← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§8.7#2

援引韦斯帕芗之交以驳斥术士嫌疑

阿波罗尼奥斯向图密善皇帝援引其父韦斯帕芗当年的会谈与来信,自辩绝非术士,而是安于清贫、超脱金钱的哲学家。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.7#2

ἀπαξιοῦν ἀρχῆς ἐπὶ θύρας αὐτῷ φοιτώσης ὑμᾶς τε κληρονόμους αὐτῆς ποιεῖσθαι,1 εὖ ἔχειν τὴν γνώμην φήσας αὐτός τε μέγας ἤρθη καὶ ὑμᾶς ἦρεν· εἰ δὲ γόητά με ᾤετο, οὐδʼ ἂν ξυνῆψέ μοι κοινωνίαν φροντίδων, οὐδὲ γὰρ τοιαῦτα ἥκων διελέγετο, οἷον· ἀνάγκασον τὰς Μοίρας ἢ τὸν Δία, τύραννον ἀποφῆναί με ἢ τεράτευσαι διοσημίας ὑπὲρ ἐμοῦ δείξας τὸν ἥλιον ἀνίσχοντα μὲν ἀπὸ τῆς ἑσπέρας, δυόμενον δέ, ὅθεν ἄρχεται.2 οὐ γὰρ ἄν μοι ἐπιτήδειος ἄρχειν ἔδοξεν ἢ ἐμὲ ἡγούμενος ἱκανὸν ταῦτα ἢ σοφίσμασι θηρεύων ἀρχήν, ἣν ἀρεταῖς ἔδει κατακτᾶσθαι. καὶ μὴν καὶ δημοσίᾳ διελέχθην ἐν ἱερῷ, γοήτων δὲ ξυνουσίαι φεύγουσι μὲν ἱερὰ θεῶν, ἐχθρὰ γὰρ τοῖς περὶ τὴν τέχνην, νύκτα δὲ καὶ πᾶν, ὅ τι ἀφεγγές, αὑτῶν προβαλλόμενοι οὐ ξυγχωροῦσι τοῖς ἀνοήτοις οὐδὲ ὀφθαλμοὺς ἔχειν οὔτε ὦτα. διελέχθη μοι καὶ ἰδίᾳ μέν, παρετύγχανον δὲ ὅμως Εὐφράτης καὶ Δίων, ὁ μὲν πολεμιώτατά μοι ἔχων, ὁ δʼ οἰκειότατα, Δίωνα γὰρ μὴ παυσαίμην γράφων ἐν φίλοις. τίς ἂν οὖν ἐπʼ ἀνδρῶν σοφῶν ἢ μεταποιουμένων γε σοφίας ἐς γόητας ἔλθοι λόγους; τίς δʼ οὐκ ἂν παραπλησίως φυλάξαιτο καὶ ἐν φίλοις καὶ ἐν ἐχθροῖς κακὸς φαίνεσθαι; καὶ οἱ λόγοι ἦσαν ἐναντιούμενοι τοῖς γόησι· σὺ μὲν γὰρ ἴσως τὸν πατέρα ἡγῇ τὸν σεαυτοῦ βασιλείας ἐρῶντα γόησι μᾶλλον ἢ ἑαυτῷ πιστεῦσαι καὶ ἀνάγκην ἐπὶ τοὺς θεούς, ἵνα τούτου τύχοι, παρʼ ἐμοῦ εὑρέσθαι, ὁ δὲ τοῦτο μὲν καὶ πρὶν ἐς Αἴγυπτον ἥκειν ἔχειν ᾤετο, μετὰ ταῦτα δʼ ὑπὲρ μειζόνων ἐμοὶ διελέγετο, ὑπὲρ νόμων καὶ ὑπὲρ πλούτου δικαίου θεοί τε ὡς θεραπευτέοι καὶ ὁπόσα παρʼ αὐτῶν ἀγαθὰ τοῖς κατὰ τοὺς νόμους ἄρχουσι, μαθεῖν ἤρα· οἷς πᾶσιν ἐναντίον χρῆμα οἱ γόητες, εἰ γὰρ ἰσχύοι ταῦτα, οὐκ ἔσται ἡ τέχνη. προσήκει δέ, ὦ βασιλεῦ, κἀκεῖνα ἐπεσκέφθαι· τέχναι ὁπόσαι κατʼ ἀνθρώπους εἰσί, πράττουσι μὲν ἄλλο ἄλλη, πᾶσαι δʼ ὑπὲρ χρημάτων, αἱ μὲν σμικρῶν, αἱ δʼ αὖ μεγάλων, αἱ δʼ ἀφʼ ὧν θρέψονται, καὶ οὐχ αἱ βάναυσοι μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τεχνῶν σοφαί τε ὁμοίως καὶ ὑπόσοφοι πλὴν ἀληθοῦς φιλοσοφίας. καλῶ δὲ σοφὰς μὲν ποιητικὴν μουσικὴν ἀστρονομίαν σοφιστὰς καὶ τῶν ῥητόρων τοὺς μὴ ἀγοραίους, ὑποσόφους δὲ ζωγραφίαν πλαστικὴν ἀγαλματοποιοὺς κυβερνήτας γεωργούς, ἢν ταῖς ὥραις ἕπωνται, καὶ γὰρ αἵδε αἱ τέχναι σοφίας οὐ πολὺ λείπονται. ἔστι ʽδέʼ τι, ὦ βασιλεῦ, ψευδόσοφοί τε καὶ ἀγείροντες, ὃ μὴ μαντικὴν ὑπολάβῃς, πολλοῦ μὲν γὰρ ἀξία, ἢν ἀληθεύῃ, εἰ δʼ ἐστὶ τέχνη, οὔπω οἶδα, ἀλλὰ τοὺς γόητας ψευδοσόφους φημί· τὰ γὰρ οὐκ ὄντα εἶναι καὶ τὰ ὄντα ἀπιστεῖσθαι, πάντα ταῦτα προστίθημι τῇ τῶν ἐξαπατωμένων δόξῃ, τὸ γὰρ σοφὸν τῆς τέχνης ἐπὶ τῇ τῶν ἐξαπατωμένων τε καὶ θυομένων ἀνοίᾳ κεῖται, ἡ δὲ τέχνη φιλοχρήματοι πάντες,3 ἃ γὰρ κομψεύονται, ταῦθʼ ὑπὲρ μισθοῦ σφισιν εὕρηται, μαστεύουσι δʼ ὑπερβολὰς χρημάτων ὑπαγόμενοι τοὺς ὁτουδὴ ἐρῶντας ὡς ἱκανοὶ πάντα. τίνα οὖν, ὦ βασιλεῦ, πλοῦτον περὶ ἡμᾶς ἰδὼν ψευδοσοφίαν ἐπιτηδεύειν με οἴει, καὶ ταῦτα τοῦ σοῦ πατρὸς κρείττω με ἡγουμένου χρημάτων; ὅτι δʼ ἀληθῆ λέγω, ποῦ μοι ἡ ἐπιστολὴ τοῦ γενναίου τε καὶ θείου ἀνδρός; ὅς με ἐν αὐτῇ ᾅδει τά τε ἄλλα καὶ τὸ πένεσθαι. αὐτοκράτωρ Οὐεσπασιανὸς Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν. εἰ πάντες, Ἀπολλώνιε, κατὰ ταὐτά σοι φιλοσοφεῖν ἤθελον, σφόδρα ἂν εὐδαιμόνως ἔπραττε φιλοσοφία τε καὶ πενία· φιλοσοφία μὲν ἀδεκάστως ἔχουσα, πενία δὲ αὐθαιρέτως. ἔρρωσο. Ταῦθʼ ὁ πατὴρ ὁ σὸς ὑπὲρ ἐμοῦ ἀπολογείσθω, φιλοσοφίας μὲν τὸ ἀδέκαστον, πενίας δὲ τὸ αὐθαίρετον ἐμοὶ ὁριζόμενος, ἐμέμνητο γάρ που καὶ τῶν κατὰ τὴν Αἴγυπτον·, ὅτʼ Εὐφράτης μὲν καὶ πολλοὶ τῶν προσποιουμένων φιλοσοφεῖν προσιόντες αὐτῷ χρήματα οὐδʼ ἀφανῶς ᾔτουν, ἐγὼ δʼ οὐ μόνον οὐ προσῄειν ὑπὲρ χρημάτων, ἀλλὰ κἀκείνους ἐώθουν ὡς οὐχ ὑγιαίνοντας, διεβεβλήμην δὲ πρὸς χρήματα μειράκιον ὢν ἔτι· τὰ γοῦν πατρῷα, λαμπρὰ δʼ ἦν οὐσία ταῦτα, μιᾶς μόνης ἰδὼν ἡμέρας ἀδελφοῖς τε τοῖς ἐμαυτοῦ ἀφῆκα καὶ φίλοις καὶ τῶν ξυγγενῶν τοῖς πένησι μελετῶν που ἀφʼ Ἑστίας4 τὸ μηδενὸς δεῖσθαι, ἐάσθω δὲ Βαβυλὼν καὶ Ἰνδῶν τὰ ὑπὲρ Καύκασόν τε καὶ ποταμὸν Ὕφασιν, διʼ ὧν ἐπορευόμην ἐμαυτῷ ὅμοιος· ἀλλὰ τῶν γε ἐνταῦθα καὶ τοῦ μὴ πρὸς ἀργύριον βλέπειν ποιοῦμαι μάρτυρα τὸν Αἰγύπτιον τοῦτον· δεινὰ γὰρ πεπρᾶχθαί τε μοι καὶ βεβουλεῦσθαι φήσας οὔθʼ ὁπόσων χρημάτων ἐπανούργουν ταῦτα, εἴρηκεν, οὔθʼ ὅ τι ἐνθυμηθεὶς κέρδος, ἀλλʼ οὕτως ἀνόητος αὐτῷ δοκῶ τις, ὡς γοητεύειν μέν, ἃ δʼ ὑπὲρ πολλῶν ἕτεροι χρημάτων, αὐτὸς ἀδικεῖν οὐδʼ ἐπὶ χρήμασιν, ἀγοράν, οἶμαι, προκηρύττων τοιαύτην·

当我劝告他不可拒绝那已临门庭的统制权、而应使你们成为其继承人时,他赞许这一见解妥当,便亲自登临显赫,并使你们显荣。倘若他曾认为我是个术士,他便决不会与我共同谋划,更不会前来作这般的言谈,说什么:‘请强制命运女神或宙斯宣布我为帝王’,或‘请为我显现妖术征兆,让太阳自西方升起、而落于它所升起的东方’。因为倘若他认为我能办到这些,或者他企图用诡术来猎取本当以德性赢取的权位,在我看来他便不配为君主了。况且,我与他是在圣所中公开发表议论的;术士的聚会往往避开众神的圣所,盖圣所与从事那一技艺的人为敌;他们将黑夜与一切幽暗遮蔽于前,甚至不容愚昧者保留眼睛或耳朵。他固然也曾与我私下交谈,然而当时欧弗拉特斯与狄翁皆在场,前者对我最为敌视,后者与我最为亲密——愿我永不停止将狄翁列入挚友之中。那么,在智者或至少标榜智慧之人面前,谁会涉足术士之流的言谈呢?又有谁不会同样提防在朋友或敌人面前显出邪恶呢?况且当时的言论与术士之道正相径庭:盖你或许以为你的父亲因渴慕帝位,宁信术士而不信己身,并从我这里寻求强加于神明的力量以求得手;然而他甚至在来埃及之前就已自视握有此权,此后他与我商讨的是更为重大之事:关乎法律,关乎合乎正义的财富,众神应当如何敬奉,以及遵法而治的统治者能从众神处获得多少福祉——这些才是他渴望求教之事;而这一切与术士之流完全背道而馳,因为这些若发挥效力,他们的技艺便无从立足。 王啊,下述之事亦宜予以省察:凡人间所存之诸般技艺,所行之事虽各不同,却皆为了金钱:有的为了微薄之利,有的为了巨资,有的则为了赖以糊口;这不仅见于粗鄙之手艺,凡其余技艺中称得上高妙与次高妙者亦然,唯独真正的哲学除外。我所称为高妙技艺者,乃诗歌、音乐、天文学、智者之术,以及非市井之辈的演说家技艺;次高妙者乃绘画、雕塑、铸像、舟师,以及若能顺应四时的农夫;盖这些技艺离智慧亦不甚远。然而王啊,亦有一种伪智者与行乞之徒,请勿将其误解为占卜术,因为占卜若能言中则极有价值,至于它是否为一种技艺我尚不得而知;但我所说的伪智者乃是那些术士。盖指无为有、疑真为假,这一切我都归咎于受骗者的臆想;盖那一技艺的所谓机巧,全建立在受骗与献祭之人的愚昧之上。至于从事这门技艺者,无一不是贪图钱财之人;因为他们所耍弄的花招,皆是为了报酬而发明,他们诱引那些心怀渴慕之人,佯称无所不能,借以搜刮无度的钱财。那么王啊,你在我身边看到了何等财富,竟以为我在行使伪智慧呢?更何况你的父亲曾认为我是超脱于金钱之上的。为证明我所言非虚,那位高贵而神圣的人物的信函何在?他正是在信中赞美了我其他品德以及我的清贫: ‘皇帝韦斯帕芗致哲学家阿波罗尼奥斯问好。 阿波罗尼奥斯,倘若世人皆愿如你一般从事哲学,哲学与清贫皆将极受福祉:哲学得以不被收买,清贫得以出于自愿。保重。’ 愿你的父亲以此为我辩护,为我界定了哲学的廉洁与清贫的自愿;因为他想必亦记得在埃及之事:当时欧弗拉特斯以及许多自命为哲学者前去见他,甚至毫无隐晦地索要钱财;而我不仅未曾因钱财前去,反而斥责他们不合常理。我尚在少年之时便已对金钱深恶痛绝;至少对于父辈遗留的家产——那本是一笔显赫的财富——我仅看视了一日,便悉数分给了自己的兄弟、朋友以及亲族中的贫苦者,自始便潜心练习一无所求。且不论巴比伦,不论高加索与海法西斯河以外的印度之地——在那些地方游历时我始终未改初心;然而关于此地之事以及我对银钱的不屑一顾,我正要以此埃及人为证人:因为他声称我犯下并图谋了可怖之事,却既未说出我为多少金钱而行恶,亦未说明我贪图何种利益,反倒以为我是个愚不可及之人,竟施展妖术,甚至在旁人为重金而犯罪之事上,自己却不为金钱而行不义,仿佛在公然宣布这样一个集市:

语法注4 条
  1. 8.7ἀπαξιοῦν ἀρχῆς ἐπὶ θύρας αὐτῷ φοιτώσης ὑμᾶς τε κληρονόμους αὐτῆς ποιεῖσθαι

    接续前一段落末尾的 ἐμοῦ δὲ ξυμβουλεύοντος ἑαυτόν τε μὴ 的不定式短语。ἀπαξιοῦν 与 ποιεῖσθαι 均为受 ξυμβουλεύοντος 支配的补足不定式;ἑαυτόν 为 ἀπαξιοῦν 的逻辑主语,ὑμᾶς 为 ποιεῖσθαι 的宾语。

  2. 8.7δυόμενον δέ, ὅθεν ἄρχεται

    与前文 ἀνίσχοντα μὲν ἀπὸ τῆς ἑσπέρας 相对比。关系副词从句 ὅθεν ἄρχεται 意为“从它起始(升起)之处”,即东方。此句描述颠倒天道运行的异象:“自西方升起,而在其原本升起的东方沉落”。

  3. 8.7ἡ δὲ τέχνη φιλοχρήματοι πάντες

    句法上的破格(破格句或依义构句)。句首悬挂抽象名词主语 ἡ δὲ τέχνη,而谓语部分转而指代从事该技术的全体术士,采用了复数阳性形容词与代词 φιλοχρήματοι πάντες [sc. εἰσίν]。

  4. 8.7ἀφʼ Ἑστίας

    希腊语成语。字面意为“从灶神/壁炉起”,引申指“从最开端”、“从根本上”或“从自身起”。此处指他自放弃家产的青年时代起,便从一开始彻底操练无欲无求的自足生活。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.7#2