- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:8.5-8.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
图密善皇帝采纳控告者的建议,将审讯局限于有关着装、神圣声誉、以弗所瘟疫预言以及涉嫌弑童献祭的四个棘手问题,而阿波罗尼奥斯条理清晰的辩驳令皇帝折服并予以无罪释放。阿波罗尼奥斯在痛斥奸佞误国后从法廷中奇迹般隐匿,作者随后阐述了他原拟发表的自辩词之风格特点,并开始记录其全文。
ὁ δʼ, ὡς ἄριστα ξυμβουλεύσαντος1 ἐπαινέσας ἐκέλευσε τὸν ἄνδρα κατὰ τὴν τοῦ συκοφάντου ξυμβουλίαν ἀπολογεῖσθαι, τὰς μὲν ἄλλας παρελθὼν αἰτίας, ὡς οὐκ ἀξίας καταστῆσαί τινα ἐς λόγον, ὑπὲρ τεττάρων δέ, ἃς ἀπόρους τε καὶ δυσαποκρίτους ᾤετο, ὧδε ἐρωτήσας· τί γὰρ μαθών,2 ἔφη Ἀπολλώνιε, οὐ τὴν αὐτὴν ἔχεις ἅπασι στολήν, ἀλλʼ ἰδίαν τε καὶ ἐξαίρετον; ὅτι με εἶπεν ἡ τρέφουσα γῆ καὶ ἀμφιέννυσι, ζῷα δὲ ἄθλια οὐκ ἐνοχλῶ. πάλιν ἤρετο τοῦ χάριν οἱ ἄνθρωποι θεόν σε ὀνομάζουσιν; ὅτι πᾶς εἶπεν ἄνθρωπος ἀγαθὸς νομιζόμενος θεοῦ ἐπωνυμίᾳ τιμᾶται. ὁ λόγος οὗτος ὁπόθεν ἐφιλοσοφήθη τῷ ἀνδρί, δεδήλωκα ἐν τοῖς Ἰνδῶν λόγοις. τρίτον ἤρετο ὑπὲρ τοῦ ἐν Ἐφέσῳ λοιμοῦ πόθεν γὰρ ἔφη ὁρμώμενος ἢ τῷ ξυμβαλλόμενος προεῖπας τῇ Ἐφέσῳ νοσήσειν αὐτούς; λεπτοτέρᾳ, εἶπεν ὦ βασιλεῦ, διαίτῃ χρώμενος πρῶτος τοῦ δεινοῦ ᾐσθόμην· εἰ δὲ βούλει, λέγω καὶ λοιμῶν αἰτίας. ὁ δʼ, οἶμαι, δείσας μὴ τὴν ἀδικίαν καὶ τοὺς μὴ καθαροὺς γάμους καὶ ὁποῖα οὐκ εὐλόγως ἔπραττεν, ἐπιγράψῃ ταῖς τοιαύταις νόσοις οὐ δέομαι ἔφη τοιᾶσδε ἀποκρίσεως. ἐπεὶ δὲ τὴν τετάρτην ἐρώτησιν ἐπέφερεν ἐς τοὺς ἄνδρας, οὐκ εὐθὺς ὥρμησεν, ἀλλὰ πολὺν μὲν χρόνον διαλιπών, πολλὰ δὲ ἐνθυμηθείς, ἰλιγγιῶντι δὲ ὅμοιος ἠρώτησεν οὐ κατὰ τὴν ἁπάντων δόξαν· οἱ μὲν γὰρ ᾤοντο αὐτὸν ἐκπηδήσαντα τοῦ πλάσματος μήτε τῆς προσηγορίας ἀφέξεσθαι τῶν ἀνδρῶν, σχέτλιά τε ὑπὲρ τῆς θυσίας βοήσεσθαι, ὁ δὲ οὐχ ὧδε, ἀλλʼ ὑφέρπων τὴν ἐρώτησιν εἰπέ μοι ἔφη προελθὼν τῆς οἰκίας τῇ δεῖνι ἡμέρᾳ καὶ ἐς ἀγρὸν πορευθεὶς τίνι ἐθύσω τὸν παῖδα; καὶ ὁ Ἀπολλώνιος ὥσπερ μειρακίῳ ἐπιπλήττων εὐφήμει, ἔφη εἰ μὲν γὰρ προῆλθον τῆς οἰκίας, ἐγενόμην ἐν ἀγρῷ, εἰ δὲ τοῦτο, καὶ ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφαγον.3 λεγόντων δὲ αὐτὰ οἱ πίστεως ἄξιοι. τοιαῦτα τοῦ ἀνδρὸς εἰπόντος καὶ ἐπαίνου ἀρθέντος μείζονος ἢ βασίλειον ξυγχωρεῖ δικαστήριον, ξυμμαρτυρεῖν αὐτῷ νομίσας ὁ βασιλεὺς τοὺς παρόντας καὶ παθών τι πρὸς τὰς ἀποκρίσεις, ἐπειδὴ ἔρρωντό τε καὶ νοῦν εἶχον ἀφίημί σε εἶπε τῶν ἐγκλημάτων, περιμενεῖς δέ, ἔστʼ ἂν ἰδίᾳ ξυγγενώμεθα. ὁ δὲ ἐπιρρώσας ἑαυτὸν σοὶ μὲν χάρις, ὦ βασιλεῦ, ἔφη διὰ δὲ τοὺς ἀλιτηρίους τούτους ἀπολώλασι μὲν αἱ πόλεις, πλήρεις δʼ αἱ νῆσοι φυγάδων, ἡ δὲ ἤπειρος οἰμωγῆς, τὰ δὲ στρατεύματα δειλίας, ἡ δὲ ξύγκλητος ὑπονοίας. δός, εἰ βούλοιο, κἀμοὶ τόπον, εἰ δὲ μή, πέμπε τὸν ληψόμενόν μου τὸ σῶμα, τὴν γὰρ ψυχὴν ἀδύνατον· μᾶλλον δὲ οὐδʼ ἂν τὸ σῶμα τοὐμὸν λάβοις, οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι. καὶ εἰπὼν ταῦτα ἠφανίσθη τοῦ δικαστηρίου, τόν τε παρόντα καιρὸν εὖ τιθέμενος ὑπὲρ ὧν οὐδʼ ἁπλῶς ὁ τύραννος, ἀλλὰ καὶ ἐκ περιουσίας ἐρωτήσων δῆλος ἦν — ἐμεγαλοφρονεῖτο γάρ που τῷ μὴ ἀπεκτονέναι αὐτὸν — τοῦ τε μὴ ἐς τὰ τοιαῦτα ὑπαχθῆναι προορῶν. τυχεῖν δʼ αὖ τούτου ἄριστα ἡγεῖτο, εἰ μὴ ἀγνοοῖτο τῆς φύσεως, ἀλλὰ γιγνώσκοιτο, ὡς ἔχοι τοῦ μὴ ἄν ποτε ἁλῶναι ἄκων.4 καὶ γὰρ τὸ δέος τὸ περὶ τοῖς ἀνδράσιν εὖ ἤδη αὐτῷ εἶχεν, ὑπὲρ ὧν γὰρ μηδὲ ἐρέσθαι τι ὁ τύραννος ὥρμησε, πῶς ἂν τούτους ἐς τὸ πιθανὸν ἀπέκτεινεν ἐπὶ ταῖς οὐκ ἐν δικαστηρίῳ πεπιστευμέναις αἰτίαις; τοιάδε εὗρον τὰ ἐν τῇ δίκῃ.
君王赞许控告者提出了极佳的建议,便命那人按照谗谄者的建议进行答辩。他略去了其他指控,认为那些指控不值得让人展开辩论,而就他自以为棘手且难以回答的四点,如此发问: “阿波罗尼奥斯,”他说,“你究竟是出于什么念头,不穿与众人相同的衣装,反而穿着独特而例外的服饰?” “因为养育我的大地,”他说,“亦为我提供衣饰,而我不去烦扰可怜的动物。” 他又问: “人们究竟因何缘故称你为神?” “因为凡被视为善良的人,”他说,“皆得享神之名号的尊荣。” 这一论点那人是从何处领悟出来的,我已在关于印度人的记述中阐明。第三,君王就以弗所的瘟疫发问: “你是根据什么,抑或凭何推测,预言以弗所人将会患病的?” “王啊,由于奉行更清简的养生之道,”他说,“我第一个察觉到了危厄;若你愿意,我亦可陈述瘟疫的起因。” 我想,君王是害怕他将这类病患归咎于不公义、不洁的婚姻以及他自己无理所为的诸多劣行,便说: “我不需要这般的回答。” 及至他对那些显贵提出第四个问题时,他并未立即发问,而是长久沉默,深思良久,宛如眩晕之人一般,以出乎所有人意料的方式发问。因为众人原以为他会撕破伪装,不再避讳提及那些显贵的名字,并就祭祀之事厉声怒吼;但他并非如此,而是步步紧逼地发问: “告诉我,”他说,“你在某日走出家门前往乡间,究竟为谁献祭了那个童子?” 阿波罗尼奥斯宛如斥责少年一般说道: “住口!因为如果我出了家门,便到了乡间;如果到了乡间,便献了祭;如果献了祭,便也吃了祭肉。且让那些值得信赖的人来说明这些事吧。” 因那人说了这番话,并博得了超越皇家法庭所能容许的巨大赞赏,君王认为在场之人是在为他作证,且因其回答刚劲有力、合情合理而有所动容,便说: “我免去你受控的罪名;但你须留待此处,直至我们私下相会。” 而阿波罗尼奥斯振作精神,“王啊,多谢你了,”他说,“但正因这些奸佞之徒,城邦毁灭,群岛充斥流亡者,大陆满是哀号,军队尽显怯懦,元老院疑云重重。若你愿意,亦赐予我发言的立足之地;若不然,便派人来拘捕我的肉身吧,因为拘捕我的灵魂是不可能的;甚至你连我的肉身也无法得到:‘因为你杀不死我,由于我绝非命中注定当死者。’” 说罢此话,他便从法庭中消失了。他之所以善用眼下的时机,是因为暴君显然不仅会寻常地发问,更会自傲于未曾处死他而多余地横加盘诘,他预先防备着不被卷入此类境地。他又认为,若自己的天性不为人所不知,而是被认识到具有绝不可能违背其意愿而被捕获的力量,便能最完满地达到此目的。事实上,他对那些显贵的担忧此刻已然平复;因为暴君既然连提及他们的一言半语都不曾敢于发问,又怎能以法庭上无人相信的罪名名正言顺地处死他们呢?法庭中所发生之事,我所查明者即是如此。
ἐπεὶ δὲ καὶ λόγος μὲν αὐτῷ ξυνεγράφη τις ὡς πρὸς ὕδωρ ἐς τὴν ἀπολογίαν ἀφήσοντι, ξυνεῖλε δὲ αὐτὸν ὁ τύραννος ἐς ἃς εἴρηκα ἐρωτήσεις, ἀναγεγράφθω καὶ ὁ λόγος. οὐκ ἀγνοῶ μὲν γάρ, ὅτι διαβαλοῦσιν αὐτὸν οἱ τὰς βωμολόχους ἰδέας ἐπαινοῦντες, ὡς ἧττον μέν, ἢ αὐτοί φασι δεῖν, κεκολασμένον, ὑπεραίροντα δὲ τοῖς τε ὀνόμασι καὶ ταῖς γνώμαις, τὸν δὲ ἄνδρα ἐνθυμουμένῳ οὔ μοι δοκεῖ ὁ σοφὸς ὑγιῶς ἂν ὑποκρίνεσθαι τὸ ἑαυτοῦ ἦθος πάρισα ἐπιτηδεύων καὶ ἀντίθετα καὶ κροτάλου δίκην κτυπῶν τῇ γλώττῃ, ῥητορικοῖς μὲν γὰρ πρὸς τρόπου ταῦτα καὶ οὐδὲ ἐκείνοις δεῖ· δεινότης γὰρ ἐν δικαστηρίοις ἡ μὲν φανερὰ κἂν διαβάλοι τινὰ ὡς ἐπιβουλεύοντα τοῖς ψηφιουμένοις, ἡ δʼ ἀφανὴς κἂν ἀπέλθοι κρατοῦσα, τὸ γὰρ λαθεῖν τοὺς δικάζοντας, ὡς δεινός ἐστιν,5 ἀληθεστέρα δεινότης. σοφῷ δὲ ἀνδρὶ ἀπολογουμένῳ, οὐ γὰρ κατηγορήσει γε ὁ σοφός, ἃ ἐπιτιμᾶν ἔρρωται, ἤθους τε δεῖ ἑτέρου παρὰ τοὺς δικανικοὺς ἄνδρας, λόγου τε κατεσκευασμένου μέν, μὴ δοκοῦντος δέ, καὶ ὑπόσεμνος ἔστω καὶ μὴ πολὺ ἀποδέων τοῦ ὑπερόπτης εἶναι ἔλεός τε ἀπέστω λέγοντος· ὁ γὰρ μὴ ἀντιβολῆσαι ξυγχωρῶν τί ἂν οὗτος ἐπὶ ἐλέῳ εἴποι; τοιόσδε ὁ λόγος δόξει τοῖς γε μὴ μαλακῶς ἀκροασομένοις ἐμοῦ τε καὶ τοῦ ἀνδρός· ξυνετέθη γὰρ αὐτῷ ὧδε·
然而,既然他曾写就一篇原拟按水钟计时在辩护中发表的长篇辩词,而暴君却将其局限在我所提及的几项发问中,那么这篇辩词亦当记录于此。因为我并非不知,那些赞美鄙俗风格的人必将诋毁此文,称其未达到他们所谓应有的精炼雕琢,且在词藻与思想上过于高拔;但在思量那人的我看来,智者若讲求对称、使用对仗、如拨浪鼓般巧舌如簧,便决非恰当地展现自身的人格。那些手法固然合乎修辞家之习性,但即便对他们而言亦非必要;因为在法庭上,显露无遗的机巧可能招致谋算陪审员的诽谤,而隐而不见的机巧却能克敌制胜,盖不使审判官察觉其机巧,方是更为真实的机巧。但对于自辩的智者而言——因为智者绝不会作为控告者,去指控那些他有能力加以斥责之事——所需要的乃是异于诉讼之徒的品性,以及虽经精雕细琢却不露痕迹的言辞;且其言辞当略带庄严,近乎傲岸而不逾矩,更当屏除乞怜之态;盖不容许央告之人,又何以求怜之语示人?对于那些并非懈怠地聆听我与那人言辞的读者而言,此篇辩词必显现为这般风貌;因为此文正是由他如此撰就的:
- 8.5ὡς ἄριστα ξυμβουλεύσαντος
由 ὡς 引导的属格独立结构,其省略的逻辑主语根据上下文指前文的控告者(τοῦ συκοφάντου)。此结构修饰主节分词 ἐπαινέσας,表示君王主观认定控告者提出了极佳的建议,以此作为其赞许的依据。
- 8.5τί γὰρ μαθών
由疑问词 τί 与 μανθάνω 的第二不定过去时主动态分词 μαθών 结合而成的古典惯用句式(τί μαθών;),意为“究竟出于何种念头”、“凭什么”。与询问被动遭遇或外在原因的 τί παθών;(“遭何变故而……”)相对,此处强调追究发话主体的主观动机与判断依据。
- 8.5εἰ μὲν γὰρ προῆλθον τῆς οἰκίας, ἐγενόμην ἐν ἀγρῷ, εἰ δὲ τοῦτο, καὶ ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφαγον
采用连锁论证(sorites)的假言推理结构,将控告方的荒谬指控归谬反驳。通过连续并置与过去事实相关的简单条件句(εἰ 加直说部过去时),讽刺性地指出:若依据控告者逻辑,一旦承认踏出家门这一无害前提,便等同于必然推导出乃至食人肉的可怖极论,以此揭露构陷的荒诞无稽。
- 8.5ὡς ἔχοι τοῦ μὴ ἄν ποτε ἁλῶναι ἄκων
间接引语中带有祈愿部 ἔχοι,动词 ἔχω 后接表示关联与范围的定冠词属格不定式 τοῦ μὴ ἄν ποτε ἁλῶναι。不定式 ἁλῶναι 附带小词 ἄν,反映了潜在假定(即直说部中的 οὐκ ἄν ποτε ἁλοίην“绝不可能被捕”),全句意为“表明其具有绝不可能违背自身意志而被捕获的能力与境界”。
- 8.6τὸ γὰρ λαθεῖν τοὺς δικάζοντας, ὡς δεινός ἐστιν
动词 λαθεῖν 以表示人的 τοὺς δικάζοντας 作为宾格宾语,并以 ὡς δεινός ἐστιν 从句替代常见的补充性分词(δεινὸς ὤν)。整个由中性定冠词 τό 引导的不定式短语充当句子主语,指出“不让审判官们察觉到自己精明巧妙”才是真正的雄辩技艺。
