← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§8.12

向门徒证实生还并叙述审判经过

阿波罗尼俄斯在狄开阿尔基亚的水仙神殿活生生地显现在沮丧的达米斯与德米特里俄斯面前,二人通过触摸确信了他的归来。阿波罗尼俄斯告知他们自己当天便已获胜并神速赶来,随后一边陪同他们步行进城,一边详述了法庭审判的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.12

ἀνολοφυραμένου δὲ τοῦ Δάμιδος καί τι καὶ τοιοῦτον εἰπόντος ἆρʼ ὀψόμεθά ποτε, ὦ θεοί, τὸν καλόν τε καὶ ἀγαθὸν ἑταῖρον; ἀκούσας ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ καὶ ἐφεστὼς ἤδη τῷ νυμφαίῳ ἐτύγχανεν, ὄψεσθε, εἶπε μᾶλλον δὲ ἑωράκατε. ζῶντα; ἔφη ὁ Δημήτριος εἰ δὲ τεθνεῶτα, οὔπω πεπαύμεθα ἐπὶ σοὶ κλάοντες. προτείνας οὖν ὁ Ἀπολλώνιος τὴν χεῖρα λαβοῦ μου, ἔφη κἂν μὲν διαφύγω σε, εἴδωλόν εἰμί σοι ἐκ Φερσεφάττης ἧκον, οἷα φαίνουσιν οἱ χθόνιοι θεοὶ τοῖς ἀθυμοτέροις τὰ πένθη, εἰ δὲ ὑπομείναιμι ἁπτόμενον,1 πεῖθε καὶ Δάμιν ζῆν τέ με καὶ μὴ ἀποβεβληκέναι τὸ σῶμα. οὐκέθʼ οἷοι ἀπιστεῖν ἦσαν, ἀλλʼ ἀναστάντες ἐξεκρέμαντο τοῦ ἀνδρὸς καὶ ἠσπάζοντο ὑπέρ τε τῆς ἀπολογίας ἠρώτων· ὁ μὲν γὰρ Δημήτριος οὐδʼ ἀπολελογῆσθαι αὐτόν, ἀπολέσθαι γὰρ ἂν καὶ μὴ ἀδικοῦντα, Δάμις δʼ ἀπολελογῆσθαι μέν, θᾶττον δʼ ἴσως, οὐ γὰρ ἐπʼ ἐκείνης γε τῆς ἡμέρας ᾤετο.2 ὁ δʼ Ἀπολλώνιος ἀπολελόγημαι, ἔφη ὦ ἄνδρες, καὶ νικῶμεν, γέγονε δέ μοι τὰ τῆς ἀπολογίας τήμερον οὐ πρὸ πολλοῦ τῆς ἡμέρας, προῄει γὰρ ἤδη ἐς μεσημβρίαν. πῶς οὖν ἔφη ὁ Δημήτριος τοσήνδε ὁδὸν ἐν σμικρῷ τῆς ἡμέρας ἤνυσας; καὶ ὁ Ἀπολλώνιος πλὴν κριοῦ ἔφη καὶ πτερῶν κηροῦ ξυγκειμένων3 πάντα οἴου, θεὸν ἐπιγράφων τῇ πομπῇ ταύτῃ. πανταχοῦ μὲν ἦ δʼ ὁ Δημήτριος τῶν σῶν ἔργων τε καὶ λόγων θεὸν ἀεί τινα προορᾶν ἡγοῦμαι, παρʼ οὗ τὰ σὰ οὕτως ἔχει, τὴν δʼ ἀπολογίαν, ἥ τις γέγονε καὶ ἅττα ἡ κατηγορία εἶχε καὶ τὸ τοῦ δικάζοντος ἦθος καὶ ὅ τι ἤρετο καὶ ὅτῳ ξυγκατέθετο ἢ ὅτῳ μή, λέγε ὁμοῦ πάντα, ἵνα καὶ Τελεσίνῳ ἕκαστα φράζοιμι, οὐ γὰρ ἀνήσει ἐρωτῶν τὰ σά, ὅς γε καὶ πρὸ πεντεκαίδεκα ἴσως ἡμερῶν ἐμοὶ ξυμπίνων ἐν Ἀνθίῳ κατέδαρθε μὲν ἐπὶ τῆς τραπέζης, μεσούσης δʼ αὐτῷ τῆς κύλικος ἔδοξεν ὄναρ πῦρ ἐν τῇ γῇ πελαγίσαν τοὺς μὲν ἀπολαμβάνειν τῶν ἀνθρώπων, τοὺς δὲ φθάνειν ὑποφεύγοντας, καὶ γὰρ δὴ καὶ ῥεῖν αὐτὸ παραπλησίως τῷ ὕδατι, σὲ δʼ οὐχ ὅπερ οἱ πολλοὶ παθεῖν, ἀλλὰ διανεῦσαι αὐτοῦ σχισθέντος. ἐπὶ δὲ τῷ ἐνυπνίῳ τούτῳ θεοῖς εὐξυμβόλοις ἔσπεισεν ἐμοί τε παρεκελεύσατο ὑπὲρ σοῦ θαρρεῖν. καὶ ὁ Ἀπολλώνιος οὐ θαυμάζω Τελεσῖνον εἶπεν ὑπερκαθεύδοντα, καὶ γὰρ δὴ καὶ ὑπερεγρήγορέ μου πάλαι, τὰ δʼ ὑπὲρ τῆς δίκης πεύσεσθε μέν, οὐ μὴν ἐνταῦθα, δείλη τε γὰρ ἱκανῶς ἤδη καὶ βαδίζειν ὥρα ἐς ἄστυ, ἡδίους δʼ οἱ καθʼ ὁδὸν λόγοι παραπέμψαι βαδίζοντας. ἴωμεν οὖν διαλαλοῦντες ὑπὲρ ὧν ἐρωτᾶτε, λέξω δὲ τὰ τήμερον δήπου ἐν τῷ δικαστηρίῳ πραχθέντα. τὰ γὰρ πρὸ τῆς κρίσεως ἄμφω ἴστε, σὺ μὲν παρατυχών, σὺ δʼ ἠκροαμένος, οἶμαι, τούτου, μὰ Δία, οὐχ ἅπαξ, ἀλλὰ καὶ πάλιν, εἰ μὴ ἐκλέλησμαι Δημητρίου, ἃ δʼ οὔπω ἴστε, δίειμι, διείρων ἀπὸ τῆς προρρήσεως καὶ τοῦ γυμνὸς ἐσελθεῖν.4 διῄει δὲ καὶ τοὺς ἑαυτοῦ λόγους καὶ ἐπὶ πᾶσι τὸ οὐ γάρ με κτενέεις καὶ τὸ ἀπελθεῖν τῆς κρίσεως, ὡς ἀπῆλθε.

当达米斯哀叹着并说出这般话时: “神明啊,我们何时才能再次见到我们那高尚而良善的同伴呢?” 阿波罗尼俄斯听到了——因为他恰巧已经伫立在那座水仙神殿旁——便说道: “你们会见到的,或者说,你们已经见到了。” 德米特里俄斯说道: “是活着的吗?若是死者,我们还未曾停止为你哭泣。” 于是阿波罗尼俄斯伸出手,说道: “抓住我;如果我从你手中溜走,那我便是来自珀耳塞福涅身旁的幻影,如同幽冥诸神向那些深陷悲伤而极度沮丧之人所展现的那样;但如果我经得起你的触摸,便让达米斯也相信我还活着,且并未抛弃肉躯。” 他们再也不能不信了,纷纷起身紧抱住那人,拥抱致意,并询问起辩护之事。因为德米特里俄斯原以为他甚至根本没有进行辩护,以为他即便无辜也会遭害;而达米斯则认为他确实辩护了,但或许是在更早的时候,因为他无论如何也想不到竟会是在当天。阿波罗尼俄斯说道: “我已经辩护完毕了,诸位朋友,而且我们得胜了;我的辩护审理就在今日,在这一天里不算太久之前,因为当时天色已渐近正午了。” 德米特里俄斯问道: “那么,您是如何在这一天的短短时间内走完如此漫长之路的呢?” 阿波罗尼俄斯回答说: “除了公羊和以蜡粘合的羽翼之外,你尽可以设想任何事,只要将这场运送归于某位神明即可。” 德米特里俄斯说道: “在你的言行举止之中,我始终相信有某位神明在一路照看,你的境遇由此才得以如此。但请把辩护的详情原原本本地告诉我们:那是怎样的情形、控词包含了什么、审判者的性情如何、他问了什么、同意了什么抑或拒绝了什么,以便我也能将每件事都讲给特勒西努斯听;因为他绝不会停止打听你的事,大约十五天前他在安提乌姆与我共饮时,曾在桌上睡去,在酒杯饮至一半时做了一个梦:大地上烈火如汪洋般蔓延,困住了一部分人,又追上那些仓皇逃窜之人——因为那烈火奔流恰似流水一般——,而你却未曾遭受众人的下场,反而在烈火裂开之处游渡了过去。因着这个梦,他向预兆吉祥的诸神奠酒,并嘱咐我要对你心怀宽慰。” 阿波罗尼俄斯说道: “特勒西努斯会为〔我〕入睡,我并不感到惊奇,因为他很早以来就一直为我格外警醒守护。至于那场审判的情形,你们固然会知晓,却不在于此处;因为此刻黄昏已深,该是步行进城的时候了,而途中的交谈能让行路者走得更为快意。因此,让我们一边走一边谈论你们所询问的事吧,我自会讲述今日在法庭上所发生的一切。因为在审判之前的事你们二人都已知晓——一位是亲身在场,而另一位,我想是听他讲起过,凭宙斯起誓,绝不仅一次,而是再三听闻,除非我认错了德米特里俄斯;而你们尚且不知的事,我将从最初的宣示和赤身入庭起,一一娓娓道来。” 接着,他讲述了自己的辩词,以及在这一切之末所说的: “你休想杀我,”还有他离开审判的情形,正如他实际离开的那样。

语法注4 条
  1. 8.12εἰ δὲ ὑπομείναιμι ἁπτόμενον

    动词 ὑπομένω 意为“承受、经受”,分词 ἁπτόμενον 为现在分词阳性单数宾格,在此处作实质词,指代伸出手触摸者(德米特里俄斯),即“如果我承受得住你的触摸(即不曾溜走、任由触碰)”。希求法 ὑπομείναιμι 与前半句的 κἂν μὲν διαφύγω σε 形成对应,表谨慎的假设语气。

  2. 8.12ὁ μὲν γὰρ Δημήτριος οὐδʼ ἀπολελογῆσθαι αὐτόν, ἀπολέσθαι γὰρ ἂν καὶ μὴ ἀδικοῦντα, Δάμις δʼ ἀπολελογῆσθαι μέν, θᾶττον δʼ ἴσως, οὐ γὰρ ἐπʼ ἐκείνης γε τῆς ἡμέρας ᾤετο.

    短语 οὐδʼ ἀπολελογῆσθαι αὐτόν 统摄于句末出现的动词 ᾤετο,构成间接引语的带不定词宾格结构,即德米特里俄斯认为他甚至根本没能进行申辩。ἀπολέσθαι ἂν 表示非真实条件句的归结:“因为即便他无辜也必已被害”。

  3. 8.12πλὴν κριοῦ καὶ πτερῶν κηροῦ ξυγκειμένων

    化用了希腊神话中借物飞行的典故:πλὴν κριοῦ 指载着佛里克索斯和赫勒的金羊毛公羊,πτερῶν κηροῦ ξυγκειμένων 则指代代达罗斯与伊卡洛斯用蜡粘合的羽翼。阿波罗尼俄斯以此排除具象的神话飞具,表明此乃出于神意之神迹转移。

  4. 8.12διείρων ἀπὸ τῆς προρρήσεως καὶ τοῦ γυμνὸς ἐσελθεῖν

    分词 διείρων(顺次串讲、细细道来)统辖介词 ἀπό,其后并列了名词 τῆς προρρήσεως 和冠词不定词短语 τοῦ γυμνὸς ἐσελθεῖν。形容词 γυμνός 保持主格,是因为不定词的逻辑主语与主句主语(说话者自身)一致,作表语性主格。“从最初的宣示以及赤身入庭的经过开始顺次道来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.12