- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.7#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯嘲讽了所谓无偿施展妖术的荒谬指控,并援引毕达哥拉斯的传统为自己的素食、麻衣以及留长发进行辩护。
ἴτε, ὦ ἀνόητοι, γοητεύω γὰρ, καὶ οὐδʼ ὑπὲρ χρημάτων, ἀλλὰ προῖκα, κερδανεῖτε δὲ ὑμεῖς μὲν τὸ ἀπελθεῖν ἕκαστος ἔχων, ὅτου ἐρᾷ, ἐγὼ δὲ κινδύνους καὶ γραφάς. ἀλλʼ ἵνα μὴ ἐς ἀνοήτους ἴωμεν λόγους, ἐρώμεθα τὸν κατήγορον, ὑπὲρ ὅτου χρὴ λέγειν πρώτου. καίτοι τί χρὴ ἐρωτᾶν; διῆλθε γὰρ ὑπὲρ τῆς στολῆς τὰς ἀρχὰς τοῦ λόγου, καί, νὴ Δίʼ, ὧν σιτοῦμαί τε καὶ οὐ σιτοῦμαι.1 ἀπολογοῦ δὴ ὑπὲρ τούτων, θεῖε Πυθαγόρα, κρινόμεθα γὰρ ὑπὲρ ὧν σὺ μὲν εὗρες, ἐγὼ δὲ ἐπαινῶ. ἀνθρώποις ἡ γῆ φύει, βασιλεῦ, πάντα, καὶ σπονδὰς ἄγειν πρὸς τὰ ζῷα βουλομένοις δεῖ οὐδενός, τὰ μὲν γὰρ δρέπονται αὐτῆς, τὰ δʼ ἀροῦνται κουροτροφούσης, ὡς ταῖς ὥραις ἔοικεν, οἱ δʼ ὥσπερ ἀνήκοοι τῆς γῆς μάχαιραν ἐπʼ αὐτὰ ἔθηξαν ὑπὲρ ἐσθῆτός τε καὶ βρώσεως. Ἰνδοὶ τοίνυν Βραχμᾶνες αὐτοί τε οὐκ ἐπῄνουν ταῦτα καὶ τοὺς Γυμνοὺς Αἰγυπτίων ἐδίδασκον μὴ ἐπαινεῖν αὐτά· ἔνθεν Πυθαγόρας ἑλών, Ἑλλήνων δὲ πρῶτος ἐπέμιξεν Αἰγυπτίοις, τὰ μὲν ἔμψυχα τῇ γῇ ἀνῆκεν, ἃ δʼ αὐτὴ φύει, ἀκήρατα εἶναι φάσκων ἐσιτεῖτο, ἐπιτήδεια γὰρ σῶμα καὶ νοῦν τρέφειν, ἐσθῆτά τε, ἣν ἀπὸ θνησειδίων οἱ πολλοὶ φοροῦσιν, οὐ καθαρὰν εἶναι φήσας λίνον ἠμπίσχετο καὶ τὸ ὑπόδημα κατὰ τὸν αὐτὸν λόγον βύβλου ἐπλέξατο, ἀπέλαυσέ τε τοῦ καθαρὸς εἶναι πολλὰ2 μέν, πρῶτον δὲ τὸ τῆς ἑαυτοῦ ψυχῆς αἰσθέσθαι· γενόμενος γὰρ κατὰ τοὺς χρόνους, οὓς ὑπὲρ τῆς Ἑλένης ἡ Τροία ἐμάχετο, καὶ τῶν τοῦ Πάνθου παίδων κάλλιστος ὢν καὶ κάλλιστα ἐσταλμένος ἀπέθανε μὲν οὕτω νέος, ὡς καὶ Ὁμήρῳ παρασχεῖν θρῆνον, παρελθὼν δʼ ἐς πλείω σώματα κατὰ τὸν Ἀδραστείας θεσμόν, ὃν ψυχὴ ἐναλλάττει, πάλιν ἐπανῆλθεν ἐς ἀνθρώπου εἶδος καὶ Μνησαρχίδῃ ἐτέχθη τῷ Σαμίῳ σοφὸς ἐκ βαρβάρου καὶ Ἴων ἐκ Τρωὸς καὶ οὕτω τι ἀθάνατος, ὡς μηδʼ ὅτι Εὔφορβος ἦν ἐκλελῆσθαι. τὸν μὲν δὴ πρόγονον τῆς ἐμαυτοῦ σοφίας εἴρηκα καὶ τὸ μὴ αὐτὸς εὑρών, κληρονομήσας δὲ ἑτέρου ταῦτʼ ἔχειν. κἀγὼ μὲν οὐ κρίνω τοὺς τρυφῶντας ὑπὲρ τοῦ φοινικίου ὄρνιθος, οὐδʼ ὑπὲρ τοῦ ἐκ Φάσιδος ἢ Παιόνων, οὓς πιαίνουσιν ἐς τὰς αὑτῶν δαῖτας οἱ τῇ γαστρὶ χαριζόμενοι πάντα, οὐδʼ ἐγραψάμην πω οὐδένα ὑπὲρ τῶν ἰχθύων, οὓς ὠνοῦνται πλείονος ἢ τοὺς κοππατίας ποτὲ οἱ λαμπροί, οὐδʼ ἁλουργίδος ἐβάσκηνα οὐδενί, οὐδὲ Παμφύλου τινὸς ἢ μαλακῆς ἐσθῆτος, ἀσφοδέλου δέ, ὦ θεοί, καὶ τραγημάτων καὶ καθαρᾶς ὀψοφαγίας γραφὴν φεύγω, καὶ οὐδὲ ἡ ἐσθὴς ἄσυλος, ἀλλὰ κἀκείνην λωποδυτεῖ με ὁ κατήγορος ὡς πολλοῦ ἀξίαν τοῖς γόησι. καίτοι ἀφελόντι τὸν ὑπὲρ ἐμψύχων τε καὶ ἀψύχων λόγον, διʼ ὧν καθαρός τις ἢ μὴ δοκεῖ, τί βελτίων ἡ ὀθόνη τοῦ ἐρίου; τὸ μέν γε πρᾳοτάτου ζῴου ἐπέχθη καὶ σπουδαζομένου θεοῖς, οἳ μὴ ἀπαξιοῦσι τὸ ποιμαίνειν καί, νὴ Δίʼ, ἠξίωσάν ποτε αὐτὸ καὶ χρυσοῦ εἴδους ἢ θεοὶ ἢ λόγοι. λίνον δὲ σπείρεται μέν, ὡς ἔτυχε, χρυσοῦ δὲ οὐδεὶς ἐπʼ αὐτῷ λόγος, ἀλλʼ ὅμως, ἐπειδὴ μὴ ἀπʼ ἐμψύχου ἐδρέφθη, καθαρὸν μὲν Ἰνδοῖς δοκεῖ, καθαρὸν δὲ Αἰγυπτίοις, ἐμοὶ δὲ καὶ Πυθαγόρᾳ διὰ τοῦτο σχῆμα γέγονε διαλεγομένοις εὐχομένοις θύουσι. καθαρὸν δὲ καὶ τὸ ἐννυχεύειν ὑπʼ αὐτῷ, καὶ γὰρ τὰ ὀνείρατα τοῖς, ὡς ἐγώ, διαιτωμένοις ἐτυμωτέρας τὰς αὑτῶν φήμας ἄγει. ἀπολογώμεθα καὶ ὑπὲρ τῆς οὔσης ποτὲ ἡμῖν κόμης, ἐπειδή τις γραφὴ καὶ αὐχμοῦ εὕρηται, κρινέτω δὲ μὴ ὁ Αἰγύπτιος, ἀλλὰ τὰ ξανθὰ καὶ διεκτενισμένα μειράκια, τοὺς ἐραστὰς ἐξαψάμενα καὶ τὰς ἑταίρας, ἐφʼ ἃς κωμάζει, καὶ ἑαυτὰ μὲν εὐδαίμονα ἡγείσθω καὶ ζηλωτὰ τῆς κόμης καὶ τοῦ λειβομένου ἀπʼ αὐτῆς μύρου, ἐμὲ δὲ ἀναφροδισίαν πᾶσαν καὶ ἐραστὴν τοῦ μὴ ἐρᾶν. εἰρήσεται γὰρ πρὸς αὐτά· ὦ κακοδαίμονες, μὴ συκοφαντεῖτε τὸ Δωριέων εὕρεμα, τὸ γὰρ κομᾶν ἐκ Λακεδαιμονίων ἥκει κατὰ ʽτοὺσʼ χρόνους ἐπιτηδευθὲν αὐτοῖς, οὓς μαχιμώτατα αὑτῶν εἶχον, καὶ βασιλεὺς τῆς Σπάρτης Λεωνίδας ἐγένετο κομῶν ὑπὲρ ἀνδρείας καὶ τοῦ σεμνὸς μὲν φίλοις, φοβερὸς δὲ ἐχθροῖς φαίνεσθαι· ταῦτά τοι καὶ ἡ Σπάρτη ἐπʼ αὐτῷ κομᾷ3 μεῖον οὐδὲν ἢ ἐπὶ Λυκούργῳ τε καὶ Ἰφίτῳ. σοφοῦ δὲ ἀνδρὸς κόμης φειδέσθω σίδηρος, οὐ γὰρ θεμιτὸν ἐπάγειν αὐτόν, οὗ πᾶσαι μὲν αἰσθητηρίων πηγαί, πᾶσαι δʼ ὀμφαί, ὅθεν εὐχαί τε ἀναφαίνονται καὶ σοφίας ἑρμηνεὺς λόγος. Ἐμπεδοκλῆς μὲν γὰρ καὶ στρόφιον τῶν ἁλουργοτάτων περὶ αὐτὴν ἁρμόσας ἐσόβει περὶ τὰς τῶν Ἑλλήνων ἀγυιὰς ὕμνους ξυντιθείς, ὡς θεὸς ἐξ ἀνθρώπου ἔσοιτο, ἐγὼ δὲ ἠμελημένῃ κόμῃ χρώμενος καὶ οὔπω τοιῶνδε ὕμνων ἐπʼ αὐτῇ δεηθεὶς ἐς γραφὰς ἄγομαι καὶ δικαστήρια. καὶ τί φῶ τὸν Ἐμπεδοκλέα; πότερʼ ἑαυτὸν ἢ τὴν τῶν ἐπʼ αὐτοῦ ἀνθρώπων εὐδαιμονίαν ᾅδειν, παρʼ οἷς οὐκ ἐσυκοφαντεῖτο ταῦτα;
‘来吧,愚人们,因为我施展妖术,甚至不是为了金钱,而是无偿施舍;你们将各自带着心爱之物离去而获益,我则收获危险与控告。’然而,免得我们陷入愚蠢的言谈,还是让我们质问原告,应当首先为何事辩护。不过,何须多问?因为他在开篇便历数了我的服饰,而且指宙斯起誓,还历数了我所吃和不吃的东西。那么,神圣的毕达哥拉斯啊,请为这些事辩护吧,因为我们正为了你所发现、我所称赞的事物而受审。王啊,大地为人类生养一切,愿与生灵订立和平盟约者一无所缺;因为他们从大地采撷一部分,又在她哺育幼雏时顺应四时耕作获得另一部分。然而世人宛如不闻大地的声音,为了衣服与饮食竟向动物磨快了屠刀。印度的婆罗门既不赞同这些,亦教导埃及的裸体智者不可赞同;毕达哥拉斯从中汲取教益——他是希腊人中首个与埃及人往来者——他将有生之物归还大地,只食用大地自身所产之物,宣称那是纯洁的,因其宜于滋养肉体与心智;他又称大众取自死兽的服饰不洁,因而身着亚麻,并依同样道理用纸莎草编织鞋履;他从自身的洁净中获益良多,首要者便是对自身灵魂的觉知。盖他生于特洛伊为海伦交战的时代,本是潘托俄斯众子中最俊美且装束最华丽之人,却在年轻时便死去了,以致荷马亦为之谱写挽歌;然而根据阿德剌斯忒亚灵魂更迭的律法,他历经多副身躯,再次返回人形,降生为萨摩斯人谟涅撒耳科斯之子,由异族人化为智者,由特洛伊人化为爱奥尼亚人,其不朽乃至未曾忘却自己曾是欧福耳玻斯。至此,我已道出了我自身智慧的先祖,并说明我拥有这些并非由自己发现,而是继承自他人。我并不指控那些为火烈鸟而极尽奢华之人,亦不指控那些为了法西斯河或培奥尼亚的飞禽之人——那些凡事纵容肚腹之徒为了盛宴而养肥这些鸟禽;我亦未曾因那些显贵之人用超过当年烙印考帕良马的价格购买游鱼而控告任何人;我未曾嫉妒过任何人的紫袍,亦未曾艳羡任何庞菲利亚的长袍或柔软的华服;然而,众神啊,我却因阿斯福代尔草、坚果干果与清白寡淡的素食而遭受指控,甚至我的衣服亦未能免遭非难,原告竟以此亦对术士极有价值为由剥夺我的服饰。然而,倘若除去关于有生与无生之物——人们借以判定洁净与否的根据——亚麻布又在何处优于羊毛呢?羊毛是从最温顺的动物身上剪下的,且受众神所珍视,众神不仅不以充当牧羊人为鄙,而且指宙斯起誓,众神或传说甚至曾赋予它黄金的形貌。而亚麻只是随意播种,亦无任何黄金的传说;然而,正因它非采自活物,在印度人看来是纯洁的,在埃及人看来是纯洁的,因而对我与毕达哥拉斯而言,便成了交谈、祈祷与献祭时的衣装。身覆亚麻过夜亦是洁净的,因为对于如我一般生活的人,梦境会带来更为真实的昭示。让我们亦为曾经拥有的长发辩护吧,因为连蓬头垢面如今亦成了罪状。然而,不要让埃及人来裁决,而让那些金发且梳理考究的少年来裁决吧,他们招引着情夫,并携妓寻欢作乐;让他们自视幸福,因其秀发与滴落的香膏而受人艳羡,并视我为全无风情、专爱不爱之人。因为可以对他们说:‘不幸的人啊,切勿诽谤多利安人的发明;留长发来自拉刻代蒙人,是在他们最为英勇善战的时代推行的习俗;斯巴达王列奥尼达留长发乃是为了彰显勇武,并在朋友面前显出威严、在敌人面前显得可畏;正因如此,斯巴达以他为豪的程度并不亚于以吕库古与伊菲托斯为豪。’对待智者的长发应当免动铁器;盖在一切感官的泉源、一切神圣声音所在之处,在祈祷显现、智慧的诠释者言论涌出之地,动用铁器乃是不敬的。恩培多克勒曾将最浓艳的紫带束于发间,在希腊的街巷中傲然穿行,吟唱赞歌,声称自己将由凡人化为神明;而我留着未经打理的头发,亦从未为此需要过这般赞歌,却被带上了公诉与法庭。对于恩培多克勒我又能说什么呢?他是在歌唱自己,还是在歌唱他那个时代世人的幸福——在他们那里,这些事从未受到诽谤?
- 8.7ὧν σιτοῦμαί τε καὶ οὐ σιτοῦμαι
关系代词 ὧν 本作动词 σιτοῦμαι(食用)的宾格宾语(ἃ),因受介词 ὑπέρ 所支配的省略先行词 τούτων 影响而发生属格同化(格吸引),意为“关于我所吃和不吃的东西”。
- 8.7ἀπέλαυσέ τε τοῦ καθαρὸς εἶναι πολλά
在带冠词不定式 τοῦ καθαρὸς εἶναι(洁净)中,表语形容词 καθαρός 因与主句主语(毕达哥拉斯)保持一致而作主格(主格同化)。动词 ἀπολαύω 通常支配属格,此处与属格带冠词不定式搭配表示来源/原因,并带内宾格/副词性宾格 πολλά(许多益处)。
- 8.7ἐπʼ αὐτῷ κομᾷ
动词 κομάω 既有字面义“蓄长发”,亦有引申义“引以为豪、自夸”(常接与格或 ἐπί + 与格)。在此处承接关于留长发的讨论,构成双关语:斯巴达既效法列奥尼达而“蓄发”,亦因他而“深感自豪”。
