← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§8.7#6

否认密祭指控与勾结涅尔瓦谋反的罪名

阿波罗尼奥斯驳斥了关于秘密献祭的指控,指出控词与其具备先知先觉及纯洁智慧的实情自相矛盾。随后,他借由涅尔瓦、奥尔菲图斯与鲁弗斯的怯懦与无能,以及自己终生淡泊名利、不附权贵的生活方式,全面否定了参与密谋夺权的罪名。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.7#6

ἀλλʼ ἐπεὶ κελεύεις με ὑπὲρ τῆς θυσίας ἀπολογεῖσθαι, τουτὶ γὰρ καὶ τῇ χειρὶ ἐνδείκνυσαι, ἄκουε ἀπολογίας ἀληθοῦς· ἐγὼ γὰρ πάνθʼ ὑπὲρ σωτηρίας τῶν ἀνθρώπων πράττων οὔπω ὑπὲρ αὐτῶν ἔθυσα, οὐδʼ ἂν θύσαιμι οὐδέν, οὐδʼ ἂν θίγοιμι ἱερῶν, ἐν οἷς αἷμα, οὐδʼ ἂν εὐξαίμην ἐς μάχαιραν βλέπων ἢ θυσίαν, ἥν φησιν. οὐ Σκύθην με, ὦ βασιλεῦ, ᾕρηκας, οὐδʼ ἐκ τῆς ἀμίκτου ποθέν, οὐδʼ ἐπέμιξά πω Μασσαγέταις ἢ Ταύροις, ὡς κἀκείνους ἂν τοῦ τῆς θυσίας ἔθους μετέβαλον· ἀνοίας δʼ ἂν ποῖ ἤλαυνον, ἵνα πλεῖστα μὲν ὑπὲρ μαντικῆς διαλεγόμενος καὶ ὅπη ἔρρωται ἢ μή, ἄριστα δʼ ἀνθρώπων ᾐσθημένος, ὅτι τὰς αὑτῶν βουλὰς οἱ θεοὶ τοῖς ὁσίοις τε καὶ σοφοῖς ἀνδράσι καὶ μὴ μαντευομένοις φαίνουσι, μιαιφονίας ἅπτωμαι1 καὶ σπλάγχνων ἀθύτων ἐμοὶ καὶ ἀκαλλιερήτων; ἐφʼ οἷς ἀπέλιπεν ἄν με καὶ ἡ τοῦ δαιμονίου ὀμφὴ μὴ καθαρὸν ὄντα. καὶ μὴν εἴ τις ἀφελὼν τὸ τῆς θυσίας μύσος ἐξετάζοι τὸν κατήγορον πρὸς ἃ μικρῷ πρόσθεν εἴρηκεν, ἀπαλλάττει με τῆς αἰτίας αὐτός, ὃν γάρ φησι προειπεῖν Ἐφεσίοις τὴν νόσον θυσίας οὐδεμιᾶς δεηθέντα, τί σφαγίων ἐδεήθην2 ἐφʼ ἃ καὶ μὴ θυσαμένῳ παρῆν εἰδέναι; μαντικῆς δὲ τί ἐδεόμην ὑπὲρ ὧν αὐτός τε ἐπεπείσμην καὶ ἕτερος; εἰ γὰρ ὑπὲρ Νερούα καὶ τῶν ἀμφʼ αὐτὸν κρίνομαι, λέξω πάλιν, ἃ καὶ πρώην εἶπον, ἡνίκα ᾐτιῶ ταῦτα· Νερούαν γὰρ ἄξιον μὲν ἀρχῆς ἡγοῦμαι πάσης καὶ λόγου παντὸς ἐπʼ εὐφημίαν ἥκοντος, ἀγωνιστὴν δὲ φροντίδων οὐ χρηστόν, καταλέλυται γὰρ τὸ σῶμα ὑπὸ τῆς νόσου, διʼ ἣν καὶ ἡ γνώμη μεστὴ ἄσης καὶ οὐδὲ τὰ οἴκοι ἱκανή· σὲ γοῦν ἐπαινεῖ μὲν σώματος, ἐπαινεῖ δὲ γνώμης, εἰκὸς μὲν οἶμαί τι πράττων, προθυμοτέρα γὰρ ὄντως ἡ ἀνθρωπεία φύσις ἐπαινεῖν, ἃ μὴ αὐτὴ ἔρρωται. πέπονθε δέ τι καὶ πρὸς ἐμὲ χρηστὸν Νερούας, καὶ οὔτε γελάσαντά πω αὐτὸν ἐπʼ ἐμοῦ οἶδα οὔτε εὐηθισάμενόν τι τῶν εἰωθότων ἐν φίλοις, ἀλλʼ ὥσπερ τὰ μειράκια πρὸς τοὺς πατέρας τε καὶ διδασκάλους τοὺς αὑτῶν, εὐλαβῶς μὲν φθέγγεται τὸ ἐπʼ ἐμοῦ πᾶν, ἐρυθριᾷ δὲ ἔτι, εἰδὼς δὲ τὸ ἐπιεικὲς ἐπαινοῦντά με οὕτω τι ἄγαν ἐπιτηδεύει αὐτό, ὡς κἀμοὶ ταπεινότερος τοῦ μετρίου φαίνεσθαι. πῶς οὖν πιθανὸν ἡγήσαιτο ἄν τις ἀρχῆς ἐπιθυμῆσαι Νερούαν ἀγαπῶντα, εἰ τῆς ἑαυτοῦ οἰκίας ἄρξοι, ἢ ὑπὲρ μεγάλων διαλέγεσθαί μοι τὸν μηδʼ ὑπὲρ μικρῶν τεθαρρηκότα, ἢ ξυνάπτειν ἐμοὶ γνώμην ὑπὲρ ὧν μηδὲ πρὸς ἄλλον, εἰ τοὐμὸν ἐνεθυμήθη, ξυνῆψεν; ἢ πῶς ἔτʼ ἐγὼ σοφὸς γνώμην ἑρμηνεύειν ἀνδρὸς μαντικῇ μὲν πιστεύων, ἀπιστῶν δὲ σοφίᾳ; τὸν δὲ Ὄρφιτον καὶ τὸν Ῥοῦφον, τοὺς δικαίους μὲν καὶ σώφρονας, νωθροὺς δὲ ἄνδρας, ὡς εὖ οἶδα, εἰ μὲν ὡς τυραννησείοντας διαβεβλῆσθαί φασιν, οὐκ οἶδʼ εἴτε τούτων πλέον διαμαρτάνουσιν, εἴτε Νερούα, εἰ δʼ ὡς ξυμβούλω γεγονότε, πιθανώτερος ἀρχῇ ἐπιθέσθαι Νερούας, ἢ οἵδε ξυμβουλεῦσαι; ἀλλὰ μὴν τόν γε ὑπὲρ τούτων κρίνοντα κἀκεῖνα εἰκὸς ἦν ἐνθυμεῖσθαι, τί ἐβούλετό μοι τὸ ξυλλαμβάνειν τοῖς ἐπὶ νεώτερα ἥκουσι· χρήματα μὲν γὰρ οὔ φησι παρʼ αὐτῶν γεγενῆσθαί μοι, οὐδὲ δώροις ἐπαρθέντα με ταῦτα εἰργάσθαι· σκεψώμεθα δέ, μὴ μεγάλων δεόμενος ἀνεβαλόμην τὰς παρʼ αὐτῶν εὐεργεσίας3 ἐς ὃν ᾤοντο ἄρξειν χρόνον, ἐν ᾧ μεγάλα μὲν ἂν αἰτεῖν ὑπῆρξε, μειζόνων δʼ ἀξιοῦσθαι· πῶς οὖν ταῦτα ἔσται δῆλα; ἐνθυμήθητι, βασιλεῦ, σεαυτὸν καὶ τοὺς ἔτι πρὸ σοῦ ἄρχοντας, ἀδελφὸν δήπου τὸν σεαυτοῦ καὶ πατέρα Νέρωνά τε, ἐφʼ ὧν ἦρξαν, κατὰ τούτους γὰρ μάλιστα τοὺς βασιλέας βεβίωταί μοι ἐς τὸ φανερόν, τὸν ἄλλον χρόνον Ἰνδοῖς φοιτῶντι. τούτων δὴ τῶν ὀκτὼ καὶ τριάκοντα ἐτῶν, τοσοῦτον γὰρ τὸ ἐς σὲ μῆκος, οὔτε ἐπὶ θύρας βασιλείους ἐφοίτησα πλὴν ἐν Αἰγύπτῳ τοῦ σοῦ πατρός, ἐπεὶ μήτε βασιλεύς πω ἐτύγχανεν ὢν ὡμολόγει τε διʼ ἐμὲ ἥκειν, οὔτε ἀνελεύθερόν τι διελέχθην βασιλεῦσιν ἢ ὑπὲρ βασιλέων δήμοις οὔτʼ ἐπιστολαῖς ἐλαμπρυνάμην ἢ γραφόντων ἐμοὶ βασιλέων ἢ αὐτὸς ἐνδεικνύμενος γράφειν, οὔθʼ ὑπὲρ δωρεῶν κολακεύων βασιλέας ἐμαυτοῦ ἀπηνέχθην. εἰ γοῦν ἔροιό με πλουσίους ἐνθυμηθεὶς καὶ πένητας, ποτέρου τῶν ἐθνῶν τούτων ἐμαυτὸν γράφω, τῶν πλουσιωτάτων φήσω, τὸ γὰρ δεῖσθαι μηδενὸς ἐμοὶ Λυδία καὶ τὸ Πακτωλοῦ πᾶν. πῶς οὖν ἢ τὰς παρὰ τῶν οὔπω βασιλέων δωρεὰς ἀνεβαλλόμην ἐς ὃν ἄρξειν αὐτοὺς ᾤμην χρόνον ὁ μηδὲ τὰς παρʼ ὑμῶν ἑλόμενος, οἷς βέβαιον ἡγούμην τὸ ἄρχειν, ἢ βασιλειῶν μεταβολὰς ἐπενόουν μηδὲ ταῖς καθεστηκυίαις ἐς τὸ τιμᾶσθαι χρώμενος; καὶ μὴν ὁπόσα γίγνεται φιλοσόφῳ ἀνδρὶ κολακεύοντι τοὺς δυνατούς, δηλοῖ τὰ Εὐφράτου· τούτῳ γὰρ ἐντεῦθεν τί λέγω χρήματα; πηγαὶ μὲν οὖν εἰσι πλούτου, κἀπὶ τῶν τραπεζῶν ἤδη διαλέγεται κάπηλος ὑποκάπηλος τελώνης ὀβολοστάτης πάντα γιγνόμενος τὰ πωλούμενά τε καὶ πωλοῦντα, ἐντετύπωται δʼ ἀεὶ ταῖς τῶν δυνατῶν θύραις

既然你命令我就献祭之事作出辩护——因为你确实以手势示意了这一点——那就请听听真正的辩护吧。因为我虽为拯救人类而行尽一切,却从未为他们献祭,亦绝不会献祭任何东西,更不会触碰有血的祭礼,亦不会望着短剑或他所说的那种祭品来祈祷。王啊,你拿获的并非一个斯基泰人,亦非来自隔绝交往之地的人,我也尚未与马萨革泰人或陶鲁斯人交往,因为〔若曾交往〕我甚至会使他们也改变献祭习俗;那么,我究竟是陷入了怎样的狂乱,以至于在就预言术及其在何处有效、在何处无效进行过最多论述之后,在比任何人都更明白神明即便在虔诚明智之人不行占卜时亦会向他们显明自己的意旨之后,竟去染指屠杀,触摸对我而言未经奉献且绝非吉兆的内脏?因为因着这些事,神灵的神圣声音亦会抛弃不再洁净的我。 况且,如果有人抛开献祭之污秽,将控告人与他不久前所言对照考查,他自己便免除了我的罪责;因为对于一个他声称无需任何献祭便向以弗所人预言了疾病的人,为了那些即便不献祭亦可知晓的事情,我为何需要屠杀的牺牲呢?又为了那些我自己与他人都已深信不疑的事情,我为何需要预言术呢?因为如果我是因涅尔瓦及其同党而受审,我将再次重复前天你在以此控告我时我说过的话:我认为涅尔瓦配得上一切官职和一切旨在赞誉之言辞,但他并非应付忧虑斗争的得力人选,因为他的肉体已被疾病瓦解,为此他的心智亦充满郁结,甚至不足以主持家政。无论如何,他赞美你的身体,赞美你的心智,我以为他做得很合情理;因为人性确实更热切于赞美自身并不擅长的事物。涅尔瓦对我亦存有某种敬意,我从未见过他在我面前发笑,亦未见他放任朋友间常见的轻松玩笑;相反,正如少年人对待自己的父亲和老师那样,他在我面前说话极为谨慎,至今仍会脸红,且因知晓我称赞温和,便过分恪守此道,以至于在我看来亦显得过分卑微了。那么,有谁会认为涅尔瓦渴望统治是合情合理的呢——他若能掌管自己的家室便已心满意足;或者一个连细微之事都不敢同我吐露的人,竟会同我商讨大计;抑或竟会与我共谋那些若他顾及我的为人、即便同他人亦不会共谋之事?或者说,若我深信预言术却怀疑智慧,我怎能仍是一个能阐明他人意图的智者呢? 至于奥尔菲图斯和鲁弗斯,他们是公正而自制的人,但我深知他们生性迟钝;如果〔人们〕说他们因意图谋篡暴政而遭谗害,我不知〔这样说的人〕在此二人身上犯的错误更大,还是在涅尔瓦身上犯的错误更大;但如果说他们成了谋臣,难道涅尔瓦夺取大权比这些人出谋划策更具说服力吗? 然而,审理此事的人理应亦考虑到这一点:我协助那些意图政变之人究竟图谋什么?因为控告人并未说金钱自他们处流入我手,亦未说我是受礼物驱使而做下这些事。然而,让我们考查一下,我是否因渴望巨大之物,而将他们的恩惠推迟到他们自以为将要统治的时期——在那个时期,本可索求大物,并被视为配享更重大之物。那么,这些事该如何明了呢?王啊,请想一想你自己以及在你之前统治的人,想必有你的兄弟、父亲以及尼禄,就他们统治的时期而言;因为正是在这些皇帝在位期间,我生活在公众视线之中,而其余的时间我则漫游在印度人中间。在这三十八年里——直到你登基的时间确实如此漫长——除了在埃及曾拜访你的父亲之外,我从未踏足皇宫之门,而那时他尚未成为皇帝,并承认是因我而来;我亦从未向皇帝说过奴颜婢膝之语,或代表皇帝向民众说过此类话;我亦未曾因皇帝致信与我或夸耀自己致信与他们而借书信自我炫耀;我亦从未为了礼物谄媚皇帝而丧失自我。若你思及富人与穷人,问我将自己归入两类人中的哪一类,我会回答是归入最富有的一类;因为一无所求对我而言便是吕底亚和帕克托罗斯河的全部财富。既然如此,一个连你们这些统治地位在我看来确凿无疑者的礼物都不曾接受的人,怎会将尚未成为皇帝之人的恩赐推迟到我自以为他们将要统治的时期,抑或连既定的统治体制都不曾用来博取尊荣的人,又怎会图谋王朝的更迭呢? 确实,谄媚权贵的哲学家会得到何等好处,欧弗拉特斯的事例已阐明了一切:对于他,自此流入的岂止是金钱而已?那简直是财富的源泉,如今他在钱庄桌案前高谈阔论,成了小贩、二道贩子、税吏、放贷者,成了所有被贩卖与做贩卖的事物,且永远印刻在权贵们的门户之上。

语法注3 条
  1. 8.7ἀνοίας δʼ ἂν ποῖ ἤλαυνον, ἵνα ... μιαιφονίας ἅπτωμαι

    主句以带有 ἄν 的未完成过去直陈式(ἤλαυνον)构成反事实的修辞性疑问句,后接由 ἵνα 引导并支配虚拟式(ἅπτωμαι)的目的/结果从句。字面意为“我究竟会陷入何等狂乱,以至于去染指……”,以此强烈反驳自己绝不可能做出违背自身原则与智慧的暴行。

  2. 8.7ὃν γάρ φησι προειπεῖν Ἐφεσίοις τὴν νόσον θυσίας οὐδεμιᾶς δεηθέντα, τί σφαγίων ἐδεήθην

    关系代词 ὃν 是动词 φησι 所统辖的不定式 προειπεῖν 的逻辑主语(宾格不定式结构),并在句法上先取并指涉了后文主句疑问句(τί σφαγίων ἐδεήθην)的主语(“我”)。这种前置构造(prolepsis)突出了控方的逻辑矛盾:“对于他所说的不经献祭便预告疾疫的我,又何需宰杀牺牲呢?”

  3. 8.7σκεψώμεθα δέ, μὴ μεγάλων δεόμενος ἀνεβαλόμην τὰς παρʼ αὐτῶν εὐεργεσίας

    在劝告性虚拟式 σκεψώμεθα 之后,μή 搭配不定过去直陈式(ἀνεβαλόμην)引出探讨过去可能事实或疑虑的名词性从句(间接疑问):“让我们考查一下,我是否因渴望巨大之物而推迟了他们的恩惠……”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.7#6