← 斐洛斯脱拉德

智者传

§1.16.1-1.16.4

克里提亚斯的恶行及其演说文风

作者严厉谴责了三十人政权头目克里提亚斯的政治残暴行径及其在帖撒利的恶劣影响,批评其言辞智慧与为人品性相悖,同时赞赏了他讲辞中精炼且自然的阿提卡文风。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16.1

Κριτίας δὲ ὁ σοφιστὴς εἰ μὲν κατέλυσε τὸν Ἀθηναίων δῆμον, οὔπω κακός — καταλυθείη γὰρ ἂν καὶ ὑφʼ ἑαυτοῦ δῆμος οὕτω τι ἐπηρμένος, ὡς μηδὲ τῶν κατὰ νόμους ἀρχόντων ἀκροᾶσθαι — ἀλλʼ ἐπεὶ λαμπρῶς μὲν ἐλακώνισε, προὐδίδου δὲ τὰ ἱερά, καθῄρει δὲ διὰ Λυσάνδρου τὰ τείχη, οὓς δʼ ἤλαυνε τῶν Ἀθηναίων τὸ στῆναί ποι τῆς Ἑλλάδος ἀφῃρεῖτο πόλεμον Λακωνικὸν ἀνειπὼν ἐς πάντας, εἴ τις τὸν Ἀθηναῖον φεύγοντα δέξοιτο, ὠμότητι δὲ καὶ μιαιφονίᾳ τοὺς τριάκοντα ὑπερεβάλλετο βουλεύματός τε ἀτόπου τοῖς Λακεδαιμονίοις ξυνελάμβανεν, ὡς μηλόβοτος ἡ Ἀττικὴ ἀποφανθείη τῆς τῶν ἀνθρώπων ἀγέλης ἐκκενωθεῖσα, κάκιστος ἀνθρώπων ἔμοιγε φαίνεται ξυμπάντων, ὧν ἐπὶ κακίᾳ ὄνομα.

至于智者克里提亚斯,如果他只是瓦解了雅典人的民主政体,那还算不上恶人;因为一个膨胀到甚至不愿顺从依法设立的执政官的民众,甚至可能被自身所瓦解。然而,既然他公然附庸斯巴达,背叛神圣之物,通过吕珊德拆毁城墙,并向全境宣告若有人接纳流亡的雅典人便将面临斯巴达的战祸,以此剥夺了他所驱逐的雅典人在希腊任何地方立足的权利,且在残暴和杀戮上超过了三十人政权的其他成员,更与斯巴达人共谋一桩骇人听闻的图谋,欲在肃清人群之后使阿提卡变为羊群放牧之地,那么依我看,在一切以恶劣著称的人当中,他委实是最邪恶之人。

§1.16.2

καὶ εἰ μὲν ἀπαίδευτος ὢν ἐς τάδε ὑπήχθη, ἔρρωτο ἂν ὁ λόγος τοῖς φάσκουσιν ὑπὸ Θετταλίας καὶ τῆς ἐκείνῃ ὁμιλίας παρεφθορέναι αὐτόν, τὰ γὰρ ἀπαίδευτα ἤθη εὐπαράγωγα πάντως ἐς βίου αἵρεσιν· ἐπεὶ δὲ ἄριστα μὲν ἦν πεπαιδευμένος, γνώμας δὲ πλείστας ἑρμηνεύων, ἐς Δρωπίδην δʼ ἀναφέρων, ὃς μετὰ Σόλωνα Ἀθηναίοις ἦρξεν, οὐκ ἂν διαφύγοι παρὰ τοῖς πολλοῖς αἰτίαν τὸ μὴ οὐ κακίᾳ φύσεως ἁμαρτεῖν ταῦτα.1 καὶ γὰρ αὖ κἀκεῖνο ἄτοπον Σωκράτει μὲν τῷ Σωφρονίσκου μὴ ὁμοιωθῆναι αὐτόν, ᾧ πλεῖστα δὴ συνεφιλοσόφησε σοφωτάτῳ τε καὶ δικαιοτάτῳ τῶν ἐφʼ ἑαυτοῦ δόξαντι, Θετταλοῖς δʼ ὁμοιωθῆναι, παρʼ οἷς ἀγερωχία καί ἄκρατος καὶ τυραννικὰ ἐν οἴνῳ σπουδάζεται. ἀλλʼ ὅμως οὐδὲ Θετταλοὶ σοφίας ἠμέλουν, ἀλλʼ ἐγοργίαζον ἐν Θετταλίᾳ μικραὶ καὶ μείζους πόλεις ἐς Γοργίαν ὁρῶσαι τὸν Λεοντῖνον, μετέβαλον δʼ ἂν καὶ ἐς τὸ κριτιάζειν, εἴ τινα τῆς ἑαυτοῦ σοφίας ἐπίδειξιν ὁ Κριτίας παρʼ αὐτοῖς ἐποιεῖτο· ὁ δὲ ἠμέλει μὲν τούτου, βαρυτέρας δʼ αὐτοῖς ἐποίει τὰς ὀλιγαρχίας διαλεγόμενος τοῖς ἐκεῖ δυνατοῖς καὶ καθαπτόμενος μὲν δημοκρατίας ἁπάσης, διαβάλλων δʼ Ἀθηναίους, ὡς πλεῖστα ἀνθρώπων ἁμαρτάνοντας, ὥστε ἐνθυμουμένῳ ταῦτα Κριτίας ἂν εἴη Θετταλοὺς διεφθορὼς μᾶλλον ἢ Κριτίαν Θετταλοί.2

若他是因为目不识丁而堕入这些行径,那些声称他被帖撒利及其当地交往所败坏之人的论调本是站得住脚的;因为未经教化的性情在生活选择上无论如何都极易被诱入歧途。然而,既然他受过极好的教育,表达过极多的格言,并能将世系追溯至继梭伦之后治理雅典人的德洛皮德斯,那他在大众面前便无论如何也无法逃脱这一指责:他由于天性的邪恶而犯下这些罪过。再者,这也是桩怪事:他曾与被公认为同时代最明智、最正义之人的索弗洛尼斯科斯之子苏格拉底共同研讨哲学最多,却未曾效仿苏格拉底,反而效仿了帖撒利人,而在后者那里所热衷的乃是狂妄、未兑水的纯酒以及酒席间的僭主作风。然而,帖撒利人倒也并未轻视智慧;相反,帖撒利的大小城邦都仰望着莱翁蒂尼的高尔吉亚,言行风气一如高尔吉亚,而且假若克里提亚斯在他们中间展示过自己的智慧,他们甚至也会转而追随克里提亚斯的风尚。但他却对此疏忽不顾,反而通过与当地的显贵交谈,猛烈抨击一切民主政体,并诽谤雅典人是全人类中犯错最多者,从而使当地的寡头统治变得更为沉重。因此,对于考虑这些事实的人来说,倒是克里提亚斯败坏了帖撒利人,而非帖撒利人败坏了克里提亚斯。

§1.16.3

ἀπέθανε μὲν οὖν ὑπὸ τῶν ἀμφὶ Θρασύβουλον, οἳ κατῆγον ἀπὸ φυγῆς τὸν δῆμον, δοκεῖ δʼ ἐνίοις ἀνὴρ ἀγαθὸς γενέσθαι παρὰ τὴν τελευτήν, ἐπειδὴ ἐνταφίῳ τῇ τυραννίδι ἐχρήσατο· ἐμοὶ δὲ ἀποπεφάνθω μηδένα ἀνθρώπων καλῶς δὴ ἀποθανεῖν ὑπὲρ ὧν οὐκ ὀρθῶς εἵλετο, διʼ ἅ μοι δοκεῖ καὶ ἡ σοφία τοῦ ἀνδρὸς καὶ τὰ φροντίσματα ἧττον σπουδασθῆναι τοῖς Ἕλλησιν· εἰ γὰρ μὴ ὁμολογήσει ὁ λόγος τῷ ἤθει, ἀλλοτρίᾳ τῇ γλώττῃ δόξομεν φθέγγεθαι, ὥσπερ οἱ αὐλοί.

无论如何,他最终死于从流亡中迎接民众归国的色拉西布洛斯一党之手;而在某些人看来,他在临终之际成了一个善人,因为他将僭主之位作为了自己的寿衣。但在我看来,应当宣称的是,决没有任何人为不正当的选择而死得光彩;依我看,正因这些缘故,此人的智慧与其思想成果在希腊人中才较少为人所看重。因为言辞若不与德性相符,我们便会像管乐器一样,显得是在用外在的舌簧发声。

§1.16.4

τὴν δὲ ἰδέαν τοῦ λόγου δογματίας ὁ Κριτίας3 καὶ πολυγνώμων σεμνολογῆσαί τε ἱκανώτατος οὐ τὴν διθυραμβώδη σεμνολογίαν, οὐδὲ καταφεύγουσαν ἐς τὰ ἐκ ποιητικῆς ὀνόματα, ἀλλʼ ἐκ τῶν κυριωτάτων συγκειμένην καὶ κατὰ φύσιν ἔχουσαν. ὁρῶ τὸν ἄνδρα καὶ βραχυλογοῦντα ἱκανῶς καὶ δεινῶς καθαπτόμενον ἐν ἀπολογίας ἤθει, ἀττικίζοντά τε οὐκ ἀκρατῶς, οὐδὲ ἐκφύλως — τὸ γὰρ ἀπειρόκαλον ἐν τῷ ἀττικίζειν βάρβαρον — ἀλλʼ ὥσπερ ἀκτίνων αὐγαὶ τὰ Ἀττικὰ ὀνόματα διαφαίνεται τοῦ λόγου. καὶ τὸ ἀσυνδέτως δὲ χωρίῳ προσβαλεῖν Κριτίου ὥρα, καὶ τὸ παραδόξως μὲν ἐνθυμηθῆναι, παραδόξως δʼ ἀπαγγεῖλαι Κριτίου ἀγών, τὸ δὲ τοῦ λόγου πνεῦμα ἐλλιπέστερον μέν, ἡδὺ δὲ καὶ λεῖον, ὥσπερ τοῦ Ζεφύρου ἡ αὔρα.

至于其讲辞的文风,克里提亚斯论断果决,格言丰富,极善于庄重发言——并非狂欢颂歌式的庄重,亦非求助于诗意词汇的庄重,而是由最本义的字词所构成且合乎自然的庄重。我见此人言辞极度精炼,在申辩的风度中展现出凌厉的攻击性,其雅典化既不放纵亦不失体统——因为在雅典化过程中的粗鄙不雅乃是野蛮的——阿提卡语汇宛如光线的闪耀,穿透其讲辞。无连词地径直切入论题乃是克里提亚斯的妩媚之处,以出人意料之法构思并以出人意料之法表达则是克里提亚斯的竞技本领;其讲辞的气势虽略显不足,却悦人而流畅,恰似西风的微拂。

语法注3 条
  1. 1.16.2οὐκ ἂν διαφύγοι παρὰ τοῖς πολλοῖς αἰτίαν τὸ μὴ οὐ κακίᾳ φύσεως ἁμαρτεῖν ταῦτα

    紧随含有否定的主句(οὐκ ἂν διαφύγοι... αἰτίαν),带冠词不定式(τὸ ... ἁμαρτεῖν)前加了双重否定词 μὴ οὐ。其含义并非“逃脱没有犯下……”,而是“无法在大众面前逃脱‘由于天性邪恶而犯下这些过错’的指责”。当起阻碍、避免等意义的主导动词或名词自身带有否定时,其后的不定式按常规语法搭配 μὴ οὐ。

  2. 1.16.2ὥστε ἐνθυμουμένῳ ταῦτα Κριτίας ἂν εἴη Θετταλοὺς διεφθορὼς μᾶλλον ἢ Κριτίαν Θετταλοί

    在以 ὥστε 引出的结果从句中,与格分词 ἐνθυμουμένῳ 属于“评判与格/参照与格”(dativus iudicantis),意为“对于思考这些事实的人而言”。谓语由 ἂν εἴη 与完成时分词 διεφθορώς 构成迂回式潜在希求法,表达审慎的推论(“当是克里提亚斯败坏了……”)。在 ἤ 之后的对比成分 Κριτίαν Θετταλοί 中省略了 διεφθορότες εἶεν。

  3. 1.16.4τὴν δὲ ἰδέαν τοῦ λόγου δογματίας ὁ Κριτίας

    句首的 τὴν δὲ ἰδέαν τοῦ λόγου 为“关涉宾格/限定宾格”(accusative of specification),统摄整句对文风方面的限定。系动词(如 ἦν)被省略,主语 ὁ Κριτίας 与表语名词及形容词(δογματίας, πολυγνώμων, ἱκανώτατος)直接关联。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.16.1-1.16.4