυρναίους ἐλογίστευε πικρῶς καὶ δυστρόπως. τούτῳ τι προσκρούσας ὁ Νικήτης ἔρρωσο, εἶπεν, καὶ οὐκέτι προσῄει δικάζοντι. τὸν μὲν δὴ χρόνον, ὃν μιᾶς πόλεως ἦρξεν, οὔπω δεινὰ πεπονθέναι ᾤετο, ἐπιτραπεὶς δὲ τὰ Κελτικὰ στρατόπεδα ὀργῆς ἀνεμνήσθη — αἱ γὰρ εὐπραγίαι τά τε ἄλλα τοὺς ἀνθρώπους ἐπαίρουσι καὶ τὸ μηκέτι καρτερεῖν, ἅ πρὶν εὖ πράττειν ἀνθρωπίνῳ λογισμῷ ἐκαρτέρουν — καὶ γράφει πρὸς τὸν αὐτοκράτορα Νερούαν πολλὰ ἐπὶ τὸν Νικήτην καὶ σχέτλια, καὶ ὁ αὐτοκράτωρ αὐτὸς εἶπεν ἀκροάσει ἀπολογουμένου, κἂν ἀδικοῦντα εὕρῃς, ἐπίθες δίκην. ταυτὶ δὲ ἔγραφεν οὐ τὸν Νικήτην ἐκδιδούς, ἀλλὰ τὸν Ῥοῦφον ἐς συγγνώμην ἑτοιμάζων, οὐ γὰρ ἄν ποτε ἄνδρα τοιοῦτον ἐφʼ ἑαυτῷ γεγονότα οὔτʼ ἂν ἀποκτεῖναι ὁ Ῥοῦφος, οὔτʼ ἂν ἕτερον ζημιῶσαι οὐδέν, ὡς μὴ φανείη βαρὺς τῷ καθιστάντι αὐτὸν δικαστὴν ἐχθροῦ. διὰ μὲν δὴ ταῦτα ἐπὶ Ῥῆνόν τε καὶ Κελτοὺς ἦλθεν, παρελθὼν δὲ ἐπὶ τὴν ἀπολογίαν  οὕτω τι κατέπληξε τὸν Ῥοῦφον, ὡς πλείω μὲν ἀφεῖναι ἐπὶ τῷ Νικήτῃ δάκρυα οὗ διεμέτρησεν αὐτῷ ὕδατος,3 ἀποπέμψαι δὲ οὐκ ἄτρωτον μόνον, ἀλλὰ περίβλεπτον καὶ ἐν τοῖς ζηλωτοῖς Σμυρναίων. τὸν δὲ ἄνδρα τοῦτον χρόνοις ὕστερον Ἡρακλείδης ὁ Λύκιος σοφιστὴς διορθούμενος ἐπέγραψε Νικήτην τὸν κεκαθαρμένον, ἠγνόησε δὲ ἀκροθίνια Πυγμαῖα κολοσσῷ ἐφαρμόζων.

尽管他备受尊崇,士麦那人无不对他如对一位杰出的男子和修辞学家那样欢呼喝彩,他却不常去公民大会;当他被众人指责怀有恐惧之心时,“我所畏惧的,”他说,“是赞颂的民众,而非辱骂的民众。” 有一次,一个包税人在法庭上对他态度放肆并说道: “别再对我吠叫了,”尼克忒斯极为风趣地答道: “凭宙斯起誓,”他说,“只要你也别再撕咬我。” 至于此人远赴阿尔卑斯山和莱茵河之外的行旅,是由皇帝的指令促成的,其缘由如下:一位执政官级的人物,名叫鲁弗斯,以苛刻且暴躁的方式稽查士麦那人。尼克忒斯与他发生龃龉,说道: “别了,”此后便不再到开庭裁判的他面前去。在鲁弗斯统治单单一座城邦的时期,他尚且不认为自己遭受了多么严重的侮辱;但当他被委托掌管凯尔特的军团时,他记起了旧恨——因为顺境除了在其他方面使人骄矜外,还使人不再容忍那些在亨通之前本以世俗常理所容忍的事物——于是他给皇帝涅尔瓦写了许多针对尼克忒斯的严厉告状信。而皇帝则说: “你亲自,”他说,“听取他的申辩,如果你发现他有错,就施加惩罚。” 皇帝写下这些,并非要放弃尼克忒斯,而是让鲁弗斯做好宽恕的准备;因为当这样一个人物落在鲁弗斯手中时,他绝不可能将其处死,也不可能施加其他惩罚,以免在任用他做敌人审判者的人面前显得严苛。正是由于这些原因,他来到了莱茵河和凯尔特人那里;当他出庭进行申辩时,他令鲁弗斯如此震惊,以至于鲁弗斯为尼克忒斯流下的眼泪多于水钟为他丈量的水量,不仅让他安然无恙地返回,而且使他为人瞩目,列入士麦那人所艳羡的人物之中。多年之后,吕基亚的智者赫拉克利德斯校订此人的著作,题名为《净化后的尼克忒斯》,他却不知自己是在将侏儒的初熟祭品套用在巨人雕像上。

语法注3 条
  1. 1.19.1παρόδους πολλῷ λαμπροτέρας ὧν αὐτὸς τῇ Σμύρνῃ ἐδείματο

    ὧν 属于关系代词的吸引(attractio relativi)。其格受比较级 λαμπροτέρας(比较属格)的支配,原本作为 ἐδείματο 宾语的宾格 ἃ 被吸引为属格 ὧν(相当于 τούτων ὧν...),意为“比他亲自为士麦那建造的通道更为辉煌的通路”。

  2. 1.19.2τί οὐκ ἐπʼ αὐτῷ βοώσης

    在属格独立结构 τῆς Σμύρνης ... βοώσης 内部,疑问代词 τί 与否定词 οὐκ 结合构成反问式双重否定(“何尝不呼喊……”),表示强烈的肯定,即士麦那人倾尽一切赞词为他欢呼。

  3. 1.19.2οὗ διεμέτρησεν αὐτῷ ὕδατος

    οὗ 为受比较级 πλείω 支配的比较属格,先行词 ὕδατος 被吸纳进关系从句内部并使关系代词发生格吸引(相当于 πλείω δάκρυα τοῦ ὕδατος ὃ διεμέτρησεν)。此处借指法庭上用水钟(clepsydra)为诉讼辩护所计量的发言时间之水。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.19.1-1.19.2