- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.7#7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼乌斯在将欧弗拉特斯的贪婪与谗毁留待皇帝决断后,反驳了控告人所谓“屠杀阿耳卡狄亚少年献祭”的指控,指出受害者身份成谜、阿耳卡狄亚奴隶贸易在地缘与习俗上的荒谬,并申明了自己恪守毕达哥拉斯主义无血祭祀的立场。
καὶ προσέστηκεν αὐταῖς πλείω καιρὸν ἢ οἱ θυρωροί, ἀπελήφθη δὲ καὶ ὑπὸ θυρωρῶν πολλάκις, ὥσπερ τῶν κυνῶν οἱ λίχνοι, δραχμὴν δὲ οὐδὲ φιλοσόφῳ ἀνδρὶ προέμενός ποτε ἐπιτειχίζει τὸν ἑαυτοῦ πλοῦτον ἑτέροις, τὸν Αἰγύπτιον τουτονὶ βόσκων χρήμασι καὶ ὀξύνων ἐπʼ ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆσθαι. Εὐφράτην μὲν δὴ καταλείπω σοί, σὺ γάρ, ἢν μὴ κόλακας ἐπαινῇς, εὑρήσεις τὸν ἄνθρωπον κακίω ὧν ἑρμηνεύω,1 τῆς δὲ λοιπῆς ἀπολογίας ἀκροῶ· τίς οὖν αὕτη καὶ ὑπὲρ τίνων; ᾔδετό τις, ὦ βασιλεῦ, παιδὸς Ἀρκάδος ἐν τῇ κατηγορίᾳ θρῆνος, τετμῆσθαι μὲν αὐτὸν ὑπʼ ἐμοῦ νύκτωρ, εἰ δʼ ὄναρ φησίν, οὔπω οἶδα, εἶναι δὲ πατέρων τε ἀγαθῶν ὁ παῖς οὗτος καὶ τὸ εἶδος οἷοι Ἀρκάδων οἱ ἐν αὐχμῷ καλοί. τοῦτόν φασιν ἱκετεύοντά τε καὶ ὀλοφυρόμενον ἀπεσφάχθαι κἀμὲ τὰς χεῖρας ἐς τὸ τοῦ παιδὸς αἷμα βάψαντα θεοῖς ὑπὲρ ἀληθείας εὔχεσθαι. μέχρι τούτων ἐμὲ κρίνουσιν, ὁ δὲ ἐφεξῆς λόγος τῶν θεῶν ἅπτεται, φασὶ γὰρ τοὺς θεοὺς ἀκοῦσαι μὲν ὧδέ μου εὐξαμένου, δοῦναι δὲ ἱερὰ εὔσημα καὶ μὴ ἀποκτεῖναι ἀσεβοῦντα. τὴν μὲν οὖν ἀκρόασιν, ὡς οὐ καθαρά, τί ἄν, ὦ βασιλεῦ, λέγοιμι; ἀλλʼ ὑπὲρ ὧν γέ μοι ἀπολογητέα, τίς ὁ Ἀρκὰς οὗτος; εἰ γὰρ μὴ ἀνώνυμος τὰ πατέρων, μηδʼ ἀνδραποδώδης τὸ εἶδος, ὥρα σοι ἐρωτᾶν, τί μὲν ὄνομα τοῖς γειναμένοις αὐτόν, τίνος δὲ οἰκίας οὗτος, τίς δʼ ἐθρέψατο αὐτὸν ἐν Ἀρκαδίᾳ πόλις, τίνων δὲ βωμῶν ἀπαχθεὶς ἐνταῦθα ἐθύετο. οὐ λέγει ταῦτα καίτοι δεινὸς ὢν μὴ ἀληθεύειν. οὐκοῦν ὑπὲρ ἀνδραπόδου κρίνει με. ᾧ γὰρ μήτʼ αὐτῷ ὄνομα μήθʼ ὧν ἔφυ,2 μὴ πόλις μὴ κλῆρός ἐστιν, οὐχί, ὦ θεοί, τοῦτον ἐν ἀνδραπόδοις χρὴ τάττειν; ἀνώνυμα γὰρ πάντα. τίς οὖν ὁ κάπηλος τοῦ ἀνδραπόδου; τίς ὁ πριάμενος αὐτὸ ἐξ Ἀρκάδων; εἰ γὰρ τὸ γένος τούτων ἐπιτήδειον τῇ σφαττούσῃ μαντικῇ, πολλῶν μὲν χρημάτων εἰκὸς ἐωνῆσθαι τὸν παῖδα, πεπλευκέναι δέ τινα ἐς Πελοπόννησον, ἵνʼ ἐνθένδε ἡμῖν ἀναχθείη ὁ Ἀρκάς, ἀνδράποδα μὲν γὰρ Ποντικὰ ἢ Λύδια ἢ ἐκ Φρυγῶν πρίαιτʼ ἂν κἀνταῦθά τις, ὧν γε καὶ ἀγέλαις ἐντυχεῖν ἐστιν ἅμα φοιτώσαις δεῦρο, ταυτὶ γὰρ τὰ ἔθνη καὶ ὁπόσα βαρβάρων, πάντα τὸν χρόνον ἑτέρων ἀκροώμενοι οὔπω τὸ δουλεύειν αἰσχρὸν ἡγοῦνται· Φρυξὶ γοῦν ἐπιχώριον καὶ ἀποδίδοσθαι τοὺς αὑτῶν καὶ ἀνδραποδισθέντων μὴ ἐπιστρέφεσθαι, Ἕλληνες δὲ ἐλευθερίας ἐρασταὶ ἔτι καὶ οὐδὲ δοῦλον ἀνὴρ Ἕλλην πέρα ὅρων ἀποδώσεται, ὅθεν οὐδὲ ἀνδραποδισταῖς οὔτε ἀνδραπόδων καπήλοις ἐς αὐτοὺς παριτητέα, ἐς δὲ Ἀρκαδίαν καὶ μᾶλλον, πρὸς γὰρ τῷ παρὰ πάντας ἐλευθεριάζειν Ἕλληνας δέονται καὶ ὄχλου δούλων. ἔστι δὲ πολυλήιος ʽκαὶ ποώδησʼ ἡ Ἀρκαδία καὶ ὑλώδης οὐ τὰ μετέωρα μόνον, ἀλλὰ καὶ τὰ ἐν ποσὶ πάντα. δεῖ δὴ αὐτοῖς πολλῶν μὲν γεωργῶν, πολλῶν δὲ αἰπόλων συφορβῶν τε καὶ ποιμένων καὶ βουκόλων τῶν μὲν ἐπὶ βουσί, τῶν δʼ ἐφʼ ἵπποις, δρυτόμων τε δεῖται πολλῶν ἡ χώρα καὶ τοῦτο ἐκ παίδων γυμνάζονται. εἰ δὲ καὶ μὴ τοιάδε ἦν τὰ τῶν Ἀρκάδων, ἀλλʼ εἶχον, ὥσπερ ἕτεροι, προσαποδίδοσθαι τοὺς αὑτῶν δούλους, τί τῇ θρυλουμένῃ σοφίᾳ ξυνεβάλλετο τὸ ἐξ Ἀρκαδίας εἶναι τὸν σφαττόμενον; οὐδὲ γὰρ σοφώτατοι τῶν Ἑλλήνων Ἀρκάδες, ἵνʼ ἑτέρου τι ἀνθρώπου πλέον περὶ τὰ λογικὰ τῶν σπλάγχνων φαίνωσιν, ἀλλὰ ἀγροικότατοι ἀνθρώπων εἰσὶ καὶ συώδεις τά τε ἄλλα καὶ τὸ γαστρίζεσθαι τῶν δρυῶν. ῥητορικώτερον ἴσως ἀπολελόγημαι τοὐμοῦ τρόπου, τὰ τῶν Ἀρκάδων ἀφερμηνεύων ἤθη καὶ παριὼν ἐς Πελοπόννησον τῷ λόγῳ. ἡ γὰρ ἐμοὶ προσήκουσα ἀπολογία τίς; οὐκ ἔθυσα οὐ θύω οὐ θιγγάνω αἵματος, οὐδʼ εἰ βώμιον αὐτὸ εἴη, Πυθαγόρας τε γὰρ ὧδε ἐγίγνωσκεν οἵ τε ἀπʼ αὐτοῦ παραπλησίως, καὶ κατʼ Αἴγυπτον δὲ οἱ Γυμνοὶ καὶ Ἰνδῶν οἱ σοφοί, παρʼ ὧν καὶ τοῖς ἀμφὶ Πυθαγόραν αἱ τῆς σοφίας ἀρχαὶ ἐφοίτησαν. κατὰ ταῦτα θύοντες οὐ δοκοῦσιν ἀδικεῖν τοῖς θεοῖς, ἀλλὰ γηράσκειν τε αὐτοῖς ξυγχωροῦσιν ἀρτίοις τὰ σώματα καὶ ἀνόσοις, καὶ σοφωτέροις ἀεὶ δοκεῖν μὴ τυραννεύεσθαι μηδενὸς δεῖσθαι. καὶ οὐκ ἀπεικός, οἶμαι, ἀγαθῶν δεῖσθαι σφᾶς ὑπὲρ καθαρῶν θυμάτων. δοκῶ γάρ μοι καὶ τοὺς θεοὺς τὸν αὐτὸν ἐμοὶ νοῦν ὑπὲρ θυσιῶν ἔχοντας τὰ λιβανοφόρα τῆς γῆς ἐν καθαρῷ τῆς οἰκουμένης ἐκφυτεύειν, ἵνʼ ἀπʼ αὐτῶν θύοιμεν μὴ σιδηροφοροῦντες ἐν ἱεροῖς, μηδʼ αἷμα ἐς βωμοὺς ῥαίνοντες. ἐγὼ δʼ, ὡς ἔοικεν, ἐμαυτοῦ καὶ τῶν θεῶν ἐκλαθόμενος ἔθυον τρόπον, ὃν μήτʼ αὐτὸς εἴωθα μήτε τις ἀνθρώπων θύοι. ἀπαλλαττέτω με τῆς αἰτίας καὶ ὁ καιρός, ὃν εἴρηκεν ὁ κατήγορος· τὴν γὰρ ἡμέραν ἐκείνην, ἐν ᾗ ταῦτα εἰργάσθαι μοί φησιν, εἰ μὲν ἐγενόμην ἐν ἀγρῷ, ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφαγον.3 εἶτά με, ὦ βασιλεῦ, θαμινὰ ἐρωτᾷς, εἰ μὴ ἐπεχωρίαζον τῇ Ῥώμῃ τότε;
而且他在权贵们的门前伫立的时间比守门人还长,常常像贪婪的狗一样被守门人关在里面;他甚至从未向一个哲学家施舍过一文钱,却对他人筑起自己的财富壁垒,用金钱供养这个埃及人,磨砺那条早该被割去的舌头来攻击我。关于欧弗拉特斯,我便将他留给你处理;因为只要你不赞美谄媚者,你就会发现此人比我所描述的还要恶劣。但请听听我其余的辩护:那么,这辩护是怎样的,又是关于什么的呢?王啊,在控告中有人吟唱了一曲关于一个阿耳卡狄亚少年的挽歌,声称他在夜间被我剖杀——不过他说的究竟是否是梦话,我至今仍不知道——,且称这少年出身高贵之家,容貌宛如阿耳卡狄亚那些在野性粗犷中显出俊美的少年。他们说,这个少年在哀求痛哭之中被宰杀,而我将双手浸入少年的鲜血,向诸神祈祷求索真理。直到这里,他们都在审判我,但紧接其后的言论则涉及神明了;因为他们声称诸神垂听了我这般的祈求,赐予了清晰吉兆的祭礼,且并未击杀行不敬之事的我。至于听闻〔此言〕是如何不洁,王啊,我又何必多言呢?但我确实应当就此辩白:这个阿耳卡狄亚人究竟是谁?因为如果他父母之名并非无人知晓,容貌亦非奴性十足,那么现在正是你查问之时:生养他的人叫什么名字,他出身于哪个家族,阿耳卡狄亚的哪座城邦抚养了他,他又是在被从哪座祭坛掠走后在此处被献祭的?控告人虽然长于不说实话,却并未提及这些。因此,他是关于一个奴隶而在审判我;因为对于一个连自己和生身父母都毫无名字,既无城邦又无份地的人,诸神在上,难道不该将此人归入奴隶之列吗?因为关于他的一切都是无名的。那么,这个奴隶的零售商是谁?从阿耳卡狄亚人中买下他的又是谁?因为如果这一族群适合用于宰杀的预言术,那么想必是花了重金买下这少年,且有人航行到了伯罗奔尼撒,以便从那里将这阿耳卡狄亚人运送到我们这里;因为本都、吕底亚或弗里吉亚的奴隶在此地亦能买到,甚至可以遇见成群结队来到这里的奴隶,因为这些民族以及众多的蛮族由于历来顺从他人,至今仍不以为奴为耻;至少对弗里吉亚人而言,出卖同族甚至在同族被掠为奴后毫不介怀都是本土的风俗。但希腊人至今仍是自由的热爱者,希腊男子连奴隶也不会卖到境外去,因此无论是掠奴者还是奴隶贩子都不该踏足他们中间,而深入阿耳卡狄亚就更不可能了。因为除了比所有希腊人更加向往自由之外,他们自身亦需要大批奴隶;因为阿耳卡狄亚粮食丰饶,草木茂盛,不仅高山之处,连脚下平原也尽是森林。因此他们确实需要许多农夫,许多牧山羊者、牧猪者、牧绵羊者,以及管理牛和马的牧牛马者;这片土地亦需要许多伐木工人,他们自幼便操练此业。但即便阿耳卡狄亚人的情况并非如此,而是像其他人一样有着转卖自身奴隶的习惯,那么被宰杀者来自阿耳卡狄亚,对那传得沸沸扬扬的智慧又有何助益呢?因为阿耳卡狄亚人绝非希腊人中最聪慧的,以至于在内脏所蕴含的理智征兆上能比常人显出更多的玄机;相反,他们是人类中最粗鄙者,在其他方面以及用橡树的橡实填饱肚子上都宛如猪猡。在解释阿耳卡狄亚人的习俗并在言辞中漫游到伯罗奔尼撒时,我的辩护或许比我平素的作风更为修辞化了。然而真正适合我的辩护究竟是什么呢?“我未曾献祭,我不献祭,我亦不触碰鲜血,即便那是祭坛上的鲜血。”因为毕达哥拉斯便是如此认为的,源于他的人亦是如此,埃及的裸体哲学家和印度的智者们亦是如此,毕达哥拉斯派身边的智慧原理亦是从他们那里传来的。按照这些方式献祭,神明并不认为他们有罪,反而允许他们身体完好且无病地老去,并且始终被视为更有智慧,不受暴君统治,一无所求。而且我认为,他们因着洁净的祭品而祈求善物,并非不合情理。因为在我看来,诸神在献祭之事上与我抱有相同的心意,因而在人居世界的洁净之处种植出大地上产乳香的树木,以便我们借其献祭,而无需在圣所中携带刀刃,亦无需在祭坛上泼洒鲜血。然而,看来我竟忘却了自己和诸神,以一种我自己既不习惯、人类中亦无人会采用的方式去献祭。控告人所提到的时间亦当免除我的罪责;因为在他声称我行了这些事的那一天,如果我身在田野,那我便献祭了;而如果我献祭了,我也吃了肉。那么,王啊,你为何频频问我当时是否没有逗留在罗马呢?
- 8.7κακίω ὧν ἑρμηνεύω
ὧν 是关系代名词受先行词引申(attraction)的现象,即宾格 ἅ 被省略的指示代词先行词所要求的属格同化,是 κακίω τούτων ἃ ἑρμηνεύω(比我所描述的事物更恶劣)的简缩形式。
- 8.7ᾧ γὰρ μήτʼ αὐτῷ ὄνομα μήθʼ ὧν ἔφυ
ᾧ 是作领属与格的关系代名词,先行词为主要句中的 τοῦτον。紧随其后的 μήθʼ ὧν ἔφυ 是 μήτε τούτοις ἐξ ὧν ἔφυ 的紧缩结构,关系词 ὧν 作表示出身/来源的属格(省略了介词 ἐξ),指一个自身既无名字、生身父母亦无名号的人。
- 8.7εἰ μὲν ἐγενόμην ἐν ἀγρῷ, ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφαγον
此句在前件与后件中均使用直陈式不定过去时,构成简单的过去条件句(用作反讽或归谬法论证)。它未使用带 ἄν 的与事实相反条件句,而是顺着控告人的前提进行连锁推导:若自己在郊外便算献了祭,若献了祭便也吃了祭肉,借此揭露控告在当时自己身处罗马以及严格禁绝肉食这两点上的荒谬矛盾。
