- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.15.1-1.15.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斐洛斯特拉图斯论述了安提丰的功过、其在修辞术上的声誉及所受喜剧的抨击,反思了他因触怒西西里僭主狄奥尼修斯而招致杀身之祸的过失,并评述了他的法庭讲辞与《论和谐》的文体特征。
Ἀντιφῶντα δὲ τὸν Ῥαμνούσιον οὐκ οἶδʼ, εἴτε χρηστὸν δεῖ προσειπεῖν, εἴτε φαῦλον. χρηστὸς μὲν γὰρ προσειρήσθω διὰ τάδε·1 ἐστρατήγησε πλεῖστα, ἐνίκησε πλεῖστα, ἑξήκοντα τριήρεσι πεπληρωμέναις ηὔξησεν Ἀθηναίοις τὸ ναυτικόν, ἱκανώτατος ἀνθρώπων ἔδοξεν εἰπεῖν τε καὶ γνῶναι· διὰ μὲν δὴ ταῦτα ἐμοί τε ἐπαινετέος καὶ ἑτέρῳ. κακὸς δʼ ἂν εἰκότως διὰ τάδε φαίνοιτο· κατέλυσε τὴν δημοκρατίαν, ἐδούλωσε τὸν Ἀθηναίων δῆμον, ἐλακώνισε κατʼ ἀρχὰς μὲν ἀφανῶς, ὕστερον δʼ ἐπιδήλως, τυράννων τετρακοσίων δῆμον ἐπαφῆκε τοῖς Ἀθηναίων πράγμασιν.2
至于拉姆努斯的安提丰,我不知该称他为善人还是恶人。因为按以下理由,不妨称他为善人:他担任将领次数最多,取得胜利最多,以六十艘满员的三列桨座战船充实了雅典人的海军,且被认为是所有人中最善于言辞与决断者;确因这些缘故,他不仅应受我赞赏,也应受他人赞赏。然而按以下理由,他合乎情理地会被视为恶人:他瓦解了民主政体,奴役了雅典民众,起初暗中、后来公然附庸斯巴达,并向雅典人的邦务放出了由四百名僭主组成的一群暴徒。
ῥητορικὴν δὲ τὸν Ἀντιφῶντα οἱ μὲν οὐκ οὖσαν εὑρεῖν, οἱ δʼ εὑρημένην αὐξῆσαι, γενέσθαι τε αὐτὸν οἱ μὲν αὐτομαθῶς σοφόν, οἱ δὲ ἐκ πατρός.3 πατέρα γὰρ εἶναι δὴ αὐτῷ Σώφιλον διδάσκαλον ῥητορικῶν λόγων, ὃς ἄλλους τε τῶν ἐν δυνάμει καὶ τὸν τοῦ Κλεινίου ἐπαίδευσεν. πιθανώτατος δὲ ὁ Ἀντιφῶν γενόμενος καὶ προσρηθεὶς Νέστωρ ἐπὶ τῷ περὶ παντὸς εἰπὼν ἂν πεῖσαι νηπενθεῖς ἀκροάσεις ἐπήγγειλεν, ὡς οὐδὲν οὕτω δεινὸν ἐρούντων ἄχος, ὃ μὴ ἐξελεῖν τῆς γνώμης.4 καθάπτεται δὲ ἡ κωμῳδία τοῦ Ἀντιφῶντος ὡς δεινοῦ τὰ δικανικὰ καὶ λόγους κατὰ τοῦ δικαίου ξυγκειμένους ἀποδιδομένου πολλῶν χρημάτων αὐτοῖς μάλιστα τοῖς κινδυνεύουσιν. τουτὶ ὁποίαν ἔχει φύσιν, ἐγὼ δηλώσω· ἄνθρωποι κατὰ μὲν τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας τιμῶσι τοὺς ἐν ἑκάστῃ αὐτῶν προὔχοντας καὶ θαυμάζουσι τῶν ἰατρῶν τοὺς μᾶλλον παρὰ τοὺς ἧττον, θαυμάζουσι δʼ ἐν μαντικῇ καὶ μουσικῇ τὸν σοφώτερον, τὴν αὐτὴν καὶ περὶ τεκτονικῆς καὶ πασῶν βαναύσων τιθέμενοι ψῆφον, ῥητορικὴν δὲ ἐπαινοῦσι μέν, ὑποπτεύουσι δὲ ὡς πανοῦργον καὶ φιλοχρήματον καὶ κατὰ τοῦ δικαίου ξυγκειμένην. γιγνώσκουσι δʼ οὕτω περὶ τῆς τέχνης οὐχ οἱ πολλοὶ μᾶλλον, ἀλλὰ καὶ τῶν σπουδαίων οἱ ἐλλογιμώτατοι· καλοῦσι γοῦν δεινοὺς ῥήτορας τοὺς ἱκανῶς μὲν συνιέντας, ἱκανῶς δὲ ἑρμηνεύοντας, οὐκ εὔφημον ἐπωνυμίαν τιθέμενοι τῷ πλεονεκτήματι.5 τούτου δὲ φύσιν τοιαύτην ἔχοντος οὐκ ἀπεικὸς ἦν, οἶμαι, γενέσθαι καὶ τὸν Ἀντιφῶντα κωμῳδίας λόγον αὐτὰ μάλιστα κωμῳδούσης τὰ λόγου ἄξια.
关于安提丰,有人说他在尚无修辞术时发明了它,另有人说他光大了已被发明的修辞术;有人说他自学成智,也有人说他是得自其父。因为据说他有一位教授修辞学演说的父亲索菲洛斯,这位父亲教导了有权势者中的其他人以及克莱尼亚斯之子。安提丰变得极具说服力,并因若开口便能在一切事上说服人而被称为“涅斯托尔”,他宣称提供消除痛苦的听讲会,仿佛人们道不出任何严重得令他无法从心中拔除的悲痛。喜剧抨击安提丰擅长法庭辩护,并收取重金向那些尤处于危险境地的人出售违背正义而写就的讲辞。此事具有何种性质,我将阐明:人们在其他学问和技艺上,尊崇在每一门中出类拔萃者,在医者中赞赏优者胜过劣者,在占卜和音乐中赞赏更有智慧者,对木工以及所有体力技艺也作出相同的评判;然而对于修辞术,他们虽赞赏之,却因其奸狡、贪财且违背正义而予以怀疑。对此项技艺作如此评判的不仅是大众,更有严肃人士中最著名者;至少他们把充分理解且充分表达的人称为“厉害的演说家”,给这项优势加上了一个并不吉利的名称。既然此事具有这种性质,我想,安提丰也成了喜剧谈论的话题并非不合理,因为喜剧主要讽刺的正是有名望的事物本身。
ἀπέθανε μὲν οὖν περὶ Σικελίαν ὑπὸ Διονυσίου τοῦ τυράννου, τὰς δʼ αἰτίας, ἐφʼ αἷς ἀπέθανεν, Ἀντιφῶντι μᾶλλον ἢ Διονυσίῳ προσγράφομεν· διεφαύλιζε γὰρ τὰς τοῦ Διονυσίου τραγῳδίας, ἐφʼ αἷς ὁ Διονύσιος ἐφρόνει μεῖζον ἢ ἐπὶ τῷ τυραννεύειν, σπουδάζοντος δὲ τοῦ τυράννου περὶ εὐγενείας χαλκοῦ καὶ ἐρομένου τοὺς παρόντας, τίς ἤπειρος ἢ νῆσος, ἣ τὸν ἄριστον χαλκὸν φύει, παρατυχὼν ὁ Ἀντιφῶν τῷ λόγῳ ἐγὼ ἄριστον ἔφη οἶδα τὸν Ἀθήνησιν, οὗ γεγόνασιν Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνες. ἐπὶ μὲν δὴ τούτοις ἀπέθανεν, ὡς ὑφέρπων τὸν Διονύσιον καὶ τρέπων ἐπʼ αὐτὸν τοὺς Σικελιώτας. ἥμαρτε δὲ ὁ Ἀντιφῶν πρῶτον μὲν τυράννῳ προσκρούων, ὑφʼ ᾧ ζῆν ᾕρητο μᾶλλον ἢ οἴκοι δημοκρατεῖσθαι, ἔπειτα Σικελιώτας μὲν ἐλευθερῶν, Ἀθηναίους δὲ δουλούμενος. καὶ μὴν καὶ τοῦ τραγῳδίαν ποιεῖν ἀπάγων τὸν Διονύσιον ἀπῆγεν αὐτὸν τοῦ ῥᾳθυμεῖν, αἱ γὰρ τοιαίδε σπουδαὶ ῥᾴθυμοι, καὶ οἱ τύραννοι δὲ αἱρετώτεροι τοῖς ἀρχομένοις ἀνειμένοι μᾶλλον ἢ ξυντείνοντες, εἰ γὰρ ἀνήσουσιν, ἧττον μὲν ἀποκτενοῦσιν, ἧττον δὲ δράσονταί τε καὶ ἁρπάσονται, τύραννος δὲ τραγῳδίαις ἐπιτιθέμενος ἰατρῷ εἰκάσθω νοσοῦντι μέν, ἑαυτὸν δὲ θεραπεύοντι· αἱ γὰρ μυθοποιίαι καὶ αἱ μονῳδίαι καὶ οἱ ῥυθμοὶ τῶν χορῶν καὶ ἡ τῶν ἠθῶν μίμησις, ὧν ἀνάγκη τὰ πλείω χρηστὰ φαίνεσθαι, μεταβάλλει τοὺς τυράννους τοῦ ἀπαραιτήτου καὶ σφοδροῦ, καθάπερ αἱ φαρμακοποσίαι τὰς νόσους. ταῦτα μὴ κατηγορίαν Ἀντιφῶντος, ἀλλὰ ξυμβουλίαν ἐς πάντας ἡγώμεθα τοῦ μὴ ἐκκαλεῖσθαι τὰς τυραννίδας, μηδὲ ἐς ὀργὴν ἄγειν ἤθη ὠμά.
他是在西西里一带死于僭主狄奥尼修斯之手;但他致死的缘由,我们归咎于安提丰而非狄奥尼修斯。因为他贬损狄奥尼修斯的悲剧,而狄奥尼修斯为这些悲剧所感到的自豪更甚于居于僭主之位;当这位僭主热烈探讨青铜的优劣并询问在场众人哪个大陆或岛屿出产最好的青铜时,恰巧在场的安提丰说道: “我知道最好的青铜,”他说,“是在雅典的那种,哈尔摩狄奥斯与阿里斯托革顿的雕像就是由它铸造的。” 他正是因此而死,被认为暗中颠覆狄奥尼修斯并驱使西西里人起来反对他。安提丰犯了过错,首先在于触怒了一位僭主,而他宁愿生活在这位僭主之下也不愿在故乡享受民主;其次在于他试图解放西西里人,却奴役了雅典人。此外,他劝阻狄奥尼修斯作悲剧,实则是劝阻他走向松弛;因为这等热衷之事是松弛身心的,而对被统治者而言,松弛的僭主比紧绷的僭主更可取,因为他们若有所松弛,杀戮就会减少,施暴与掠夺也会减少;致力于悲剧的僭主不妨比作一位虽身患疾病却在医治自己的医生。因为剧情编排、独唱哀歌、歌队节律以及人物性格的摹仿——这些大部分必然显得高尚——使僭主们脱离冷酷与狂暴,正如服药消除疾病一样。我们切莫将这些视为对安提丰的控告,而应看作是对所有人的劝告,告诫人们不要招惹僭主统治,也不要激怒残暴的性情。
λόγοι δʼ αὐτοῦ δικανικοὶ μὲν πλείους, ἐν οἷς ἡ δεινότης καὶ πᾶν τὸ ἐκ τέχνης ἔγκειται, σοφιστικοὶ δὲ καὶ ἕτεροι μέν, σοφιστικώτερος δὲ ὁ ὑπὲρ τῆς ὁμονοίας, ἐν ᾧ γνωμολογίαι τε λαμπραὶ καὶ φιλόσοφοι σεμνή τε ἀπαγγελία καὶ ἐπηνθισμένη ποιητικοῖς ὀνόμασι καὶ τὰ ἀποτάδην ἑρμηνευόμενα παραπλήσια τῶν πεδίων τοῖς λείοις.6
他的演说辞中法庭讲辞较多,其厉害之处以及一切出自技艺者皆在其中;但也有属于智者派的其他讲辞,其中更具智者色彩的是《论和谐》,其中包含精辟而具哲理的金句、由诗意词汇点缀的庄严措辞,以及如同平原坦荡部分一般顺畅铺叙的长句。
- 1.15.1χρηστὸς μὲν γὰρ προσειρήσθω διὰ τάδε
第三人称单数完成时被动命令语气 προσειρήσθω 表示让步或假定(“不妨称他为……”)。它与后文带有潜在希求语气的 κακὸς δʼ ἂν εἰκότως διὰ τάδε φαίνοιτο 相对照,先确立积极一面的论据,继而引出消极一面的论据。
- 1.15.1τυράννων τετρακοσίων δῆμον ἐπαφῆκε τοῖς Ἀθηναίων πράγμασιν
τυράννων τετρακοσίων δῆμον 属于修辞上的矛盾修饰法(oxymoron),意为“由四百名僭主组成的一群暴徒”。通过说明性或同位性属格将相互对立的 τύραννοι 与 δῆμος 结合,辛辣地讽刺了公元前411年建立的“四百人政权”的寡头专制。
- 1.15.2ῥητορικὴν δὲ τὸν Ἀντιφῶντα οἱ μὲν οὐκ οὖσαν εὑρεῖν, οἱ δʼ εὑρημένην αὐξῆσαι, γενέσθαι τε αὐτὸν οἱ μὲν αὐτομαθῶς σοφόν, οἱ δὲ ἐκ πατρός
此处为间接引语的“对格加不定式”结构,省略了主句动词(如 λέγουσι)。不定式 εὑρεῖν、αὐξῆσαι 和 γενέσθαι 并列,其主语为对格 τὸν Ἀντιφῶντα(及 αὐτόν),而主格的 οἱ μέν... οἱ δέ(“有人……另有人”)则是所省略的言说动词的主语,穿插于不定式分句之中。
- 1.15.2ὡς οὐδὲν οὕτω δεινὸν ἐρούντων ἄχος, ὃ μὴ ἐξελεῖν τῆς γνώμης
ὡς 引导属格绝对结构 ἐρούντων(其未言明的逻辑主语为前来倾诉悲痛之人)。随后的关系从句 ὃ μὴ ἐξελεῖν τῆς γνώμης 中,不定式 ἐξελεῖν 带有间接引语或潜在含义(相当于 ἂν δύναιτο),表示结果或性质(“以至于不能从心中除去的”)。
- 1.15.2καλοῦσι γοῦν δεινοὺς ῥήτορας τοὺς ἱκανῶς μὲν συνιέντας, ἱκανῶς δὲ ἑρμηνεύοντας, οὐκ εὔφημον ἐπωνυμίαν τιθέμενοι τῷ πλεονεκτήματι
δεινοὺς ῥήτορας 为分词短语宾语 τοὺς ἱκανῶς μὲν συνιέντας, ἱκανῶς δὲ ἑρμηνεύοντας 的宾语补足语(述语对格)。δεινός 兼有“高超精通”与“可怕、狡黠凶险”之双重含义,后文“给这项优势加上了一个并不吉利的名称(οὐκ εὔφημον)”正解释了这一用词的贬义倾向。
- 1.15.4τὰ ἀποτάδην ἑρμηνευόμενα παραπλήσια τῶν πεδίων τοῖς λείοις
带有副词 ἀποτάδην(延展、长势不断地)的中性复数分词短语 τὰ ... ἑρμηνευόμενα 指“铺叙流畅、连绵不断的句式(长周期句)”。形容词 παραπλήσια 支配与格 τοῖς λείοις(平坦处),而 τῶν πεδίων 为部分属格(平原中平坦的部分),以平原的开阔顺畅形象地赞赏安提丰文风的流畅。
