- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.7#4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯不再多论长发之事,转而反驳指控他被奉为神明的重罪;他坚称自己从未自封为神,只是以智慧行善整顿城邦,并援引吕库古的神谕及造物主学说阐明善人与神性的亲缘关系。
μὴ πλείω διαλεγώμεθα ὑπὲρ τῆς κόμης, ἐτμήθη γὰρ καὶ προὔλαβε τὴν κατηγορίαν ὁ φθόνος, διʼ ὃν ὑπὲρ τῆς ἑτέρας αἰτίας χρὴ ἀπολογεῖσθαι χαλεπῆς οὔσης, καὶ οἵας, ὦ βασιλεῦ, μὴ σοὶ μόνον, ἀλλὰ καὶ τῷ Διὶ παρασχεῖν φόβον· φησὶ γὰρ τοὺς ἀνθρώπους θεὸν ἡγεῖσθαί με καὶ δημοσίᾳ τοῦτʼ ἐκφέρειν ἐμβεβροντημένους ὑπʼ ἐμοῦ· καίτοι καὶ πρὸ τῆς αἰτίας ἐκεῖνα διδάσκειν ἔδει, τί διαλεχθεὶς ἐγώ, τί δʼ οὕτω θαυμάσιον εἰπὼν ἢ πράξας ὑπηγαγόμην τοὺς ἀνθρώπους προσεύχεσθαί μοι, οὔτε γάρ, ἐς ὅ τι ἢ ἐξ ὅτου μετέβαλον ἢ μεταβαλεῖ μοι ἡ ψυχή, διελέχθην ἐν Ἕλλησι, καίτοι γιγνώσκων, οὔτε δόξας περὶ ἐμαυτοῦ τοιαύτας ἀπέστειλα, οὔτʼ ἐς λόγια καὶ χρησμῶν ᾠδὰς ἐξῆλθον, οἷα τῶν θεοκλυτούντων φορά, οὐδʼ οἶδα πόλιν οὐδεμίαν, ἐν ᾗ ἔδοξε ξυνιόντας Ἀπολλωνίῳ θύειν. καίτοι πολλοῦ ἄξιος ἑκάστοις ἐγενόμην, ὁπόσα ἐδέοντό μου, ἐδέοντο δὲ τοιαῦτα· μὴ νοσεῖν οἱ νοσοῦντες, ὁσιώτεροι μύειν ὁσιώτεροι θύειν ὕβριν ἐκτετμῆσθαι νόμους ἐρρῶσθαι. μισθὸς δʼ ἐμοὶ μὲν τούτων ὑπῆρχε τὸ βελτίους αὐτοὺς αὑτῶν φαίνεσθαι, σοὶ δὲ ἐχαριζόμην ταῦτα· ὥσπερ γὰρ οἱ τῶν βοῶν ἐπιστάται τὸ μὴ ἀτακτεῖν αὐτὰς χαρίζονται τοῖς κεκτημένοις τὰς βοῦς καὶ οἱ τῶν ποιμνίων ἐπιμεληταὶ πιαίνουσιν αὐτὰ ἐς τὸ τῶν πεπαμένων κέρδος νόσους τε ἀφαιροῦσι μελιττῶν οἱ νομεῖς αὐτῶν, ὡς μὴ ἀπόλοιτο τῷ δεσπότῃ τὸ σμῆνος, οὕτω που καὶ ἐγὼ τὰ πολιτικὰ παύων ἐλαττώματα σοὶ διωρθούμην τὰς πόλεις, ὥστʼ εἰ καὶ θεὸν ἡγοῦντό με, σοὶ κέρδος ἡ ἀπάτη εἶχε, ξὺν προθυμίᾳ γάρ που ἠκροῶντό μου, δεδιότες πράττειν, ἃ μὴ δοκεῖ θεῷ. ἀλλʼ οὐχὶ τοῦτο ᾤοντο, ὅτι δʼ ἐστί τις ἀνθρώπῳ πρὸς θεὸν ξυγγένεια,1 διʼ ἣν μόνον ζῴων θεοὺς οἶδε, φιλοσοφεῖ δὲ καὶ ὑπὲρ τῆς ἑαυτοῦ φύσεως καὶ ὅπη μετέχει τοῦ θείου. φησὶ μὲν οὖν καὶ τὸ εἶδος αὐτὸ θεῷ ἐοικέναι, ὡς ἀγαλματοποιία ἑρμηνεύει καὶ χρώματα, τάς τε ἀρετὰς θεόθεν ἥκειν ἐπʼ αὐτὸν πέπεισται καὶ τοὺς μετέχοντας αὐτῶν ἀγχιθέους τε εἶναι καὶ θείους. διδασκάλους δὲ τῆς διανοίας ταύτης μὴ Ἀθηναίους καλῶμεν, ἐπειδὴ τοὺς δικαίους καὶ τοὺς Ὀλυμπίους καὶ τὰς τοιάσδε ἐπωνυμίας πρῶτοι ἔθεντο, θειοτέρας, ὡς τὸ εἰκός, οὔσας ἢ ἐπʼ ἀνθρώπῳ κεῖσθαι, ἀλλὰ τὸν Ἀπόλλω τὸν ἐν τῇ Πυθοῖ· ἀφίκετο μὲν γὰρ ἐς τὸ ἱερὸν αὐτοῦ Λυκοῦργος ὁ ἐκ τῆς Σπάρτης ἄρτι γεγραμμένων αὐτῷ τῶν νόμων, οἷς ἡ Λακεδαίμων τέτακται, προσειπὼν δʼ αὐτὸν ὁ Ἀπόλλων βασανίζει τὴν περὶ αὐτοῦ δόξαν, ἐν ἀρχῇ τοῦ χρησμοῦ φάσκων ἀπορεῖν, πότερα χρὴ θεὸν ἢ ἄνθρωπον καλεῖν, προϊὼν δὲ ἀποφαίνεται καὶ ψηφίζεται τὴν ἐπωνυμίαν ταύτην, ὡς ἀνδρὶ ἀγαθῷ. καὶ οὐδεὶς ἐπὶ τὸν Λυκοῦργον ἀγὼν ʽἧκενʼ ἢ κίνδυνος ἐκ τούτων παρὰ Λακεδαιμονίοις, ὡς ἀθανατίζοντα, ἐπεὶ μὴ ἐπέπληξε τῷ Πυθίῳ προσρηθεὶς τούτοις, ἀλλὰ ξυνετίθεντο τῷ μαντείῳ, πεπεισμένοι δήπου καὶ πρὸ τοῦ χρησμοῦ ταῦτα. τὰ δὲ Ἰνδῶν καὶ Αἰγυπτίων ταῦτα· Ἰνδοὺς Αἰγύπτιοι τὰ μὲν ἄλλα συκοφαντοῦσι καὶ διαβάλλουσιν αὐτῶν τὰς ἐπὶ τοῖς πράγμασι δόξας, τὸν δὲ λόγον, ὃς ἐς τὸν δημιουργὸν τῶν ὅλων εἴρηται, οὕτω τι ἐπαινοῦσιν, ὡς καὶ ἑτέρους διδάξασθαι Ἰνδῶν ὄντα. ὁ λόγος δὲ τῆς μὲν τῶν ὅλων γενέσεώς τε καὶ οὐσίας θεὸν δημιουργὸν οἶδε, τοῦ δὲ ἐνθυμηθῆναι ταῦτα αἴτιον τὸ ἀγαθὸν εἶναι αὐτόν· ἐπεὶ τοίνυν ξυγγενῆ ταῦτα, ἔχομαι τοῦ λόγου καὶ φημὶ τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων θεοῦ τι ἔχειν. κόσμος δὲ ὁ μὲν ἐπὶ θεῷ δημιουργῷ κείμενος τὰ ἐν οὐρανῷ νομιζέσθω καὶ τὰ ἐν θαλάττῃ καὶ γῇ πάντα, ὧν μετουσία ἴση ἀνθρώποις, πλὴν τύχης. ἔστι δέ τις καὶ ἐπʼ ἀνδρὶ ἀγαθῷ κόσμος οὐχ ὑπερβάλλων τὰ σοφίας μέτρα, ὅν που καὶ αὐτός, ὦ βασιλεῦ, φήσεις ἀνδρὸς δεῖσθαι θεῷ εἰκασμένου· καὶ τί τὸ σχῆμα τοῦ κόσμου τοῦδε; αἱ ψυχαὶ ἀτακτοῦσαι μανικώτερον ἅπτονται παντὸς σχήματος, καὶ ἕωλοι μὲν αὐταῖς νόμοι, σωφροσύνη δʼ οὐδαμοῦ, θεῶν δὲ τιμαὶ ἄτιμοι, λαλιᾶς δʼ ἐρῶσι καὶ τρυφῆς, ἐξ ὧν ἀργία φύεται πονηρὰ ξύμβουλος ἔργου παντός. αἱ δὲ μεθύουσαι ψυχαὶ πηδῶσι μὲν ἐπὶ πολλά, τὸ δὲ σκίρτημα τοῦτο ἴσχει οὐδέν, οὐδʼ εἰ πάντα πίνοιεν, ὁπόσα, ὥσπερ ὁ μανδραγόρας, ὑπνηλὰ ἐνομίσθη. ἀλλὰ δεῖ ἀνδρός, ὃς ἐπιμελήσεται τοῦ περὶ αὐτὰς κόσμου, θεὸς ὑπὸ σοφίας ἥκων.2 οὑτοσὶ γὰρ ἀπόχρη αὐτὰς ἐρώτων τε ἀπάγειν, ἐφʼ οὓς ἀγριώτερον τῆς ξυνήθους ὁμιλίας ἐκφέρονται, καὶ φιλοχρηματίας, διʼ ἣν οὔπω πᾶν ἔχειν φασίν, ἐπεὶ μὴ καὶ τὸ στόμα ὑπέχουσιν ἐπιρρέοντι τῷ πλούτῳ. φόνων γὰρ ἀνασχεῖν μὲν αὐτὰς μὴ προσάπτεσθαι οὐκ ἀδύνατον ἴσως ἀνδρὶ τοιούτῳ,3 ἀπονῖψαι δὲ οὔτε ἐμοὶ δυνατὸν οὔτε τῷ πάντων δημιουργῷ θεῷ· ἔστω, βασιλεῦ, κατηγορία καὶ ὑπὲρ τῆς Ἐφέσου, ἐπειδὴ ἐσώθη, καὶ κρινέτω με ὁ Αἰγύπτιος, ὡς ἔστι πρόσφορον τῇ γραφῇ.
关于头发我们不必再多谈了,因为头发已被剪去,而嫉妒已抢先于指控——正是因为这嫉妒,我才必须为另一项指控辩护;王啊,这项指控十分严重,以致不仅会令你恐惧,甚至会令宙斯感到恐惧。原告声称世人将我视为神明,并且他们由于受我蛊惑而公开宣扬此事。然而,早在提出这一指控之前,他就应当阐明:我通过何种言论、通过讲出或做出了何等惊人的事情,竟诱使人们向我祈求。因为我从未在希腊人中谈论过自己的灵魂变为了什么、由什么转变而来,抑或将转变为怎样的形态,尽管我深知这一切;我亦未曾散播关于自己的此类言论,更未曾陷入宣讲预言与吟唱神谕之中——那向来是狂呼神名之徒的风气;我亦不知道有哪一座城邦曾决议聚众向阿波罗尼奥斯献祭。然而,凡是人们对我有所求之处,我对他们每个人都极有价值。他们所祈求的乃是这般事情:患病者不再患病,更虔敬地领受秘仪,更虔敬地献祭,傲慢得以铲除,法令得以巩固。对我而言,此事的报酬便是看到他们超越自我、变得更加优良,而我做这些亦是在为你效劳。正如看牛人通过使牛群不至失控而为牛主效劳,羊群的牧人为了所有者的利益而养肥羊群,养蜂人为了使主人的蜂群不至覆灭而为蜜蜂驱除疾病,同样地,想必我通过消除城邦的缺陷,亦是在为你整顿诸城邦。因此,纵使他们曾将我视作神明,这种错觉亦为你带来了益处;因为他们想必是怀着敬畏全神贯注地听从于我,惟恐做出神明不以为然之事。然而他们所想的并非如此,而只是认为人与神之间存在某种亲缘关系,正因这种关系,人才是生灵中唯一知晓神明、并探寻自身本性以及如何分有神性的存在。事实上,世人亦称人的形貌本身与神相似,正如雕塑与绘画色彩所诠释的那样;世人亦坚信美德自神明降临于人,而分有美德者便邻近于神且是神圣的。我们不必将雅典人称为这种思想的导师——尽管他们最先确立了‘正义者’、‘奥林匹亚者’及类似称号,这些称号按理比加诸凡人身上的更为神圣——而应将皮托的阿波罗尊为导师。盖斯巴达的吕库古在其整顿拉刻代蒙的法律刚刚起草完毕之际来到阿波罗的神殿,阿波罗向他致意并查验他的声誉,在神谕开头声称拿不准应当称他为神还是为人,但接着便宣告并将这一称号判归于他,视其为善人。斯巴达人中亦未曾有人因此向吕库古发难,或以他自封不死为由将他置于险境——只因他受此称呼时未曾责难皮提亚的神,相反,他们欣然认同这道神谕,想必在神谕颁布前便已对此深信不疑。印度人与埃及人的学说亦是如此。埃及人虽在其他事情上诽谤印度人、攻击他们对事物的见解,但对于论及万物造物主的学说,他们却赞赏备至,以致尽管那是印度人的学说,他们亦拿来教授他人。这一学说认定神是万物生成与本质的造物主,而神构思出万物的原因乃在于神的至善。因此,既然这些皆有相通之处,我便秉持这一学说,声称善良之人皆具有神性的某种特质。由造物主神所掌管的宇宙秩序,当被视作天上、海中及地上的一切事物,除了命运之外,世人均等分有这一切。然而,亦有一种依赖于善人的秩序,它并未超越智慧的分寸;王啊,想必你自己亦会承认,这种秩序需要一位宛如神明之人。这种秩序的形貌又是怎样的呢?那些失序的灵魂会发狂似地染指各种形态,律法于他们而言形同虚设,自制荡然无存,神明的尊荣遭到践踏,他们沉湎于清谈与奢靡,从中滋生出作为一切行径恶劣参谋的怠惰。沉醉的灵魂盲目躁动,但这般躁动无物可遏,即便他们饮尽一切如同曼德拉草般被视为具有催眠效力的药物亦无济于事。然而,世间需要一位因智慧而如神降临、来照料关乎他们的秩序之人。盖这样的人足以将灵魂从情欲中拉回——灵魂正以超越常理交往的狂暴姿态扑向情欲,亦足以使他们脱离贪财之心——他们由于未能将嘴凑向滔滔财富而声称自己尚未拥有一切。对于这样的人而言,阻止灵魂染指杀戮或许并非不可能;然而要洗净已然犯下的杀戮,则既非我所能为,亦非万物的造物主神所能为。王啊,既然以弗所得救了,就让关于以弗所亦有一项指控吧,且让那位埃及人依其控词之便来裁决我吧。
- 8.7ἀλλʼ οὐχὶ τοῦτο ᾤοντο, ὅτι δʼ ἐστί τις ἀνθρώπῳ πρὸς θεὸν ξυγγένεια
在否定句 ἀλλʼ οὐχὶ τοῦτο ᾤοντο(然而他们所想的并非如此)之后,承前省略了动词 ᾤοντο,由 ὅτι 引导宾语从句构成对比:“而只是[认为]存在某种亲缘关系……”。此处的省略结构将论点从原告声称世人将他奉为神明的字面指控,引向阐明人与神圣本质相通的哲学观念。
- 8.7θεὸς ὑπὸ σοφίας ἥκων
ἥκων 为状态动词 ἥκω(已经达到、以……身份出现)的分词,带有名词补足语 θεός,并与表示原因的介词短语 ὑπὸ σοφίας(凭借/由于智慧)搭配,意为“凭借智慧而已达到神境者”或“因智慧而如神降临之人”。在此比喻善智者如同神明降世般治理迷乱的灵魂。
- 8.7φόνων γὰρ ἀνασχεῖν μὲν αὐτὰς μὴ προσάπτεσθαι οὐκ ἀδύνατον ἴσως ἀνδρὶ τοιούτῳ
不定词 ἀνασχεῖν 在此意为“阻止、制止”,支配宾格 αὐτάς(灵魂)、表示分离的属格 φόνων(杀戮),以及带冗余否定的说明性不定词 μὴ προσάπτεσθαι(不去染指)。整句骨干为:“对于这样的人而言,阻止灵魂染指杀戮或许并非不可能”。
