- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.8-8.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼俄斯以不可思议的方式从法庭上凭空消失,使得图密善心神大乱而在其后的庭审中语无伦次;与此同时,在狄开阿尔基亚本已绝望的达米斯与德米特里俄斯面前,他于同日傍晚安然显现。
ὧδε μὲν δὴ τῷ ἀνδρὶ τὰ ἐκ παρασκευῆς εἶχεν, ἐπὶ τελευτῇ δʼ εὗρον τοῦ λόγου τὰ τελευταῖα τοῦ προτέρου τὸ "οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι, "καὶ τὰ πρὸ τούτου ἔτι, ἀφʼ ὧν τοῦτο. ἐπεὶ δὲ ἀπῆλθε τοῦ δικαστηρίου δαιμόνιόν τε καὶ οὐ ῥᾴδιον εἰπεῖν τρόπον, οὐκ ἔπαθεν ὁ τύραννος, ὅπερ οἱ πολλοὶ ᾤοντο· οἱ μὲν γὰρ ᾤοντο αὐτὸν σχέτλια ὑπὲρ τούτου βοήσεσθαι καὶ δίωξιν ποιήσεσθαι τοῦ ἀνδρὸς κηρύξειν τε ἐς τὴν αὑτοῦ πᾶσαν, μηδαμοῦ παριτητέα εἶναί οἱ,1 ὁ δʼ οὐδὲν τούτων, ὥσπερ ἀγωνιζόμενος πρὸς τὴν τῶν πολλῶν δόξαν ἢ ξυνιεὶς λοιπόν, ὅτι μηδὲν ἐπὶ τὸν ἄνδρα οἱ αὔταρκες. εἰ δʼ ὑπερεώρα, ξυμβαλώμεθα τοῖς ἐφεξῆς, φανείη γὰρ ἂν ξυνταραχθεὶς μᾶλλον ἢ καταφρονήσας·2
该人预先准备的辩词便是如此;而在该演说之末,我发现了前文叙述的最后结语,即: “你休想杀我,因我绝非命中注定该死,”以及此句之前引出这番话的诸多原由。当他以一种神奇且难以言表的方式离开法庭时,僭主并没有出现众人所预期的反应;因为众人本以为他会为此发出狂怒的咆哮,对该人发起通缉追捕,并向其全境下令,他不得进入任何地方。但他却全无这些举动,仿佛是要与众人的预料抗衡,抑或是终于领悟到,在面对此人时自己的一切手段皆无能为力。 然而,他是否心怀蔑视,我们不妨从接下来的情事中予以推断,因为他看起来与其说是轻慢不屑,倒不如说是陷入了极大的慌乱。
ἠκροᾶτο μὲν γὰρ ἑτέρας ἐπʼ ἐκείνῃ δίκης, πόλις δʼ ἦν ἀγωνιζομένη πρὸς ἄνδρα ὑπὲρ διαθηκῶν, οἶμαι, διέφευγον δʼ αὐτὸν οὐ μόνον τὰ τῶν δικαζομένων ὀνόματα, ἀλλὰ καὶ ὁ νοῦς τῆς δίκης, ἀνόητοι μὲν γὰρ αἱ ἐρωτήσεις ἦσαν, αἱ δʼ ἀποκρίσεις οὐδʼ ὑπὲρ ὧν ἡ κρίσις· ἃ σφόδρα ἤλεγχε τὸν τύραννον, ὡς ἐξεπέπληκτό τε καὶ ἠπόρει διʼ αὐτὸ μάλιστα τὸ πεπεῖσθαι πρὸς τῶν κολακευόντων, ὅτι μηδὲν ἂν διαφύγοι αὐτόν.
因为在那场审判之后,他又接着审理了另一桩诉讼——我想是一个城邦在与某个人争夺遗嘱事项——,但逃过他注意的不仅是诉讼当事人的名字,甚至还有案情本身的要旨;因为他的提问荒唐无理,其裁决更全然不在需要评判的争端范围之内。这些表现极有力地证明了这位僭主是何等震惊失措与困惑不解,而这尤其源于他曾深信谄媚者之言,以为任何事情都不可能瞒过自己。
οὕτω τὸν τύραννον διαθεὶς καὶ παίγνιον τῆς ἑαυτοῦ φιλοσοφίας ἀποφήνας τὸν Ἕλλησί τε καὶ βαρβάροις φοβερὸν πᾶσι πρὸ μεσημβρίας μὲν ἀπῆλθε τοῦ δικαστηρίου, περὶ δείλην δʼ ἐν Δικαιαρχίᾳ ἐφάνη Δημητρίῳ τε καὶ Δάμιδι, καὶ τοῦτʼ ἄρʼ ἦν τὸ παρακελεύσασθαι αὐτὸν τῷ Δάμιδι μὴ περιμείναντι τὴν ἀπολογίαν πεζεῦσαι ἐς Δικαιαρχίαν· τὰ μὲν γὰρ βεβουλευμένα οὐ προὔλεγε, τὸν δʼ ἑαυτῷ ἐπιτηδειότατον ἐκέλευε πράττειν, ἃ τοῖς βεβουλευμένοις εἵπετο.
他就这样摆布了这位僭主,使全希腊人和异族人所畏惧的君王成了自己哲学的玩物,随后在正午前离开了法庭,并于黄昏时分在狄开阿尔基亚显现在德米特里俄斯与达米斯面前。这正是他当初嘱咐达米斯不必等待辩词而徒步前往狄开阿尔基亚的缘由所在;因为他不曾预先透露所谋之事,却吩咐最亲近自己的随从去践行顺应这些谋划的行动。
ἐτύγχανε μὲν δὴ ὁ Δάμις τῆς προτεραίας ἀφιγμένος καὶ τῷ Δημητρίῳ ξυγγεγονὼς ὑπὲρ τῶν πρὸ τῆς δίκης, ὁ δʼ εὐλαβέστερον ἢ τὸν ὑπὲρ Ἀπολλωνίου ἀκροώμενον εἰκὸς διατεθεὶς ἦν ὑφʼ ὧν ἤκουσε, καὶ πάλιν τῆς ὑστεραίας ὑπὲρ τῶν αὐτῶν ἠρώτα, ξυναλύων αὐτῷ παρὰ τὴν θάλατταν, ἐν ᾗ τὰ περὶ τὴν Καλυψὼ μυθεύματα· ἀπεγίγνωσκον μὲν γὰρ ὡς οὐχ ἥξοντος,3 ἐπειδὴ τὰ τῆς τυραννίδος χαλεπὰ ἦν πᾶσι, τὰ δʼ ὑπʼ αὐτοῦ προσταττόμενα ἐτίμων διὰ τὴν φύσιν τοῦ ἀνδρός. ἀπειπόντες οὖν ἐκάθηντο ἐς τὸ νύμφαιον, ἐν ᾧ ὁ πίθος, λευκοῦ δʼ οὗτός ἐστι λίθου ξυνέχων πηγὴν ὕδατος οὔθʼ ὑπερβάλλουσαν τοῦ στομίου οὔτʼ, εἴ τις ἀπαντλοίη, ὑποδιδοῦσαν. διαλεχθέντες δʼ ὑπὲρ τῆς φύσεως τοῦ ὕδατος οὐ μάλα ἐσπουδακότως διὰ τὴν ἐπὶ τῷ ἀνδρὶ ἀθυμίαν ἐπανῆγον τὸν λόγον ἐς τὰ πρὸ τῆς δίκης.
达米斯恰巧在前一日抵达,并与德米特里俄斯会面商讨了审判前的事态;后者因所听闻的一切而陷入了比听闻阿波罗尼俄斯之事者理应抱有的更为深重的担忧之中。次日,当他与达米斯一同漫步在有着卡吕普索传说的海滨时,他又重新就相同的事宜询问不休。因为鉴于僭主暴政的严酷对所有人皆是难以承受的灾厄,他们已然绝望,认定他不会到来,但出于对那人格的敬仰,仍严守着他所吩咐的事项。于是在灰心丧气之中,他们坐进了那座水仙神殿,殿中有一水槽,乃用白石所制,蓄有一处泉水,既不溢出边缘,即使有人从中汲水亦不见缩减。由于对那人的忧伤沮丧,他们毫无热意地谈论了一阵这泉水的特性之后,便又把话题重新引回到了审判前的情形上。
- 8.8μηδαμοῦ παριτητέα εἶναί οἱ
此处为动词性形容词中性复数(παριτητέα,源自 πάρειμι[εἶμι]“进入、前往”)构成的非人称表达,在间接引语中作 κηρύξειν 的宾语补足小句。与格 οἱ 为行为主体与格(指阿波罗尼俄斯),意为“他不得进入任何地方”。
- 8.8φανείη γὰρ ἂν ξυνταραχθεὶς μᾶλλον ἢ καταφρονήσας
由 ἄν 搭配希求语气(φανείη ἄν,表推测潜能)与动词 φαίνομαι 统领的补充连带分词(ξυνταραχθείς 和 καταφρονήσας)结合构成的句式,表示“人们很可能会看出他其实是惊慌失措而非轻视不屑”。
- 8.11ἀπεγίγνωσκον μὲν γὰρ ὡς οὐχ ἥξοντος
带 ὡς 的属格独立结构(genitive absolute),用以明确表达主句主语(达米斯与德米特里俄斯)的主观认知与预期(“他们心想他绝不会再回来了,因而感到绝望”)。
