← 斐洛斯脱拉德

智者传

§1.11.1

希庇阿斯的惊人记忆力与广博学识及外交成就

记述厄利斯智者希庇阿斯卓越的记忆力、广泛的涉猎与讲论、他在各地的外交活动及作品《特洛伊对话录》,以及他自然丰赡的文风与声誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11.1

Ἱππίας δὲ ὁ σοφιστὴς ὁ Ἠλεῖος τὸ μὲν μνημονικὸν οὕτω τι καὶ γηράσκων ἔρρωτο,1 ὡς καὶ πεντήκοντα ὀνομάτων ἀκούσας ἅπαξ2 ἀπομνημονεύειν αὐτὰ καθʼ ἣν ἤκουσε τάξιν, ἐσήγετο δὲ ἐς τὰς διαλέξεις γεωμετρίαν ἀστρονομίαν μουσικὴν ῥυθμούς, διελέγετο δὲ καὶ περὶ ζωγραφίας καὶ περὶ ἀγαλματοποιίας. ταῦτα ἑτέρωθι, ἐν Λακεδαίμονι δὲ γένη τε διῄει πόλεων καὶ ἀποικίας καὶ ἔργα, ἐπειδὴ οἱ Λακεδαιμόνιοι διὰ τὸ βούλεσθαι ἄρχειν τῇ ἰδέᾳ ταύτῃ ἔχαιρον. ἔστιν δὲ αὐτῷ καὶ Τρωικὸς διάλογος, οὐ λόγος· ὁ Νέστωρ ἐν Τροίᾳ ἁλούσῃ ὑποτίθεται Νεοπτολέμῳ τῷ Ἀχιλλέως, ἃ χρὴ ἐπιτηδεύοντα ἄνδρα ἀγαθὸν φαίνεσθαι.3 πλεῖστα δὲ Ἑλλήνων πρεσβεύσας ὑπὲρ τῆς Ἤλιδος οὐδαμοῦ κατέλυσε τὴν ἑαυτοῦ δόξαν δημηγορῶν τε καὶ διαλεγόμενος, ἀλλὰ καὶ χρήματα πλεῖστα ἐξέλεξε καὶ φυλαῖς ἐνεγράφη πόλεων μικρῶν τε καὶ μειζόνων. παρῆλθε καὶ ἐς τὴν Ἰνυκὸν ὑπὲρ χρημάτων, τὸ δὲ πολίχνιον τοῦτο Σικελικοί εἰσιν,4 οὓς ὁ Πλάτων ἐπισκώπτει. εὐδοκιμῶν δὲ καὶ τὸν ἄλλον χρόνον ἔθελγε τὴν Ἑλλάδα ἐν Ὀλυμπίᾳ λόγοις ποικίλοις καὶ πεφροντισμένοις εὖ. ἑρμήνευε δὲ οὐκ ἐλλιπῶς, ἀλλὰ περιττῶς καὶ κατὰ φύσιν, ἐς ὀλίγα καταφεύγων τῶν ἐκ ποιητικῆς ὀνόματα.

厄利斯人智者希庇阿斯甚至在年老时其记忆力也极为强盛,以至于五十个名字只要听过一次,他便能按照听到的顺序全部记诵出来;他在讲课中引入了几何学、天文学、音乐以及节律学,并且也探讨绘画与雕塑艺术。这些是在别处所讲的内容;但在拉刻代蒙,他则详述各城邦的世系、殖民始末以及业绩,因为拉刻代蒙人出于统治的渴望,格外喜爱这类话题。他还有一部《特洛伊对话录》——而非单人演说——其中涅斯托尔在特洛伊陷落时向阿喀琉斯之子涅奥普托勒摩斯提出建议,阐明应当从事何种操练才能显现为卓越之士。他代表厄利斯出使的次数在希腊人中冠居首位,在面向民众发表演说和论辩时,他也未曾在任何地方折损自己的声誉,反而募集了巨额财富,并被大小城邦载入各部落的名册之中。他甚至为了钱财前往伊纽肯;这座小城镇属于西西里人,也就是柏拉图所讥讽的对象。在其余时间里他同样深享盛誉,在奥林匹亚以内容丰富且精心构思的言辞倾倒了全希腊。他的表达绝非匮乏空疏,而是丰赡自然,极少乞灵于诗歌词藻。

语法注4 条
  1. 1.11.1Ἱππίας δὲ ὁ σοφιστὴς ὁ Ἠλεῖος τὸ μὲν μνημονικὸν οὕτω τι καὶ γηράσκων ἔρρωτο

    句首的主格 Ἱππίας 是主动词 ἔρρωτο(ῥώννυμι 的过去完成时中被动态)的主语,中性短语 τὸ μνημονικόν(记忆力)作限制宾格(关系宾格/accusative of respect)。虽亦可将 τὸ μνημονικόν 视为主语而将 Ἱππίας 视为悬空主格,但后附的阳性单数主格分词 γηράσκων 直接与 Ἱππίας 一致,故以希庇阿斯为主语,译作“在记忆力方面如此强盛”最为自然顺畅。

  2. 1.11.1πεντήκοντα ὀνομάτων ἀκούσας ἅπαξ

    ἀκούσας 为 ἀκούω 的不定过去时主动分词阳性单数主格。作为知觉动词,它支配属格 πεντήκοντα ὀνομάτων(听见五十个名字);而后文出现的 αὐτά 则作为结果从句中不定词 ἀπομνημονεύειν 的直接宾格宾语。

  3. 1.11.1ἃ χρὴ ἐπιτηδεύοντα ἄνδρα ἀγαθὸν φαίνεσθαι

    非人称动词 χρή 所统辖的不定词 φαίνεσθαι 带有隐含的宾格主语,修饰它的状语分词 ἐπιτηδεύοντα 以及表语短语 ἄνδρα ἀγαθόν 均依此采用宾格。关系代词 ἃ 充当分词 ἐπιτηδεύοντα 的直接宾语,整句意为“应当操持何种行为,方能显现为卓越之人”。

  4. 1.11.1τὸ δὲ πολίχνιον τοῦτο Σικελικοί εἰσιν

    此处理解为意义一致(constructio ad sensum):句子的语法主语 τὸ πολίχνιον τοῦτο 是中性单数短语,但系动词 εἰσίν 却采用了复数,并由阳性复数族名 Σικελικοί 作表语(意即“这座小镇即是西西里人/属于西西里人”),将城镇这一地理单位径直视为其居民集体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.11.1