- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.7#9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯通过论证人面对死亡的情感使人牲占卜失效来反驳谋反控告,继而针对欧弗拉忒斯的诽谤申明命运与必然性的不可抗拒,并劝诫图密善皇帝停止流放与杀戮。
τῷ πηλώδει ἐπιπολάζοντος.1 τί οὖν, ὦ βασιλεῦ, τῆς μιαιφονίας ἔργον, εἰ ἄσημα τὰ ἱερὰ ἔσται; ἄσημα δʼ αὐτὰ ἡ ἀνθρωπεία φύσις ἐργάζεται ξυνιεῖσα τοῦ θανάτου καὶ αὐτοὶ οἱ ἀποθνήσκοντες, οἱ μὲν γὰρ εὔψυχοι ξὺν ὀργῇ τελευτῶσιν, οἱ δʼ ἀθυμότεροι ξὺν δέει. ἔνθεν ἡ τέχνη παρὰ τοῖς οὐκ ἀνεπιστήμοσι βαρβάροις χιμαίρας μὲν καὶ ἄρνας ἐπαινεῖ σφάττειν, ἐπειδὴ εὐήθη τὰ ζῷα καὶ οὐ πόρρω ἀναισθήτων, ἀλεκτρυόνας δὲ καὶ σῦς καὶ ταύρους, ἐπειδὴ θυμοειδῆ ταῦτα, οὐκ ἀξιοῖ τῶν ἑαυτῆς ἀπορρήτων. ξυνίημι, ὦ βασιλεῦ, παροξύνων τὸν κατήγορον, ἐπειδὴ σοφώτερόν σε ἀκροατὴν εἴργασμαι, καί μοι δοκεῖς καὶ προσέχειν τῷ λόγῳ· εἰ δὲ μὴ σαφῶς τι αὐτοῦ φράζοιμι, ξυγχωρῶ σοι ἐρωτᾶν με. εἴρηταί μοι τὰ πρὸς τὴν τοῦ Αἰγυπτίου γραφήν· ἐπεὶ δʼ, οἶμαι, χρὴ μηδὲ τὰς Εὐφράτου διαβολὰς ὑπερορᾶσθαι, σύ, ὦ βασιλεῦ, δικάζοις, ὁπότερος ἡμῶν φιλοσοφεῖ μᾶλλον· οὐκοῦν ὁ μὲν ἀγωνίζεται μὴ τἀληθῆ περὶ ἐμοῦ λέγειν, ἐγὼ δʼ οὐκ ἀξιῶ, καὶ ὁ μέν σε ἡγεῖται δεσπότην, ἐγὼ δʼ ἄρχοντα, καὶ ὁ μὲν ξίφος ἐπʼ ἐμέ σοι δίδωσιν, ἐγὼ δὲ λόγον. ἀλλʼ ὑπὲρ ὧν γε διαβέβληκεν, οἱ λόγοι εἰσίν, οὓς ἐν Ἰωνίᾳ εἶπον, φησὶ δʼ αὐτοὺς οὐκ ἐς τὸ σοὶ ξυμφέρον ὑπʼ ἐμοῦ εἰρῆσθαι. καίτοι τὰ μὲν λεχθέντα ἦν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης, παράδειγμα δʼ ἐγίγνετό μοι τοῦ λόγου τὰ τῶν βασιλέων πράγματα, ἐπειδὴ μέγιστα τῶν ἀνθρωπείων δοκεῖ τὰ ὑμέτερα, Μοιρῶν τε ἰσχὺν ἐφιλοσόφουν καὶ τὸ οὕτως ἄτρεπτα εἶναι, ἃ κλώθουσιν, ὡς, εἰ καὶ βασιλείαν τῳ ψηφίσαιντο ἑτέρῳ δὴ ὑπάρχουσαν, ὁ δʼ ἀποκτείνειε τοῦτον, ὡς μὴ ἀφαιρεθείη ποτὲ ὑπʼ αὐτοῦ τὸ ἄρχειν, κἂν ἀναβιοίη ὁ ἀποθανὼν ὑπὲρ τῶν δοξάντων ταῖς Μοίραις. τὰς γὰρ ὑπερβολὰς τῶν λόγων ἐσαγόμεθα διὰ τοὺς τοῖς πιθανοῖς ἀπειθοῦντας, ὥσπερ ἂν εἰ καὶ τοιόνδε ἔλεγον· ὅτῳ πέπρωται γενέσθαι τεκτονικῷ, οὗτος, κἂν ἀποκοπῇ τὼ χεῖρε, τεκτονικὸς ἔσται, καὶ ὅτῳ νίκην ἐν Ὀλυμπίᾳ δρόμου ἄρασθαι, οὗτος, οὐδʼ εἰ πηρωθείη τὸ σκέλος, ἁμαρτήσεται τῆς νίκης, καὶ ὅτῳ ἔνευσαν Μοῖραι τὸ ἐν τοξείᾳ κράτος, οὗτος, οὐδʼ εἰ ἀποβάλοι τὰς ὄψεις, ἐκπεσεῖται τοῦ σκοποῦ τὰ δὲ τῶν βασιλέων ἔλεγον ἐς τοὺς Ἀκρισίους δήπου ὁρῶν καὶ τοὺς Λαίους Ἀστυάγη τε τὸν Μῆδον καὶ πολλοὺς ἑτέρους εὖ τίθεσθαι τὰ αὑτῶν ἐν ἀρχῇ δόξαντας, ὧν οἱ μὲν παῖδας, οἱ δὲ ἐκγόνους ἀποκτείνειν οἰηθέντες ἀφῃρέθησαν ὑπʼ αὐτῶν τὸ βασιλεύειν2 ἀναφύντων ἐξ ἀφανοῦς ξὺν τῷ πεπρωμένῳ. καὶ εἰ μὲν ἠγάπων κολακευτικήν, εἶπον ἂν καὶ τὰ σὰ ἐντεθυμῆσθαι, ὅτε ἀπείληψο μὲν ὑπὸ Βιτελίου ἐνταῦθα, κατεπίμπρατο δὲ ὁ νεὼς τοῦ Διὸς περὶ τὰς ὀφρῦς τοῦ ἄστεος, ὁ δʼ εὖ κείσεσθαι τὸ ἑαυτοῦ ἔφασκεν, εἰ μὴ διαφύγοις αὐτόν — καίτοι μειράκιον ἱκανῶς ἦσθα καὶ οὔπω οὗτος — ἀλλʼ ὅμως, ἐπειδὴ Μοίραις ἐδόκει ἕτερα, ὁ μὲν ἀπώλετο αὐταῖς βουλαῖς, σὺ δὲ τἀκείνου νῦν ἔχεις. ἐπεὶ δʼ ἁρμονίᾳ κολακευτικῇ ἄχθομαι, δοκεῖ γάρ μοι τῶν ἐκρύθμων τε καὶ οὐκ εὐφθόγγων εἶναι, τεμνέσθω μοι ἥδε ἡ νευρὰ καὶ μηδὲν ἡγοῦ τῶν σῶν ἐντεθυμῆσθαί με, ἀλλὰ διειλέχθαι μόνα τὰ ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης, ταυτὶ γάρ φησιν εἰρῆσθαί μοι ἐπὶ σέ. καίτοι τὸν λόγον τοῦτον ἀνέχονται μὲν καὶ οἱ πολλοὶ τῶν θεῶν, οὐκ ἄχθεται δὲ οὐδὲ ὁ Ζεὺς ἀκούων καὶ ταῦτα τῶν ποιητῶν ἐν τοῖς Λυκίοις λόγοις "ᾤμοι ἐγών, ὅτε μοι Σαρπηδόνα "καὶ τοιαῦτʼ ἐς αὐτὸν ᾀδόντων, ἐν οἷς τοῦ υἱέος ἐξίστασθαί φησι ταῖς Μοίραις, λεγόντων τε αὖ ἐν ψυχοστασίᾳ, ὅτι Μίνω τὸν ἀδελφὸν τοῦ Σαρπηδόνος ἀποθανόντα χρυσῷ μὲν σκήπτρῳ ἐτίμησε καὶ δικάζειν ἔταξεν ἐν τῇ τοῦ Αἰδωνέως ἀγορᾷ, Μοιρῶν δʼ οὐ παρῃτήσατο. σὺ δʼ, ὦ βασιλεῦ, τοῦ χάριν ἄχθῃ τῷ λόγῳ, θεῶν καρτερούντων αὐτόν, οἷς πέπηγεν ἀεὶ τὰ πράγματα, καὶ μὴ ἀποκτεινόντων τοὺς ποιητὰς ἐπʼ αὐτῷ; προσήκει γὰρ ταῖς Μοίραις ἕπεσθαι καὶ πρὸς τὰς μεταβολὰς τῶν πραγμάτων μὴ χαλεποὺς εἶναι, Σοφοκλεῖ τε μὴ ἀπιστεῖν "μόνοις οὐ γίγνεται θεοῖσι γῆρας, οὐδὲ μὴν θανεῖν ποτε, τὰ δʼ ἄλλα συγχεῖ πάνθʼ ὁ παγκρατὴς χρόνος, "ἄριστα δὴ ἀνθρώπων λέγοντι. ἐγκύκλιοι γὰρ αἱ κατʼ ἀνθρώπους εὐπραγίαι καὶ ἐφήμερον, ὦ βασιλεῦ, τὸ τοῦ ὄλβου μῆκος· τἀμὰ οὗτος καὶ τὰ τούτου ἕτερος καὶ ὁ δεῖνα τὰ τοῦ δεῖνος ἔχων οὐκ ἔχει.3 ταῦτʼ ἐννοῶν, ὦ βασιλεῦ, παῦε μὲν φυγάς, παῦε δʼ αἷμα, καὶ φιλοσοφίᾳ μὲν ὅ τι βούλει χρῶ, ἀπαθὴς γὰρ ἥ γε ἀληθής, δάκρυα δὲ ἀνθρώπων ἀφαίρει, ὡς νῦν γε ἠχὼ μυρία μὲν ἐκ θαλάττης, πολλῷ δὲ πλείων ἐξ ἠπείρων φοιτᾷ θρηνούντων, ὅ τι ἑκάστῳ θρήνου ἄξιον. τὰ δὲ ἐντεῦθεν φυόμενα πλείω ὄντα ἢ ἀριθμεῖσθαι ταῖς τῶν συκοφαντῶν γλώτταις ἀνῆπται διαβαλλόντων σοί τε πάντας καὶ σέ, ὦ βασιλεῦ, πᾶσιν.
……并且浮在泥泞的沉渣之上。因此,王啊,如果牺牲不显现任何征兆,这残害生灵之举又有何意义呢?而人类的天性本身,因理解死亡便使这些内脏变得毫无征兆,濒死者自身也是如此;因为勇敢的人在愤怒中死去,而沮丧的人则在恐惧中丧生。因此,在那些并非不谙此道的异族人中,他们的占卜技艺称赞宰杀母山羊和羔羊,因为这些动物性情驯良,与无知无觉者相差无几;但公鸡、猪和公牛,由于它们具有激烈的性情,便被认为不配参与其秘仪。王啊,我明白我正在激怒控告者,因为我已经使您成为一位更有智慧的听众,而且在我看来您似乎也正倾听我的陈词;如果我的话有任何不够明确之处,我允许您向我提问。我对那埃及人的诉状的反驳已经陈述完毕;但我想,欧弗拉忒斯的诽谤亦不可等闲视之,因此,王啊,请您来裁决我们二人究竟谁更深谙哲学:因为他极力企图对我捏造谎言,而我不屑于此;他把您视为主子,而我把您视为统治者;他给您一把斩杀我的利剑,而我给您一条论理。然而,关于他所诽谤的事情,其实是我在爱奥尼亚发表的演讲,他说这些言论是我为了对您不利而发表的。然而,所言之事是关于命运女神们与必然性的,而君王们的行事之所以成为我论述的范例,是因为在人类的诸事中,属于你们的事务被认为是最重大的;我从哲学上论证了命运女神的力量,以及她们所纺织的事物是何等不可改变,以至于如果她们判定将王位赐予某人,即便王位实际上已属于另一人,而后者若为了防止统治权被其夺走而将其杀害,为了命运女神们的旨意,死者甚至会死而复生。因为我们之所以在言辞中采用夸张,是为了应对那些不服从合理论据的人,正如我若是说了这样的话:凡注定成为木匠者,即便双臂被砍断,他仍将成为木匠;凡注定在奥林匹亚跑步比赛中赢得胜利者,即便腿部致残,也不会失去胜利;凡命运女神允诺其在箭术中折桂者,即便双目失明,亦不会偏离目标。但我之所以谈及君王们的事,自然是着眼于阿克里西俄斯们、拉伊俄斯们、米底人阿斯图阿格斯以及许多起初看似妥善安置了自身利益的人,他们以为杀死了自己的子孙,结果却被那些同定数一起从默默无闻中崛起的人夺走了王权。如果我贪图谄媚,我本可以说我也曾把您的处境铭记在心——当时您在这里被维特里乌斯围困,城头上的朱庇特神庙烈火熊熊,而他声称只要您未能逃脱,他自己的地位便会稳固(尽管当时您尚且十分年轻,还不是如今的这位君主);然而,由于命运女神们做出了不同的裁决,他连同自己的计策一并丧命,而您如今掌握着他曾拥有的一切。但既然我对谄媚的音调深感厌恶——因为在我看来它属于不合节拍且刺耳的声音——,那就让我斩断这根琴弦吧,请您绝不要认为我曾挂念过您的任何私事,而仅仅讨论了关于命运女神们与必然性的道理;因为他声称我说这些话是针对您的。然而,对于这种论调,甚至大多数神明都能容忍,宙斯自己在听到诗人们在吕基亚的传说中对他唱道:‘哀哉我身,当萨耳珀冬……’以及类似赞歌(在其中他表示将自己的儿子让给命运女神们)时,也并未动怒;当诗人们又在《灵魂的称量》中说到,萨耳珀冬的兄弟弥诺斯死去时,〔宙斯〕赐予黄金权杖加以荣耀,并命他在冥王艾多纽斯的广场上行使审判,但并未为他向命运女神们求情免死时,他也同样并未动怒。那么,王啊,既然万事永恒不变的神明都能忍受这种言论,并且未曾因此处死诗人们,您又为何要因这番话而心生恼怒呢?顺从命运女神们,不对世事的变迁怀恨在心,才是合宜的;正如不应怀疑人类中言论最为卓越的索福克勒斯所说:‘唯独诸神不老,亦永无死亡,全能的时间却将其他一切摧毁。’因为人世间的荣华是流转循环的,王啊,福乐的长久不过是转瞬即逝;此人拥有曾属于我的东西,另一人拥有曾属于他的东西,某人虽占有着某人的东西,却并非真正占有。王啊,念及这些,请停止流放,请停止流血;对于哲学,尽可随您的心意去对待,因为真正的哲学本是免于受难的;但请消除人间的泪水,因为正如眼下的情景,来自大海的无数哀叹,以及来自大陆的远为众多的悲泣四处回荡,各自哭诉着值得哭诉的遭遇。而由此滋生出的多得不可胜数的祸患,皆系于那些密告者的舌头,他们在您面前诽谤所有人,王啊,又在所有人面前诽谤您。
- 8.7τῷ πηλώδει ἐπιπολάζοντος
承接上一语言块末尾的属格独立结构(ὑποτρέχοντος φύσει τὸν περὶ αὐτὸ ὑμένα...)的分词短语。其逻辑主语是前文的 τὸ καθαρὸν τοῦ αἵματος(纯净的血液),描述血液潜流于肝脏周围的薄膜之下,并漂浮在泥泞的沉渣(τῷ πηλώδει)之上。
- 8.7ἀφῃρέθησαν ὑπʼ αὐτῶν τὸ βασιλεύειν
动词 ἀφαιρέω 在主动语态中要求双宾格(剥夺某人的某物)。此处为被动语态 ἀφῃρέθησαν,被剥夺者(指代先行词 ὧν 的主语 οἱ μέν... οἱ δέ...)转为主格,而被剥夺的事物(τὸ βασιλεύειν,即统治权)则作为保留宾格继续以宾格形式出现。
- 8.7ἔχων οὐκ ἔχει
字面意为“虽拥有却并未拥有”。这是一个修辞上的吊诡表达,将分词 ἔχων(表示让步或表面的占有)与主动词 οὐκ ἔχει 相对照,意指世间的权势与财富只是暂时的经手,并非真正永恒的占有。
