← 斐洛斯脱拉德

智者传

§1.18.1-1.18.5

埃斯基涅斯的生平及其与狄摩西尼的对立

作者论述了第二智者运动开创者埃斯基涅斯,探讨了他与狄摩西尼在政治与性格上的对立、其在外交与诉讼中的沉浮、流亡罗得岛后的讲学活动,以及其卓越的即兴雄辩术和传世著作的真伪归属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18.1

περὶ δὲ Αἰσχίνου τοῦ Ἀτρομήτου, ὅν φαμεν τῆς δευτέρας σοφιστικῆς ἄρξαι, τάδε χρὴ ἐπεσκέφθαι· ἡ Ἀθήνησι δημαγωγία διειστήκει πᾶσα, καὶ οἱ μὲν βασιλεῖ ἐπιτήδειοι ἦσαν, οἱ δὲ Μακεδόσιν, ἐφέροντο δὲ ἄρα τὴν πρώτην1 τῶν μὲν βασιλεῖ χαριζομένων ὁ Παιανιεὺς Δημοσθένης, τῶν δὲ ἐς Φίλιππον ὁρώντων ὁ Κοθωκίδης Αἰσχίνης, καὶ χρήματα παρʼ ἀμφοῖν ἐφοίτα σφίσι, βασιλέως μὲν ἀσχολοῦντος δι’ Ἀθηναίων Φίλιππον τὸ μὴ ἐπὶ Ἀσίαν ἐλάσαι,2 Φιλίππου δὲ πειρωμένου διαλύειν τὴν ἰσχὺν Ἀθηναίων, ὡς ἐμπόδισμα τῆς διαβάσεως. διαφορᾶς δʼ ἦρξεν Αἰσχίνῃ καὶ Δημοσθένει καὶ αὐτὸ μὲν τὸ ἄλλον ἄλλῳ βασιλεῖ πολιτεύειν, ὡς δʼ ἐμοὶ φαίνεται, τὸ ἐναντίως ἔχειν καὶ τῶν ἠθῶν, ἐξ ἠθῶν γὰρ ἀλλήλοις ἀντιξόων φύεται μῖσος αἰτίαν οὐκ ἔχον. ἀντιξόω δʼ ἤστην καὶ διὰ τάδε· ὁ μὲν Αἰσχίνης φιλοπότης τε ἐδόκει καὶ ἡδὺς καὶ ἀνειμένος καὶ πᾶν τὸ ἐπίχαρι ἐκ Διονύσου ᾑρηκώς, καὶ γὰρ δὴ καὶ τοῖς βαρυστόνοις ὑποκριταῖς τὸν ἐν μειρακίῳ χρόνον ὑπετραγῴδησεν, ὁ δʼ αὖ συννενοφώς τε ἐφαίνετο καὶ βαρὺς τὴν ὀφρὺν καὶ ὕδωρ πίνων, ὅθεν δυσκόλοις τε καὶ δυστρόποις ἐνεγράφετο, καὶ πολλῷ πλέον, ἐπειδὴ πρεσβεύοντε ξὺν ἑτέροις παρὰ τὸν Φίλιππον καὶ ὁμοδιαίτω ὄντε ὁ μὲν διακεχυμένος τε καὶ ἡδὺς ἐφαίνετο τοῖς συμπρέσβεσιν, ὁ δὲ κατεσκληκώς τε καὶ ἀεὶ σπουδάζων. ἐπέτεινε δὲ αὐτοῖς τὴν διαφορὰν ὁ ὑπὲρ Ἀμφιπόλεως ἐπὶ τοῦ Φιλίππου λόγος, ὅτε δὴ ἐξέπεσε τοῦ λόγου ὁ Δημοσθένης, ὁ δʼ Αἰσχίνης οὐδὲ τῶν ἀποβεβλημένων ποτὲ τὴν ἀσπίδα ἐνθυμουμένῳ τὸ ἐν Ταμύναις ἔργον,3 ἐν ᾧ Βοιωτοὺς ἐνίκων Ἀθηναῖοι· ἀριστεῖα τούτου δημοσίᾳ ἐστεφανοῦτο τά τε ἄλλα καὶ χρησάμενος ἀμηχάνῳ τάχει περὶ τὰ εὐαγγέλια τῆς νίκης.

关于阿特罗墨托斯之子埃斯基涅斯——我们称他开启了第二智者运动——应当考察以下诸事。雅典的政界领袖完全分裂:一部分人依附波斯王,另一部分人则亲附马其顿人。在阿谀波斯王者当中,首屈一指者乃是帕埃阿尼亚区的狄摩西尼;而在指望腓力者当中,居于首位的则是科托基代区的埃斯基涅斯。金钱从双方源源不断地流向他们手中:波斯王借雅典人之手牵制腓力,使他不致挥师进犯亚洲;而腓力则试图瓦解雅典人的力量,将其视为渡海东征的阻碍。导致埃斯基涅斯与狄摩西尼交恶的原因,不仅在于各自为不同的君王从政,而且在我看来,更在于他们性格的截然相反;因为从彼此对立的气质中,自然会滋生出没有缘由的仇恨。 他们在这几点上也是针锋相对的:埃斯基涅斯显得嗜酒、和蔼、随和,仿佛自狄奥尼索斯那里获得了全部的魅力——事实上,他在青年时期甚至还曾为那些悲泣哀叹的主角演员充当过悲剧配角;相反,狄摩西尼则显得愁云满面,双眉紧锁,只饮清水,因此被归入性情孤僻古怪之流。当两人与其他使节一同出使腓力并同处一室时,这种反差就更加显著了:一人在使节同僚眼中显得开朗亲切,另一人则僵硬紧绷、时刻一本正经。在腓力面前就安菲波利斯问题发表的演说进一步加剧了他们的分歧:当时狄摩西尼在演说中语塞失态,而埃斯基涅斯——对于任何记得他在塔密奈战役中所立战功的人来说——绝非弃盾逃跑之辈(在那场战役中雅典人击溃了维奥蒂亚人);他不仅因其他功绩,更因以惊人的神速飞报捷报而在公共场合被授予英勇桂冠。

§1.18.2

διαβάλλοντος δὲ αὐτὸν Δημοσθένους, ὡς αἴτιον τοῦ Φωκικοῦ πάθους, ἀπέγνωσαν Ἀθηναῖοι τὴν αἰτίαν, ἐπὶ δὲ τῷ καταψηφισθέντι Ἀντιφῶντι ἥλω μὴ κριθείς, καὶ ἀφείλοντο αὐτὸν οἱ ἐξ Ἀρείου πάγου τὸ μὴ οὐ συνειπεῖν σφισιν4 ὑπὲρ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ. καὶ μὴν καὶ πυλαγόρας ἀναρρηθεὶς οὔπω παρὰ τοῖς πολλοῖς διαπέφευγε τὸ μὴ οὐκ αὐτὸς Ἐλατείᾳ ἐπιστῆσαι τὸν Φίλιππον τὴν Πυλαίαν συνταράξας εὐπροσώποις λόγοις καὶ μύθοις. Ἀθηνῶν δὲ ὑπεξῆλθεν οὐχὶ φεύγειν προσταχθείς, ἀλλʼ ἀτιμίᾳ ἐξιστάμενος, ᾗ ὑπήγετο ὑπὸ Δημοσθένει καὶ Κτησιφῶντι ἐκπεσὼν τῶν ψήφων. ἡ μὲν δὴ ὁρμὴ τῆς ἀποδημίας αὐτῷ παρὰ τὸν Ἀλέξανδρον ἦν, ὡς αὐτίκα ἥξοντα ἐς Βαβυλῶνά τε καὶ Σοῦσα, καθορμισθεὶς δὲ ἐς τὴν Ἔφεσον καὶ τὸν μὲν τεθνάναι ἀκούων, τὰ δὲ τῆς Ἀσίας οὕτω ξυγκεκλυσμένα πράγματα, Ῥόδου εἴχετο, ἡ δὲ νῆσος ἀγαθὴ ἐνσπουδάσαι, καὶ σοφιστῶν φροντιστήριον ἀποφήνας τὴν Ῥόδον αὐτοῦ διῃτᾶτο θύων ἡσυχίᾳ τε καὶ Μούσαις καὶ Δωρίοις ἤθεσιν ἐγκαταμιγνὺς Ἀττικά.

当狄摩西尼诽谤他应为福基斯人的灾祸负责时,雅典人驳回了指控;但在被表决宣判有罪的安提丰一案中,埃斯基涅斯未经审讯便遭败绩,战神山议事会剥夺了他为提洛岛圣所共同辩护的资格。不仅如此,他被任命为近邻同盟代表之后,在民众之中至今仍未能摆脱这种指控:即他以动听的说辞与虚构的故事扰乱了同盟会议,亲自引腓力进占埃拉泰亚。他离开雅典并非由于被判流放,而是为了避开因在针对狄摩西尼与克忒西丰的诉讼中未获足够票数而招致的公民权剥夺。他最初远行的意图是投奔亚历山大,料想〔亚历山大〕很快便会抵达巴比伦与苏萨;然而当他驶入以弗所港,听说亚历山大已经去世,亚洲事务陷入如此混乱动荡之时,便留居罗得岛。该岛极宜潜心治学,他将罗得岛开辟为智者的学园,在那里安居,向安宁与缪斯奉献祭品,并将阿提卡的风尚融入多利安的风尚之中。

§1.18.3

τὸν δὲ αὐτοσχέδιον λόγον ξὺν εὐροίᾳ καὶ θείως διατιθέμενος τὸν ἔπαινον τοῦτον πρῶτος ἠνέγκατο. τὸ γὰρ θείως λέγειν οὔπω μὲν ἐπεχωρίασε σοφιστῶν σπουδαῖς, ἀπʼ Αἰσχίνου δʼ ἤρξατο θεοφορήτῳ ὁρμῇ ἀποσχεδιάζοντος, ὥσπερ οἱ τοὺς χρησμοὺς ἀναπνέοντες. ἀκροατὴς δὲ Πλάτωνός τε καὶ Ἰσοκράτους γενόμενος πολλά καὶ παρὰ τῆς ἑαυτοῦ φύσεως ἠγάγετο. σαφηνείας τε γὰρ φῶς ἐν τῷ λόγῳ καὶ ἁβρὰ σεμνολογία καὶ τὸ ἐπίχαρι σὺν δεινότητι καὶ καθάπαξ ἡ ἰδέα τοῦ λόγου κρείττων ἤ μιμήσει ὑπαχθῆναι.5

他以流畅而神圣的气势进行即兴演说,最先赢得了这种赞誉。因为神圣般地演说此前尚未在智者们的严肃研讨中流行,而是始于埃斯基涅斯以如通神之人的冲动进行即兴演说,宛如那些吐露神谕之人。他虽曾受教于柏拉图与伊索克拉底,但也从自身的天赋中汲取了许多养分。他的言辞中有清晰之光芒,有典雅庄重的风格,有兼具力量的魅力;简言之,其演说的风貌绝非单纯的摹仿所能企及。

§1.18.4

λόγοι δʼ Αἰσχίνου κατʼ ἐνίους μὲν καὶ τέταρτός τις Δηλιακὸς καταψευδόμενος τῆς ἐκείνου γλώττης. οὐ γὰρ ἄν ποτε τοὺς μὲν περὶ τὴν Ἄμφισσαν λόγους, ὑφʼ ὧν ἡ Κιρραία χώρα καθιερώθη, εὐπροσώπως τε καὶ ξὺν ὥρᾳ διέθετο κακὰ βουλεύων Ἀθηναίοις, ὥς φησι Δημοσθένης, ἐπὶ δὲ τοὺς Δηλιακοὺς μύθους, ἐν οἷς θεολογία τε καὶ θεογονία καὶ ἀρχαιολογία, φαύλως οὕτως ὥρμησε καὶ τοῦτο προαγωνιζόμενος Ἀθηναίων οὐ μικρὸν ἀγώνισμα ἡγουμένων τὸ μὴ ἐκπεσεῖν τοῦ ἐν Δήλῳ ἱεροῦ. τρισὶ δὴ λόγοις περιωρίσθω ἡ Αἰσχίνου γλῶττα· τῷ τε κατὰ Τιμάρχου καὶ τῇ ἀπολογίᾳ τῆς πρεσβείας καὶ τῇ τοῦ Κτησιφῶντος κατηγορίᾳ. ἔστι δὲ καὶ τέταρτον αὐτοῦ φρόντισμα, ἐπιστολαί, οὐ πολλαὶ μέν, εὐπαιδευσίας δὲ μεσταὶ καὶ ἤθους.

关于埃斯基涅斯的演说,据某些人称还有第四篇伪托其名的《提洛篇》。因为,倘若他真如狄摩西尼所言包藏祸害雅典人之祸心,却尚能冠冕堂皇且文雅地发表关于安菲萨的演说(基拉平原由此被献为圣地),他又怎会如此拙劣地涉足提洛的神话——其中包含神学、神统与古史——尤其是作为雅典人的代言人,而雅典人认为不失去提洛岛圣所绝非小事?因此,埃斯基涅斯的演说应当限定为三篇:即《反提马科斯》、《使节申辩》以及《控告克忒西丰》。他的第四项心血成果则是书信,数量虽不多,却充满教养与品德。

§1.18.5

τοῦ δὲ ἠθικοῦ καὶ Ῥοδίοις ἐπίδειξιν ἐποιήσατο· ἀναγνοὺς γάρ ποτε δημοσίᾳ τὸν κατὰ Κτησιφῶντος οἱ μὲν ἐθαύμαζον, ὅπως ἐπὶ τοιούτῳ λόγῳ ἡττήθη καὶ καθήπτοντο τῶν Ἀθηναίων ὡς παρανοούντων, ὁ δὲ οὐκ ἂν ἔφη ἐθαυμάζετε, εἰ Δημοσθένους λέγοντος πρὸς ταῦτα ἠκούσατε, οὐ μόνον ἐς ἔπαινον ἐχθροῦ καθιστάμενος, ἀλλὰ καὶ τοὺς δικαστὰς ἀφιεὶς αἰτίας.

他也向罗得岛人展现了自己的高尚品格:有一次他在公开场合朗读《控告克忒西丰》,众人惊叹他拥有如此雄辩何以落败,并指责雅典人昏聩发疯,他却说道:“倘若你们听过狄摩西尼对此的回应,便不会惊叹了。”他不仅借此赞扬了宿敌,亦宽免了法官们的过错。

语法注5 条
  1. 1.18.1ἐφέροντο δὲ ἄρα τὴν πρώτην

    成语 φέρεσθαι τὴν πρώτην(省略 τάξιν 或 μοῖραν 等)意为“拔得头筹”或“位居第一”。在此指狄摩西尼与埃斯基涅斯分别在互相对立的两派政治势力中独占鳌头。

  2. 1.18.1τὸ μὴ ἐπὶ Ἀσίαν ἐλάσαι

    带有冠词的否定不定式短语 τὸ μὴ ... ἐλάσαι,作动词 ἀσχολοῦντος 的宾语或结果状语,遵循阻碍、妨碍或牵制动词后接带 μή 的不定式的常规语法规则,意为“使(腓力)不致进军亚洲”。

  3. 1.18.1ὁ δʼ Αἰσχίνης οὐδὲ τῶν ἀποβεβλημένων ποτὲ τὴν ἀσπίδα ἐνθυμουμένῳ τὸ ἐν Ταμύναις ἔργον

    包含倒装与系词(如 ἦν 或 ἐφαίνετο)省略的难句。分词 ἐνθυμουμένῳ 为评断与格(dativus iudicantis,“对考虑到……的人而言”),整句意为“对任何谨记塔密奈战功的人来说,埃斯基涅斯绝非那些曾弃盾逃跑之流”。

  4. 1.18.2ἀφείλοντο αὐτὸν οἱ ἐξ Ἀρείου πάγου τὸ μὴ οὐ συνειπεῖν σφισιν

    在表示剥夺或阻止的动词(ἀφείλοντο)之后,因具有否定/剥夺含义而使用双重否定 τὸ μὴ οὐ 加不定式,意为“战神山议事会剥夺了他为他们共同出庭辩护(的资格)”。

  5. 1.18.3κρείττων ἤ μιμήσει ὑπαχθῆναι

    比较级 + ἤ + 不定式结构,表示程度过甚以至于不能(“太……而无法……”)。在此指埃斯基涅斯的演说风格卓越非凡,非单纯的模仿所能涵盖或企及。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.18.1-1.18.5