- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.17.1-1.17.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将伊索克拉底的修辞风格及其文体与狄摩西尼相对比,并记述了他的政治态度、主要代表作、门生以及去世的情形。
ἡ δὲ Σειρὴν ἡ ἐφεστηκυῖα τῷ Ἰσοκράτους τοῦ σοφιστοῦ σήματι, ἐφέστηκε δὲ καὶ οἷον ᾅδουσα, πειθὼ κατηγορεῖ τοῦ ἀνδρός, ἣν συνεβάλετο ῥητορικοῖς νόμοις καὶ ἤθεσι, πάρισα καὶ ἀντίθετα καὶ ὁμοιοτέλευτα οὐχ εὑρὼν πρῶτος, ἀλλʼ εὑρημένοις εὖ χρησάμενος, ἐπεμελήθη δὲ καὶ περιβολῆς1 καὶ ῥυθμοῦ καὶ συνθήκης καὶ κρότου. ταυτὶ δʼ ἡτοίμασέ που καὶ τὴν Δημοσθένους γλῶτταν· Δημοσθένης γὰρ μαθητὴς μὲν Ἰσαίου, ζηλωτὴς δὲ Ἰσοκράτους γενόμενος ὑπερεβάλετο αὐτὸν θυμῷ καὶ ἐπιφορᾷ καὶ περιβολῇ καὶ ταχυτῆτι λόγου τε καὶ ἐννοίας. σεμνότης δʼ ἡ μὲν Δημοσθένους ἐπεστραμμένη μᾶλλον, ἡ δὲ Ἰσοκράτους ἁβροτέρα τε καὶ ἡδίων. παράδειγμα δὲ ποιώμεθα τῆς Δημοσθένους σεμνότητος· πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ, δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δέ, ἃ ἂν ὁ θεὸς διδῷ, γενναίως. ἡ δὲ Ἰσοκράτους σεμνότης ὧδε κεκόσμηται· τῆς γὰρ γῆς ἁπάσης τῆς ὑπὸ τῷ κόσμῳ κειμένης δίχα τετμημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς δὲ Εὐρώπης καλουμένης, τὴν ἡμίσειαν ἐκ τῶν συνθηκῶν εἴληφεν, ὥσπερ πρὸς τὸν Δία τὴν χώραν νεμόμενος.2
立在智者伊索克拉底墓上的塞壬——宛如正在歌唱般伫立着——见证了此人的说服力,这种说服力是他借由修辞规则与风度建立起来的。他虽非首创均等句、对偶句与同韵尾之人,却极善于运用这些已被发明的技巧,并且还讲究句式的宏阔、节奏、组合以及声韵。这些特点大概也为狄摩西尼的口才做好了铺垫;因为狄摩西尼作为伊塞奥斯的门徒并作为伊索克拉底的效仿者,在气魄、冲击力、句式的宽广以及言辞和思想的速度上都超越了他。狄摩西尼的庄重更显紧绷收敛,而伊索克拉底的庄重则更为优美舒缓。让我们以狄摩西尼的庄重为例: “因为对全人类而言,生命的终点皆是死亡,即便有人将自己关在密室里严密守候亦是如此;然而善人应当始终以良好的希望为盾,投身于一切崇高之举,并高贵地承受神所赐予的一切。” 而伊索克拉底的庄重则有如下的修饰: “因为在苍穹之下延展的整个大地被一分为二,一处被称为亚洲,另一处被称为欧洲,他竟凭借条约获得了其中的一半,宛如与宙斯平分天下。”
τὰ μὲν οὖν πολιτικὰ ὤκνει καὶ ἀπεφοίτα τῶν ἐκκλησιῶν διά τε τὸ ἐλλιπὲς τοῦ φθέγματος, διά τε τὸν Ἀθήνησιν φθόνον ἀντιπολιτευόμενον αὐτοῖς μάλιστα τοῖς σοφώτερόν τι ἑτέρου ἀγορεύουσιν. ὅμως δʼ οὐκ ἀπεσπούδαζε τῶν κοινῶν· τόν τε γὰρ Φίλιππον, ἐν οἷς πρὸς αὐτὸν ἔγραφεν, Ἀθηναίοις δήπου διωρθοῦτο, καὶ οἷς περὶ τῆς εἰρήνης συνέγραφεν, ἀνεσκεύαζε τοὺς Ἀθηναίους τῆς θαλάττης,3 ὡς κακῶς ἐν αὐτῇ ἀκούοντας, πανηγυρικός τ̔̓ἐστὶνʼ αὐτῷ λόγος, ὃν διῆλθεν Ὀλυμπίασι τὴν Ἑλλάδα πείθων ἐπὶ τὴν Ἀσίαν στρατεύειν παυσαμένους τῶν οἴκοι ἐγκλημάτων.
于是,无论是因为嗓音羸弱,还是由于雅典城内对那些言辞胜人一筹的明智之士尤甚的嫉妒与敌对,他都对从政退缩不前,避开公民大会。然而,他并未放弃对公共事务的关切;因为在致腓力的书信中,他显然是在为雅典人的利益对其加以匡正;在关于和平的著作中,他试图让雅典人放弃海权,理由是他们在海上名声狼藉;他还有一篇《节日盛典辞》,曾在奥林匹亚宣讲,劝说希腊人在平息内部怨尤之后向亚洲进军。
οὗτος μὲν οὖν εἰ καὶ κάλλιστος λόγων, αἰτίαν ὅμως παρέδωκεν, ὡς ἐκ τῶν Γοργίᾳ σπουδασθέντων ἐς τὴν αὐτὴν ὑπόθεσιν συντεθείη. ἄριστα δὲ τῶν Ἰσοκράτους φροντισμάτων ὅ τε Ἀρχίδαμος ξύγκειται καὶ ὁ Ἀμάρτυρος, τοῦ μὲν γὰρ διήκει φρόνημα τῶν Λευκτρικῶν ἀναφέρον καὶ οὐκ ἀκριβῆ μόνον τὰ ὀνόματα, ἀλλὰ καὶ ἡ ξυνθήκη λαμπρά, ἐναγώνιος δὲ ὁ λόγος, ὡς καὶ τὸ μυθῶδες αὐτοῦ μέρος, τὸ περὶ τὸν Ἡρακλέα καὶ τὰς βοῦς σὺν ἐπιστροφῇ ἑρμηνεῦσθαι, ὁ δὲ Ἀμάρτυρος ἰσχὺν ἐνδείκνυται κεκολασμένην ἐς ῥυθμούς, νόημα γὰρ ἐκ νοήματος ἐς περιόδους ἰσοκώλους τελευτᾷ.
这篇讲辞虽是诸篇讲辞中最美妙的,却也招致了指责,被认为是从高尔吉亚就同一主题所研讨的材料中辑录而成的。但在伊索克拉底的思想成果中,结构最为精妙的当属《阿基达马斯》和《无证人篇》。在前一篇中,贯穿着企图挽回留克特拉战败之耻的傲骨气魄,不仅措辞精审,结构亦极其辉煌,通篇洋溢着竞技的锋芒,以至于其神话部分——关于赫拉克勒斯与群牛之事——都以极大的凝练与力量道出;而后一篇则展现了收敛入节奏之中的雄健之力,意念连缀着意念,最终结穴于均等音步的整齐周期句中。
ἀκροαταὶ τοῦ ἀνδρὸς τούτου πολλοὶ μέν, ἐλλογιμώτατος δὲ Ὑπερείδης ὁ ῥήτωρ, Θεόπομπον γὰρ τὸν ἐκ τῆς Χίου καὶ τὸν Κυμαῖον Ἔφορον οὔτʼ ἂν διαβάλοιμι οὔτʼ ἂν θαυμάσαιμι. οἱ δὲ ἡγούμενοι τὴν κωμῳδίαν καθάπτεσθαι τοῦ ἀνδρός, ὡς αὐλοποιοῦ, ἁμαρτάνουσιν, πατὴρ μὲν γὰρ αὐτῷ Θεόδωρος ἦν, ὃν ἐκάλουν αὐλοποιὸν Ἀθήνησιν, αὐτὸς δὲ οὔτε αὐλοὺς ἐγίγνωσκεν οὔτε ἄλλο τι τῶν ἐν βαναυσίοις, οὐδὲ γὰρ ἂν οὐδὲ τῆς ἐν Ὀλυμπίᾳ εἰκόνος ἔτυχεν, εἴ τι τῶν εὐτελῶν εἰργάζετο. ἀπέθανε μὲν οὖν Ἀθήνησιν ἀμφὶ τὰ ἑκατὸν ἔτη, ἕνα δὲ αὐτὸν ἡγώμεθα τῶν ἐν πολέμῳ ἀποθανόντων,4 ἐπειδὴ μετὰ Χαιρώνειαν ἐτελεύτα μὴ καρτερήσας τὴν ἀκρόασιν τοῦ Ἀθηναίων πταίσματος.
此人的听讲者众多,而最著名的是演说家绪珀里得斯;因为至于希俄斯的泰奥彭波斯与库迈的厄福罗斯,我既不愿贬低他们,也不致推崇他们。那些认为喜剧是在将此人作为笛匠加以抨击的人则是错的;因为他有一位名叫泰奥多罗斯的父亲,在雅典被唤作笛匠,而他自己对笛子或手艺人的其他营生一无所知,因为他若从事过任何微贱的职业,就绝不可能在奥林匹亚获得立像的殊荣。他约莫百岁时卒于雅典,但我们当将他视为战死者之一,因为他是在喀罗尼亚战役之后,因不堪忍受听闻雅典人的惨败而死去的。
- 1.17.1ἐπεμελήθη δὲ καὶ περιβολῆς
紧接着前面的分词结构 οὐχ εὑρὼν πρῶτος, ἀλλʼ εὑρημένοις εὖ χρησάμενος,此处由连词 δέ 引导限定动词 ἐπεμελήθη,打破了由关系代词 ἣν 统摄的严格从属结构,转为破格(anacoluthon)的并列陈述。
- 1.17.1ὥσπερ πρὸς τὸν Δία τὴν χώραν νεμόμενος
中间态分词 νεμόμενος 意为“在自身与他人之间平分/划分”。介词短语 πρὸς τὸν Δία 表示“与宙斯对等地平分”,极度夸张地表现了波斯王依据和约瓜分得半个天下时的僭越姿态。
- 1.17.2ἀνεσκεύαζε τοὺς Ἀθηναίους τῆς θαλάττης
动词 ἀνασκευάζω 原义为“收拾行装撤走、拆解”,在此处与分离属格 τῆς θαλάττης 搭配,意为“使雅典人从海上霸权/海洋帝国撤退、脱离制海权”。
- 1.17.4ἕνα δὲ αὐτὸν ἡγώμεθα τῶν ἐν πολέμῳ ἀποθανόντων
动词 ἡγώμεθα 为第一人称复数现在时虚拟式,表示劝勉或提议(hortatory subjunctive),意为“让我们将他视作……之一/当将他视为……”。叙述由此从客观史实的陈述切换至作者个人的评断提议。
