- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.7#8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼乌斯借助证人证实了案发当晚自己在照料病友菲利斯科斯的不在场证明,继而从医学与生理学机理阐述了为何人牲根本不适合用于内脏占卜。
καὶ σύ, βέλτιστε βασιλέων, ἐπεχωρίαζες, ἀλλʼ οὐκ ἂν εἴποις θῦσαι τοιαῦτα, καὶ ὁ συκοφάντης,1 ἀλλʼ οὐχ ὁμολογήσει τὰ τῶν ἀνδροφόνων πράττειν, εἰ κατὰ τὴν Ῥώμην διῃτᾶτο, καὶ μυριάδες ἀνθρώπων, ἃς βέλτιον ξενηλατεῖν ἢ ὑπάγειν γραφαῖς, ἐν αἷς τεκμήριον ἀδικημάτων ἔσται τὸ ἐνταῦθα εἶναι. καίτοι τὸ ἐς τὴν Ῥώμην ἥκειν καὶ παραιτεῖται τάχα τῆς τοῦ νεώτερα πράττειν δοκεῖν αἰτίας, τὸ γὰρ ἐν πόλει ζῆν, ἐν ᾗ πάντες μὲν ὀφθαλμοί, πᾶσα δὲ ἀκρόασις ὄντων τε καὶ οὐκ ὄντων, οὐ ξυγχωρεῖ νεωτέρων ἅπτεσθαι τοῖς γε μὴ λίαν θανατῶσι, τοὺς δʼ εὐλαβεστέρους τε καὶ σώφρονας βραδέως ἄγει καὶ ἐφʼ ἃ ἔξεστι. τί οὖν, ὦ συκοφάντα, κατὰ τὴν νύκτα ἐκείνην ἔπραττον; εἰ μὲν ὡς σεαυτὸν ἐρωτᾷς, ἐπειδὴ καὶ σὺ ἐρωτᾶν ἥκεις, ἀγῶνας ἡτοίμαζον καὶ κατηγορίας ἐπʼ ἄνδρας χρηστοὺς καὶ ἀπολέσαι τοὺς οὐκ ἀδικοῦντας καὶ πεῖσαι τὸν βασιλέα μὴ ἀληθῆ λέγων, ἵνʼ ἐγὼ μὲν εὐδοκιμοίην, μιαίνοιτο δὲ οὗτος, εἰ δʼ ὡς φιλοσόφου πυνθάνῃ, τὸν Δημοκρίτου ἐπῄνουν γέλωτα, ὃν ἐς πάντα τὰ τῶν ἀνθρώπων γελᾷ, εἰ δʼ ὡς ἐμοῦ, Φιλίσκος ὁ Μηλιεὺς ἐτῶν ξυμφιλοσοφήσας ἐμοὶ τεττάρων ἐνόσει τότε, καὶ παρʼ αὐτῷ ἀπεκάθευδον οὕτω διακειμένῳ χαλεπῶς, ὡς καὶ ἀποθανεῖν ὑπὸ τῆς νόσου. καίτοι πολλὰς ἂν ηὐξάμην ἴυγγας2 ὑπὲρ τῆς ἐκείνου ψυχῆς γενέσθαι μοι, καί, νὴ Δίʼ, εἴ τινες Ὀρφέως εἰσὶν ὑπὲρ τῶν ἀποθανόντων μελῳδίαι, μηδʼ ἐκείνας ἀγνοῆσαι, καὶ γὰρ ἄν μοι δοκῶ καὶ ὑπὸ τὴν γῆν πορευθῆναι δι’ αὐτόν, εἰ ἐφικτὰ ἦν ταῦτα· οὕτω με ἀνήρτητο πᾶσιν οἷς φιλοσόφως τε καὶ κατὰ τὸν ἐμὸν νοῦν ἔπραττε. ταῦτʼ ἔστι μέν σοι, βασιλεῦ, καὶ Τελεσίνου ἀκοῦσαι τοῦ ὑπάτου, παρῆν γὰρ κἀκεῖνος τῷ Μηλιεῖ, θεραπεύων αὐτὸν νύκτωρ, ὁπόσα ἐγώ. εἰ δὲ Τελεσίνῳ ἀπιστεῖς, ἐπειδὴ τῶν φιλοσοφούντων ἐστί, καλῶ τοὺς ἰατροὺς μάρτυρας, εἰσὶ δʼ οὗτοι Σέλευκός τε ὁ ἐκ Κυζίκου καὶ Στρατοκλῆς ὁ Σιδώνιος· τούτους ἐρώτα, εἰ ἀληθῆ λέγω· καὶ μαθηταὶ δʼ αὐτοῖς ὑπὲρ τοὺς τριάκοντα εἵποντο, τῶν αὐτῶν δήπου μάρτυρες, τὸ γὰρ προκαλεῖσθαι δεῦρο τοὺς τῷ Φιλίσκῳ προσήκοντας ἀναβολὰς ἴσως ἡγήσῃ τῆς δίκης, ἐπειδὴ αὐτίκα τῆς Ῥώμης ἀπῆραν ἐς τὰ Μηλιέων ἤθη κατὰ ὁσίαν τοῦ νεκροῦ. ἴτε, ὦ μάρτυρες, καὶ γὰρ δὴ καὶ παρήγγελται ὑμῖν ὑπὲρ τούτου· ΜΑΡΤΥΡΕΣ. παρʼ ὅσον μὲν τοίνυν τῆς ἀληθείας ἡ γραφὴ ξυνετέθη, δηλοῖ σαφῶς ἡ μαρτυρία τῶν ἀνδρῶν, οὐ γὰρ ἐν προαστείοις, ἀλλʼ ἐν ἄστει, οὐκ ἔξω τείχους, ἀλλʼ ἐπʼ οἰκίας, οὐδὲ παρὰ Νερούᾳ, παρὰ Φιλίσκῳ δέ, οὐδὲ ἀποσφάττων, ἀλλʼ ὑπὲρ ψυχῆς εὐχόμενος, οὐδʼ ὑπὲρ βασιλείας, ἀλλʼ ὑπὲρ φιλοσοφίας, οὐδʼ ἀντὶ σοῦ χειροτονῶν νεώτερον, ἀλλʼ ἄνδρα σώζων ἐμαυτῷ ὅμοιον. τί οὖν ὁ Ἀρκὰς ἐνταῦθα; τί δʼ οἱ τῶν σφαγίων μῦθοι; τί δὲ τὸ τὰ τοιαῦτα πείθειν; ἔσται γάρ ποτε καὶ ὃ μὴ γέγονεν, ἂν ὡς γεγονὸς κριθῇ· τὸ δʼ ἀπίθανον τῆς θυσίας, ὦ βασιλεῦ, ποῖ τάξεις; ἐγένοντο μὲν γὰρ καὶ πρότερον σφαγίων μάντεις ἀγαθοὶ τὴν τέχνην καὶ οἷοι ὀνομάσαι, Μεγιστίας ἐξ Ἀκαρνανίας, Ἀρίστανδρος ἐκ Λυκίας, Ἀμπρακία δὲ Σιλανὸν ἤνεγκε, καὶ ἐθύοντο ὁ μὲν Ἀκαρνὰν Λεωνίδᾳ βασιλεῖ Σπάρτης, ὁ δὲ Λύκιος Ἀλεξάνδρῳ τῷ Μακεδόνι, Σιλανὸς δὲ Κύρῳ βασιλείας ἐρῶντι, καὶ εἴ τι ἐν ἀνθρώπου σπλάγχνοις ἢ σαφέστερον ἢ σοφώτερον ἢ ἐτυμώτερον ἀπέκειτο, οὐκ ἄπορος ἦν ἡ θυσία, βασιλέων γε προϊσταμένων αὐτῆς, οἷς πολλοὶ μὲν ἦσαν οἰνοχόοι, πολλὰ δʼ αἰχμάλωτα, παρανομίαι δʼ ἀκίνδυνοι καὶ φόβος οὐδεὶς κατηγορίας, εἴ τι ἔσφαττον· ἀλλʼ, οἶμαι, παρίστατο τοῖς ἀνδράσιν, ὃ κἀμοὶ νῦν3 κινδυνεύοντι ὑπὲρ τοιούτων, ὅτι τὰ μὲν ἄλογα τῶν ζῴων εἰκός, ἐπειδὴ ἐν ἀγνοίᾳ τοῦ θανάτου σφάττεται, μὴ θολοῦσθαί τι τῶν σπλάγχνων ὑπὸ ἀξυνεσίας ὧν πείσονται· ἄνθρωπον δὲ ἀεί τι ἐν τῇ ψυχῇ ἔχοντα θανάτου καὶ μήπω ἐφεστηκότος δεῖμα πῶς εἰκὸς παρόντος ἤδη καὶ ἐν ὀφθαλμοῖς ὄντος δεῖξαί τι ἐπὶ τῶν σπλάγχνων μαντικὸν ἢ ὅλως εὔθυτον; ὅτι δὲ ὀρθῶς τε καὶ κατὰ φύσιν στοχάζομαι τούτων, σκόπει, βασιλεῦ, ὧδε· τὸ ἧπαρ, ἐν ᾧ φασι τὸν τῆς αὐτῶν μαντικῆς εἶναι τρίποδα οἱ δεινοὶ ταῦτα, ξύγκειται μὲν οὐ καθαροῦ αἵματος, πᾶν γάρ, ὅ τι ἀκραιφνές, καρδία ἴσχει διʼ αἱματηρῶν φλεβῶν ἀποχετεύουσα ἐς πᾶν τὸ σῶμα, χολὴν δʼ ἐπὶ ἥπατι κειμένην ὀργὴ μὲν ἀνίστησι, φόβοι δὲ ὑπάγουσιν ἐς τὰ κοῖλα τοῦ ἥπατος. ὑπὸ μὲν δὴ τῶν παροξυνόντων ζέουσα καὶ μηδὲ τῷ ἑαυτῆς ἀγγείῳ φορητὸς οὖσα ὑπτίῳ ἐπιχεῖται τῷ ἥπατι, καθʼ ὃ ἐπέχει χολὴ πᾶσα τὰ λεῖά τε καὶ μαντικὰ τοῦ σπλάγχνου, ὑπὸ δὲ τῶν δειματούντων ξυνιζάνουσα ξυνεπισπᾶται καὶ τὸ ἐν τοῖς λείοις φῶς, ὑπονοστεῖ γὰρ τότε καὶ τὸ καθαρὸν τοῦ αἵματος, ὑφʼ οὗ σπληνοῦται τὸ ἧπαρ, ὑποτρέχοντος φύσει τὸν περὶ αὐτὸ ὑμένα καὶ
最优秀的王啊,您自己当时也逗留在那里,但您绝不会说自己献祭了这类东西;那诬告者当时也逗留在那里,但他绝不会承认仅仅因为在罗马生活就干下了杀人凶手们的勾当;还有成千上万的人当时也逗留在那里,对于他们,与其提起以身在此地为罪行证据的控告,倒不如将他们驱逐出境。然而,来到罗马本身或许甚至洗清了图谋叛乱之嫌;因为生活在一座人人皆是眼目、无论实有还是莫须有之事皆被全神谛听的城邦里,绝不容许那些并非极度求死之人染指叛乱,而对于那些更为谨慎和明智的人,甚至会令他们走向被许可之事时也步履迟缓。那么,诬告者啊,在那一夜我究竟在做什么呢?如果你是以你自己的行径来发问——既然你也来查问我——,那我便是在筹划针对善人的诉讼与控告,毁灭无辜之人,用谎言说服君王,好让我自己博得美名,而让他陷于污秽;但如果你是以哲学家的方式询问,我当时正赞美德谟克利特的笑声,那针对人类一切事务的嘲笑;而如果你是针对我本人发问,与我共同研习哲学四年的米洛斯人菲利斯科斯当时正卧病在床,而我正在他身旁陪夜,他的病情如此沉重,以至于最终因病去世。我甚至情愿祈求拥有无数挽留生魂的咒术,并且,指宙斯起誓,若是有什么关于亡者的俄耳甫斯歌谣,我亦不愿一无所知;因为我觉得,如果这切实可行,我甚至愿意为了他走入地下;他是如此因着他在哲学上以及合乎我心意所行的一切而与我紧紧相连。王啊,这些事您亦可从执政官忒勒西努斯那里获悉;因为他也曾陪伴在那个米洛斯人身旁,在夜间像我一样照料他。但如果您因忒勒西努斯身属研习哲学之人而不予信任,那我便传唤医生们作证——他们是库齐库斯的塞琉古和西顿的斯特拉托克勒斯。请向他们询问我所言是否属实;当时还有三十余名弟子跟随他们,他们当然也是同一件事的证人;因为您或许会认为将菲利斯科斯的亲属传唤至此会拖延审判,毕竟他们为了亡者的丧礼义务,已即刻离开罗马启程前往米洛斯人的家乡。证人们,走上前来吧,因为你们确实已为此受到传召。[证人作证] 那么,这份诉状与真相相去多远,这些人的证言已阐明得清清楚楚:因为那并非在郊野,而是在城中;并非在城墙之外,而是在宅邸之内;并非在涅尔瓦身旁,而是在菲利斯科斯身边;并非在宰杀,而是在为生命祈祷;并非为了王位,而是为了哲学;并非为了扶立叛逆者取代您,而是为了拯救一个与我相类之人。那么,阿耳卡狄亚人在这里究竟有何干系?关于牺牲的荒诞传说又是怎么回事?令人信服这等事又是何道理?因为即便是从未发生过的事,一旦被判定为发生过,有朝一日也会被当作事实。然而,王啊,这献祭的荒谬不可信,您究竟要将其置于何处呢?因为从前也有过技艺精湛且值得指名道姓的牺牲占卜师:阿卡耳纳尼亚的梅吉斯提亚斯、吕基亚的阿里斯坦德洛斯,而安布拉基亚则出了西拉诺斯;那位阿卡耳纳尼亚人为斯巴达王列奥尼达献祭,那位吕基亚人为马其顿的亚历山大献祭,西拉诺斯则为渴望王位的居鲁士献祭;若是人的脏腑中真藏有更为明晰、更为深邃或更为确凿的预兆,献祭绝非难事,毕竟是由君王亲自主持,他们拥有众多斟酒人和众多战俘,行违法之事毫无风险,无论屠杀什么也毫无受控告的恐惧;但我想,那些人心中也闪过了与如今因这类事身处险境的我相同的念头:那些无理性的动物既然是在不知死亡的情况下被宰杀,由于对即将遭遇的命运一无所知,其脏腑大概绝不会被浑浊;然而人即便在死亡尚未临头之时,灵魂中也总怀有对死亡的某种恐惧,当死亡已经降临且就在眼前时,又怎能指望他在脏腑上显现出任何具有预言性或总体上适合献祭的征兆呢?至于我对这些事的推测是正确的且符合自然的,王啊,请如此考察:那些精通此道者声称其占卜的三脚鼎所在的肝脏,并非由纯净的血液构成——因为凡纯洁无杂之血皆由心脏收纳,并通过输血的静脉排流至全身各处——,而位于肝脏之上的胆汁,愤怒会使之涌起,恐惧则会将其驱入肝脏的凹陷处。因此,在激惹因素的作用下,它沸腾起来,甚至无法容纳于自身的容器之中,便倾泻于平卧的肝脏之上,以致全部胆汁遮盖了脏腑平滑而具预言功能的部分;而在令人恐惧的刺激下,它收缩退缩,同时也将平滑表面的光泽一同带走,因为此时那使肝脏充盈膨胀的纯净血液亦退缩而去,顺应天性潜流于包裹肝脏的薄膜之下,并且……
- 8.7καὶ ὁ συκοφάντης
承接前句的谓语动词 ἐπεχωρίαζες(未完成过去时第二人称单数),在 καὶ ὁ συκοφάντης(以及其后的 καὶ μυριάδες ἀνθρώπων)处省略了谓语动词 ἐπεχωρίαζε(及 ἐπεχωρίαζον)。需补充理解为“那诬告者[当时也逗留在那里]……成千上万的人[当时也逗留在那里]”。
- 8.7πολλὰς ἂν ηὐξάμην ἴυγγας
由 ἄν 与直陈式过去时(不定过去时 ηὐξάμην)构成的反事实愿望或过去潜在表达(“我本会祈求获得许多法术”)。名词 ἴυγξ 原指系在轮盘上旋转以施爱蛊的地啄木(转颈鸟)法器,此处借指挽留或召回亡魂的强力咒术。
- 8.7παρίστατο τοῖς ἀνδράσιν, ὃ κἀμοὶ νῦν
动词 παρίστατο 作非人称用法(“某念头浮现于……”),支配与格 τοῖς ἀνδράσιν,其后的关系代词 ὃ(“正如如今在我心中浮现的那样”)先行动态预示了紧接着的 ὅτι 从句的内容(动物与人在心理状态上的差异)。句子的核心骨架为“παρίστατο τοῖς ἀνδράσιν ... ὅτι ...(……这一念头在那辈人心中浮现)”。
