- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.7#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯劝谕图密善皇帝切勿预存成见,当尊崇法律并公正听讼,同时严词痛斥谗谄者的骄横跋扈与僭越之举。随后,他引出自己曾坚定其称帝决心的先帝韦斯巴芗——即当朝皇帝的父亲——作为自辩的有力支持者。
ὁ μὲν ἀγὼν ὑπὲρ μεγάλων σοί τε, ὦ βασιλεῦ, κἀμοί· σύ τε γὰρ κινδυνεύεις ὑπὲρ ὧν μήποτε αὐτοκράτωρ,1 εἰ πρὸς φιλοσοφίαν οὐδεμιᾷ δίκῃ διαβεβλῆσθαι δόξεις, ἐγώ τε ὑπὲρ ὧν μηδὲ Σωκράτης ποτὲ Ἀθήνησιν, ὃν οἱ γραψάμενοι τὴν γραφὴν καινὸν μὲν τὰ δαιμόνια ἡγοῦντο, δαίμονα δὲ οὔτε ἐκάλουν οὔτε ᾤοντο. κινδύνου δὲ ἐφʼ ἑκάτερον ἡμῶν οὕτω χαλεποῦ ἥκοντος οὐκ ὀκνήσω καὶ σοὶ ξυμβουλεύειν, ὁπόσα ἐμαυτὸν πέπεικα· ἐπειδὴ γὰρ κατέστησεν ἡμᾶς ὁ κατήγορος ἐς τουτονὶ τὸν ἀγῶνα, ἐσῆλθε τοὺς πολλοὺς οὐκ ἀληθὴς περὶ ἐμοῦ τε καὶ σοῦ δόξα· σὲ μὲν γὰρ ᾤοντο ξυμβούλῳ τῆς ἀκροάσεως ὀργῇ χρήσεσθαι, δι’ ἣν κἂν ἀποκτεῖναί με, ὅ τι ποτέ ἐστι τὸ ἀποκτεῖναι, ἐμὲ δʼ ἐκποιήσειν ἐμαυτὸν τοῦ δικαστηρίου τρόποις, ὁπόσοι τοῦ ἀποδρᾶναί εἰσιν, ἦσαν δʼ, ὦ βασιλεῦ, μυρίοι· καὶ τούτων ἀκούων οὐκ ἐς τὸ προκαταγιγνώσκειν ἦλθον, οὐδὲ κατεψηφισάμην τῆς σῆς ἀκροάσεως ὡς μὴ τὸ εὐθὺ ἐχούσης, ἀλλὰ ξυνθέμενος τοῖς νόμοις ἕστηκα ὑπὸ τῷ λόγῳ. τούτου ξύμβουλος καὶ σοὶ γίγνομαι· δίκαιον γὰρ τὸ μὴ προκαταγιγνώσκειν, μηδὲ καθῆσθαι πεπεισμένον, ὡς ἐγώ τί σε κακὸν εἴργασμαι, μηδʼ ὑπὲρ μὲν τοῦ Ἀρμενίου τε καὶ Βαβυλωνίου καὶ ὅσοι τῶν ἐκείνῃ ἄρχουσιν, οἷς ἵππος τε παμπόλλη ἐστὶ καὶ τοξεία πᾶσα καὶ χρυσῆ γῆ καὶ ἀνδρῶν ὄχλος, ὃν ἐγὼ οἶδα, ἀκούειν ξὺν γέλωτι τὸ πείσεσθαί τι ὑπʼ αὐτῶν, ὅ σε καὶ τὴν ἀρχὴν ταύτην ἀφαιρήσεται, κατʼ ἀνδρὸς δὲ σοφοῦ καὶ γυμνοῦ πιστεύειν, ὥς ἐστι τούτῳ ὅπλον ἐπὶ τὸν Ῥωμαίων αὐτοκράτορα, καὶ προσδέχεσθαι ταῦτα Αἰγυπτίου συκοφάντου λέγοντος, ἃ μηδὲ τῆς Ἀθηνᾶς ποτε ἤκουσας, ἣν σεαυτοῦ προορᾶν φῄς, εἰ μή, νὴ Δία, ἡ κολακευτικὴ καὶ τὸ συκοφαντεῖν οὕτω τι νῦν τοῖς ἀλιτηρίοις τούτοις ἐπιδέδωκεν, ὡς τοὺς θεοὺς ὑπὲρ μὲν τῶν σμικρῶν καὶ ὁπόσα ὀφθαλμίαι τέ εἰσι καὶ τὸ μὴ πυρέξαι, μηδʼ ἀνοιδῆσαί τι τῶν σπλάγχνων, ἐπιτηδείους εἶναί σοι ξυμβούλους φάσκειν ἰατρῶν δίκην ἐφαπτομένους καὶ θεραπεύοντας, ὅτου αὐτῶν πονήρως ἔχοις, περὶ δὲ τῇ ἀρχῇ καὶ τῷ σώματι κινδυνεύοντί σοι μηθʼ οὓς φυλάττεσθαι χρὴ ξυμβουλεύειν μήθʼ ὅ τι ἔσται σοι πρὸς αὐτοὺς ὅπλον διδάσκειν ἥκοντας, ἀλλʼ εἶναί σοι τοὺς συκοφάντας αἰγίδα Ἀθηνᾶς καὶ Διὸς χεῖρα, εἰδέναι μὲν ὑπὲρ σοῦ φάσκοντας, ἃ μηδʼ οἱ θεοί, προεγρηγορότας δέ σου καὶ προκαθεύδοντας, εἰ δὴ καθεύδουσιν οὗτοι, κακοῖς, φασιν, ἐπαντλοῦντες κακὰ καὶ τὰς Ἰλιάδας ταύτας ἀεὶ ξυντιθέντες. καὶ τὸ μὲν ἱπποτροφεῖν αὐτοὺς κἀπὶ ζευγῶν ἐς τὴν ἀγορὰν ἐκκυκλεῖσθαι λευκῶν καὶ ἡ ἐν ἀργύρῳ καὶ χρυσῷ ὀψοφαγία καὶ μυριάδων δύο καὶ τριῶν ἐωνημένα παιδικὰ καὶ τὸ μοιχεύειν μέν, ὃν λανθάνουσι χρόνον, γαμεῖν δέ, ἃς ἐμοίχευσαν, ὅταν ἐπʼ αὐταῖς ληφθῶσι, καὶ οἱ κροτοῦντες αὐτοὺς ἐπὶ ταῖς καλαῖς νίκαις, ἐπειδὰν φιλόσοφός τις ἢ ὕπατος ἀδικῶν οὐδὲν ἁλῷ μὲν ὑπὸ τούτων, ἀπόληται δὲ ὑπὸ σοῦ, δεδόσθω τῇ τῶν καταράτων τρυφῇ καὶ τῷ μήτε νόμων αὐτοῖς ἔτι μήτʼ ὀφθαλμῶν εἶναι φόβον, τὸ δʼ οὕτω τι ὑπὲρ τοὺς ἀνθρώπους φρονεῖν, ὡς προγιγνώσκειν βούλεσθαι τῶν θεῶν, ἐγὼ μὲν οὔτʼ ἐπαινῶ καὶ ἀκούων δέδια, σὺ δʼ εἰ προσδέξοιο, γράψονται καὶ σὲ ἴσως ὡς διαβάλλοντα τὴν περὶ τοῦ θείου δόξαν, ἐλπὶς γὰρ καὶ κατὰ σοῦ ξυγκείσεσθαι τοιαύτας γραφάς, ἐπειδὰν μηδεὶς τοῖς συκοφάνταις λοιπὸς ᾖ. καὶ ξυνίημι μὲν ἐπιτιμῶν μᾶλλον ἢ ἀπολογούμενος, εἰρήσθω δέ μοι ταῦθʼ ὑπὲρ τῶν νόμων, οὓς εἰ μὴ ἄρχοντας ἡγοῖο, οὐκ ἄρξεις. τίς οὖν ξυνήγορος ἔσται μοι ἀπολογουμένῳ; εἰ γὰρ καλέσαιμι τὸν Δία, ὑφʼ ᾧ βεβιωκὼς οἶδα, γοητεύειν με φήσουσι καὶ τὸν οὐρανὸν ἐς τὴν γῆν ἄγειν. διαλεγώμεθα οὖν περὶ τούτου ἀνδρί, ὃν τεθνάναι μὲν οἱ πολλοί φασιν, ἐγὼ δὲ οὔ φημι· ἔστι δὲ οὗτος ὁ πατὴρ ὁ σός, ᾧ ἐγὼ τοσούτου ἄξιος, ὅσου περ ἐκεῖνος σοί· σὲ μὲν γὰρ ἐποίησεν, ὑπʼ ἐμοῦ δὲ ἐγένετο.2 οὗτος, ὦ βασιλεῦ, ξυλλήπτωρ ἔσται μοι τῆς ἀπολογίας πολλῷ τἀμὰ βέλτιον ἢ σὺ γιγνώσκων· ἀφίκετο μὲν γὰρ ἐς Αἴγυπτον οὔπω αὐτοκράτωρ, θεοῖς τε τοῖς ἐν Αἰγύπτῳ θύσων κἀμοὶ ὑπὲρ τῆς ἀρχῆς διαλεξόμενος. ἐντυχὼν δέ μοι κομῶντί τε καὶ ὧδε ἐσταλμένῳ οὐδὲ ἤρετο οὐδὲ ἓν περὶ τοῦ σχήματος, ἡγούμενος τὸ ἐν ἐμοὶ πᾶν εὖ ἔχειν, ἐμοῦ δʼ ἕνεχʼ ἥκειν ὁμολογήσας ἀπῆλθεν ἐπαινέσας καὶ εἰπὼν μὲν ἃ μὴ πρὸς ἄλλον, ἀκούσας δʼ ἃ μὴ παρʼ ἄλλου, ἥ τε διάνοια, ᾗ ἐς τὸ ἄρχειν ἐχρῆτο, ἐρρώσθη αὐτῷ παρʼ ἐμοῦ μάλιστα, μεθεστηκυῖα ἤδη ὑφʼ ἑτέρων οὐκ ἀνεπιτηδείων μέν, οὐ μὴν σοί γε δόξαι,3 οἱ γὰρ μὴ ἄρχειν αὐτὸν πείθοντες καὶ σὲ δήπου αὐτὸ ἀφῃροῦντο τὸ μετʼ ἐκεῖνον ταῦτʼ ἔχειν, ἐμοῦ δὲ ξυμβουλεύοντος ἑαυτόν τε μὴ
王啊,对于你我而言,这场法庭上的交锋皆关乎重大之事;因为如果人们认为你毫无公义地敌视哲学,那么你所面临的危厄,乃是历任皇帝未曾遭遇过的;而我所面临的危厄,甚至连当年在雅典的苏格拉底亦未曾遇过,盖当年控告苏格拉底的人虽认为他在引进新神,却从未称他为神,亦不曾作此想。既然如此严酷的危险降临在我们两人身上,我便毫不犹豫地向你提出我自己深信不疑的劝告;因为自控告者将我们推入这场争斗以来,大众对我与你便产生了不实的看法:他们以为你会在听讼中任用愤怒作为顾问,并因之甚至会杀了我——无论杀戮究竟意味着什么;而我则会通过种种逃跑的方式使自己脱离法庭,而这些途径,王啊,本有千万之多。然而听闻这些,我并未预作判断,亦未断定你的听讼必然有失公允,而是顺从法律,立于辩论之下。我亦以此劝告于你:盖不预作判断,不在入席时便坚信我曾对你作恶,这才是公义;更不应一方面对亚美尼亚人、巴比伦人以及彼处的各方统治者——他们拥有极为庞大的骑兵、各种弓箭手、黄金之地以及我所深知的人海之众——付之一笑,听任有关将遭受他们危害、以致剥夺你这帝位的传言,另一方面却偏信一个赤手空拳的智者竟然握有针对罗马皇帝的武器,并从一个埃及谗谄者口中采纳这些连你声称护佑着你的雅典娜都未曾向你言说的事;除非,指宙斯起誓,谄媚与谗谤如今在这些恶棍中已发展到了这般地步,以至于他们宣称,众神只适于在诸如眼疾、不发烧、内脏不肿胀等琐细之事上担任你的顾问,无论你在其中哪方面不适,便如同医者一般前来抚触医治,而在你的帝位与身家性命面临险境时,却既不来规劝你当防备何人,亦不来指点你对付他们有何武器,反倒是那些谗谄者成了你的雅典娜之盾与宙斯之臂,声称为了你的缘故知晓连众神都不知之事,甚至在你之前清醒、在你之前就寝——假若这些人真能入睡的话——正如俗语所说,是以恶引恶,不断编织着这无休止的灾祸之诗。至于他们蓄养骏马、乘坐白马拉乘的车舆招摇过市,在金银器皿中饕餮美食,以两三万之巨金蓄养嬖童,在隐秘时行奸通奸、一旦事发便迎娶所奸之妇,以及当有哲学家或执政官毫无过错却被他们构陷并丧命于你手时、那些为他们的漂亮胜利鼓掌欢呼的人——这一切就且归于这些当受诅咒者的骄奢淫逸,归于他们不再畏惧法律与人目的事实吧;但若狂妄自大到超越凡人的限度,竟企图先于众神而预知一切,我则决不赞许,闻之亦觉毛骨悚然;你若采信此事,他们或许亦会控告你诬蔑对神明的正见,盖有理由料想,当谗谄者再无余人可害之时,亦将针对你编织这般的控词。我亦明白自己此时更多是在谴责而非自辩,但请容我为了法律陈说此言;盖你若不以法律为君主,便决不能身为统治者。那么,在我自辩之时,谁将担任我的辩护人呢?因为我若呼唤我深知自己始终在其庇护下生活的宙斯,他们必将宣称我行使妖术、将苍天拖拽至大地。那么,让我们与一位大众声称已死、而我却断言未死之人商榷此事吧;此人便是你的父亲,我对他的价值,正如他对你的价值一般:因为他生养了你,而他则是由我造就为帝的。王啊,这位父亲将是我辩词的襄助者,他洞悉我的一切远胜于你;因为他当年尚未称帝之时来到埃及,既为了向埃及的众神献祭,亦为了就帝位之事与我商榷。他见到蓄着长发、这般装束的我,连一个关于我仪表的问题都未曾问过,深信我身上的一切皆甚得当;他坦承是为我而来,在称赞我之后方才离去,不仅说了未曾对旁人言说之事,亦听到了未曾从旁人处听闻之言;而他在行使统治时所秉持的意图,更是在我这里得到了最大的坚定,盖那一意图此前已被某些人所动摇——那些人固然非无才能,但在你看来恐非如此;因为那些劝阻他不要称帝之人,无疑正是在剥夺你在他之后承袭这一尊位的权利;而当我在劝告他不要将自己……
- 8.7ὑπὲρ ὧν μήποτε αὐτοκράτωρ
关系代词 ὧν 之后省略了如 κινδυνεύσειεν 之类的动词,承接前文的 σύ τε γὰρ κινδυνεύεις,意为“面临着任何皇帝皆未曾遭遇过的风险”。此结构与后半句的 ἐγώ τε ὑπὲρ ὧν μηδὲ Σωκράτης ποτὲ Ἀθήνησιν [ἐκινδύνευσεν] 形成工整的平行对仗。
- 8.7σὲ μὲν γὰρ ἐποίησεν, ὑπʼ ἐμοῦ δὲ ἐγένετο
极具对仗色彩的紧缩句。前半句 σὲ μὲν γὰρ ἐποίησεν 意为“他生养(造就)了你”,后半句 ὑπʼ ἐμοῦ δὲ ἐγένετο 则指“但他本身却是由我造就(成为皇帝)的”,语境中需补充 [αὐτοκράτωρ]。此处将父亲生养儿子的自然血缘关系,与阿波罗尼奥斯促成韦斯巴芗登基的政治哲学塑造力量形成鲜明对照。
- 8.7οὐ μὴν σοί γε δόξαι
不定式 δόξαι 在此用作限制性/插入性用法(类似于 ἐμοὶ δοκεῖν),意为“至少在你的判断看来并非如此”。它用来限定前面的 οὐκ ἀνεπιτηδείων(“并非不称职之人”),承认图密善本人可能并不认同对那些劝阻者的评价。
